Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν καὶ εἰς τὴν ἁγίαν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των αιρετικών και ανασκευή των δοξασιών του Ευνομίου

Αυστηρή κριτική στην αλαζονική απόπειρα διερεύνησης της θείας φύσεως και απόρριψη των θέσεων του Ευνομίου σχετικά με τη γέννηση του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ὥσπερ γὰρ ἐκείνη ἡ ῥάβδος καρπὸν ἔδωκε παρὰ φύσιν, οὕτω καὶ ὧδε παρὰ φύσιν ἡ Παρθένος τὸ ἄνθος τῆς εὐσεβείας ἐβλάστησεν Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται. Μὴ μάτην οὖν ὁ Παῦλος τὸν πλοῦτον τοῦ Θεοῦ θαυμάζει, τουτέστι, τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ; Φεῦ τῆς ἀπιστίας τῶν αἱρετικῶν! φεῦ τούτων τῆς λύσσης καὶ θεομάχου γλώσσης! Παῦλος, ὁ τῶν οὐρανῶν πολίτης, ὁ τοῦ παραδείσου θεατὴς, ὁ τοῦ Χριστοῦ διάπυρος ἐραστὴς, ὁ τῶν ἀλαλήτων μυστηρίων ἀκροατὴς, καὶ τὴν οἰκονομίαν ζητήσας ἔφριξε καὶ ἰλιγγίασε· καὶ ὑμεῖς τὴν θεότητα διερμηνεύοντες οὐ φρίττετε; Παῦλος τὰ κρίματα τοῦ Θεοῦ ἀνεξερεύνητα λέγει· καὶ σὺ τὴν φύσιν τοῦ Πατρὸς ὡς εὐθήρατον ἐρευνᾷς; Καιρὸς δέ σε καλέσαι, σκυθρωπάσαντα ἐπαναστρέψαι κατὰ τῶν ὑπὸ σοῦ ἀφράστως εἰρημένων. Πῶς ἔτεκεν ἡ Παρθένος οὐκ οἶδας, καὶ πῶς ἐγέννησεν ὁ Θεὸς εἰδέναι βούλει; τὴν ἐν τῇ Ἡρώδου κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ἀγνοεῖς πῶς γέγονε, καὶ τὴν ἐκ Πατρὸς ἀνάρχως καὶ ἀνερμηνεύτως καὶ σεπτῶς καὶ ἀλαλήτως πρὸ πάσης ἐννοίας καὶ καιρῶν καὶ αἰώνων ἀμεσιτεύτως γεγενημένην ἑρμηνεύειν τολμᾷς, καὶ δοκιμάζειν ἐπιχειρεῖς;

Εἰ τὸ σταυρωθὲν σῶμα τοῦ Χριστοῦ Θωμᾶς ψηλαφήσας ἀναπαίδευτος οὐκ ἔμεινε, καί γε ἀπόστολος ὤν· ποίας εἰσὶ τιμωρίας ἄξιοι οἱ μὴ χειρὶ τὸ σῶμα ψηλαφῶντες τοῦ Χριστοῦ, ἀλλὰ τῇ γλώττῃ τὴν ἀΐδιον τῆς θεότητος αὐτοῦ διερευνῶντες φύσιν; Θωμᾶς γὰρ καὶ ὃ εἶδε σῶμα, ἐψηλάφησεν· οὗτοι δὲ ἣν μὴ εἶδον θεότητα, ὡς ἑωρακότες ἐξηρεύνησαν.

Εἰπὲ δὲ, ὦ δεινὲ καὶ εὐμήχανε ῥῆτορ Εὐνόμιε, ὁ τριχῶς τὴν τῆς θεότητος διακρίνων φύσιν, ὁ μικροῦ πάλιν βραχύτερον ἀναπλάττων θεοὺς, διὰ τί κτίσμα, καὶ οὐ γέννημα τὸν Χριστὸν λέγεις; Ἵνα μὴ, φησὶ, ῥεύσεως ἔννοιαν τῇ ἀκτίστῳ τοῦ Θεοῦ προσψαύσω φύσει· τὸν γὰρ γεννῶντα ἀνάγκη ὑπομεῖναι ῥεῦσιν. Οὐκοῦν καὶ κτίζοντα ἀκόλουθον ὑπομεῖναι πόνον. Ὁ γὰρ κτίζων, ἀκόπως οὐ κτίζει. Εἰ τοίνυν τῆς ῥεύσεως ἔννοιαν φυγὼν, τὸν Πατέρα Πατέρα εἰπεῖν παραιτεῖς, μήτε δημιουργὸν αὐτὸν εἴπῃς, ἵνα μὴ πόνων καὶ ἱδρώτων ὑπόνοιαν ἐπιῤῥίψῃς.

Ἀλλ᾽ οὐχ οἵαν, φησὶ, δόξαν περὶ ἀνθρώπων ἔχομεν, τοιαύτην καὶ περὶ Θεοῦ ἐκλαμβάνειν ὀφείλομεν. Ἄνθρωποι γὰρ κτίζοντες, πόνῳ καὶ ἱδρῶτι κτίζουσι· Θεὸς δὲ κτίζων, ἀπόνως κτίζει· ἀσύνθετος γάρ ἐστι τὴν φύσιν. Ἐπεὶ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων, ὁ κτίζων Θεὸς κτίζει ἀπόνως, ἀῤῥεύστως γεννᾷν οὐ δύναται; ἀλλ᾽ ὅτε μὲν κτίζει, ἀπόνως ὁ Θεὸς κτίζει, ὅτε δὲ γεννᾷ, ὡς ἄνθρωπος ὑπομένει ῥεῦσιν; καὶ δημιουργῶν μὲν ἀπαθὴς μένει, γεννῶν δὲ ἀνθρωπίνῳ περιπίπτει πάθει; Φρίττω, καὶ δεδιῶ, καὶ τρέμω τὴν βλάσφημον, τὴν ἀθύρωτον, τὴν ἀχαλίνωτον τῶν αἱρετικῶν γλῶτταν, ἐννοῶν, ὅτι ἀφθάρτως ἡ Παρθένος ἔτεκε, πιστεύουσι, καὶ ὅτι Θεὸς ἀῤῥεύστως ἐγέννησεν, ἀμφιβάλλουσιν. Ἡ ἄφθορος τῆς Παρθένου μήτρα καὶ μετὰ τὸ τεκεῖν ἄλυτος ἔμεινεν, ἄνθρωπε, καὶ ἡ τοῦ Πατρὸς φύσις ἐν τῷ γεννᾷν τὴν ῥεῦσιν οὐ διέφυγεν; Ἀλλ᾽ ἡ Παρθένος καὶ μετὰ τὸ τεκεῖν παρθένος ἔμεινεν, ἐκ τοῦ τεκεῖν μὴ ζημιωθεῖσα τὴν παρθενίαν· καὶ ὁ Πατὴρ μετὰ τὸ γεννῆσαι ὁ αὐτὸς μεῖναι οὐκ ἠδύνατο, ἀῤῥεύστου καὶ ἀναλλοιώτου τῆς οὐσίας μενούσης;