Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν καὶ εἰς τὴν ἁγίαν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Η παράδοξη κυοφορία και αναλογίες από τη φύση και την ιστορία

Θεολογική προσέγγιση του υπερβατικού τρόπου της εκ Παρθένου γεννήσεως μέσω αναλογιών από τον Αδάμ, τη ράβδο του Μωυσή, καθώς και από φαινόμενα του φυσικού κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Καὶ ὅπου μὲν ὄγκος σώματος, μελῶν ἁρμονία, ὀστέων σύνθεσις, νευρῶν τάξις, φλεβῶν πλήθη, ἄρθρων δεσμοὶ, τὸ βρέφος ἐξῆλθεν ὡς οἶδε, καὶ ἐν τῇ παρθενικῇ ἀποῤῥήτως ἑαυτὸν ὑφάνας γαστρί· ὅπου δὲ οὐ σῶμα, οὐ μέλος, οὐκ ἄρθρα, οὐ νεῦρα, οὐκ ὀστέα, οὐ φλέβες, ἀλλ᾽ ἀναφὴς καὶ ἀσώματος καὶ ἀόρατος φύσις, ῥεῦσιν εἰσάγεις καὶ μείωσιν νοεῖς; Καὶ προῆλθεν ἐκ μήτρας, καὶ ἄλυτος ἔμεινεν ἡ μήτρα. Ὁ γὰρ ἄνευ σπέρματος ἐν τῇ Παρθένῳ ἐμψυχώσας ἑαυτῷ ναὸν, αὐτὸς καὶ ἄλυτον διετήρησε τὴν μήτραν, ὡς Θεός. Τὰ γὰρ ἔργα τοῦ Θεοῦ οὐ τῇ φύσει τῶν πραγμάτων δουλεύει, ἀλλὰ τῇ κελεύσει τοῦ Θεοῦ Λόγου ἐξακολουθεῖ. Ποτὲ μὲν γὰρ ὁ Θεὸς κατὰ φύσιν κτίζει, ἵνα γνῷς τῆς φύσεως τὴν εὐταξίαν· ποτὲ δὲ παρὰ φύσιν δημιουργεῖ, ἵνα μάθῃς τοῦ ἐνεργοῦντος τὴν δύναμιν. Οὔτε γὰρ πάντα κατὰ φύσιν γίνεται, ἵνα μὴ θεολογηθῇ ἡ φύσις, οὔτε πάντα παρὰ φύσιν, ἵνα μὴ ἀταξία τῆς φύσεως νομισθῇ τὰ παρὰ φύσιν πραττόμενα. Πλάττει δὲ Θεὸς κατὰ φύσιν, δημιουργεῖ καὶ παρὰ φύσιν, ἵνα μάθῃς ὡς ἡ φύσις θεραπαινίδος τάξιν ἐπέχουσα κατὰ φύσιν κινεῖται, καὶ παρὰ φύσιν τρέχει, πρόσταγμα πληροῦσα Θεοῦ.

γʹ. Εἰπὲ δὲ, ὁ ζητῶν, πῶς ὁ Χριστὸς ἐκ τῆς ἀλύτου μήτρας προελθὼν οὐκ ἠφάνισε τὴν σφραγῖδα τῆς παρθενίας, πῶς ἐκ τοῦ παρθενικοῦ Ἀδὰμ ἡ παρθένος Εὔα προῆλθε. Ἡ Θεοτόκος γὰρ Μαρία μὴ γνοῦσα ἄνδρα, ἄνδρα ἔτεκεν, ὁ πρωτόπλαστος Ἀδὰμ μὴ γνοὺς γυναῖκα, γυναῖκα ἐβλάστησεν. Ἀλλὰ τὸ μὲν παρθένον γεννῆσαι, εἰ καὶ παράδοξον, ἀλλ᾽ ὅμως ἔχεται λόγου, καθ᾽ ὃ γαστὴρ καὶ μήτρα καὶ φυσικὴ τοῖς τικτομένοις προτετύπωται ὁδός· ἐπὶ δὲ τοῦ Ἀδὰμ πάντα ξένα. Τίς γὰρ εἶδεν ἀπὸ πλευρᾶς τικτόμενον ἄνθρωπον; πότε δὲ πλευρὰ συνεισήνεγκε καρποφορίαν; Ὕπνον ἐπέβαλε τῷ Ἀδὰμ ὁ Θεὸς, ἵνα μὴ λυπηθῇ διὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς, ἀλλ᾽ ὅμως ὕπνωσεν αὐτοῦ τὰ δεσμά· δεσμὰ γάρ εἰσι τῆς φύσεως τὰ νεῦρα. Καὶ μάρτυς Δανιὴλ λέγων, Καὶ εἶδον τὴν ὀπτασίαν, καὶ ἔπεσα· καὶ οἱ σύνδεσμοί μοι τῆς ὀσφύος διελύθησαν. Πλευρὰν οὖν νόμῳ φύσεως ἠσφαλισμένην, δεσμοῖς νεύρων συμπεπλεγμένην, σαρξὶν ὑφασμένην, φλεψὶν ἡνωμένην πῶς ἐξεῖλε; πῶς ἀπέσπασε; πῶς καὶ ἡ πλευρὰ ἐξῆλθε, καὶ ὁ Ἀδὰμ σῶος ἔμεινε; Πῶς; Ὁ λύσας οἶδεν· ὁ λύσας καὶ ἔδησεν.

Εἰ μὲν γὰρ ἄλλος ὁ δήσας, καὶ ἄλλος ὁ λύσας, ζήτημα ἦν· εἰ δὲ ὁ ἁρμόσας ἔλυσε, καὶ ὁ πλευρὰν ἐκ γῆς πλάσας, τὴν πλευρὰν ἀφείλατο, ἐκεῖνος μόνος οἶδε, πῶς ἔλυσεν, ὁ καὶ μόνος ἐπιστάμενος, πῶς τὴν τῶν μελῶν ἁρμονίαν συνέθηκεν. Ὥσπερ οὖν καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς σῶος ἔμεινεν ὁ Ἀδὰμ, οὕτω καὶ μετὰ τὴν πρόοδον τοῦ βρέφους ἄφθορος ἔμεινεν ἡ Παρθένος.

Οὔτε γὰρ ἡ τῶν τοῦ Ἀδὰμ ἐβλάβη ἁρμονία, ληφθείσης τῆς πλευρᾶς, οὔτε τῆς παρθενίας ὑβρίσθη ἡ σφραγὶς, προελθόντος τοῦ βρέφους. Καθάπερ γὰρ ἐφ᾽ ἡμῶν ἐάν τις ἀλλότριον δεσμὸν λῦσαι θελήσῃ, ἀφανίζει αὐτὸν, καὶ συγκόπτει δι᾽ ἀπειρίαν, ὁ δὲ δήσας ἀκόπως λύει (οἶδε γὰρ ὧν ἔδησε τὴν ἁρμονίαν)· οὕτω καὶ ὁ Θεὸς ὁ ἁρμόσας, ὁ συσφίγξας, ὁ κομβώσας τὸ σῶμα, καὶ τοὺς συνδέσμους τῶν νεύρων ᾔδει, καὶ πῶς συνῆψε πλευρὰν πρὸς πλευρὰν, καὶ ἄρθρον, καὶ μέλος· καὶ ἐξ ὧν παρέδησεν, ἐπιστημόνως καὶ πανσόφως ἐπῆρε πλευρὰν, καὶ οὐκ ἐμείωσε τὸν Ἀδάμ. Ἔπλασεν αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν τῇ Παρθένῳ, καὶ οὔτε τὴν παρθενίαν πλάττων διέλυσεν, οὔτε διὰ τῆς μήτρας προελθὼν τὴν μήτραν διέφθειρεν. Εἰπὲ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων τί εὐκοπώτερόν ἐστι, παρθένον τεκεῖν, καὶ μετὰ τὸ τεκεῖν παρθένον πάλιν μεῖναι· ἢ ῥάβδον εἰς ζῶον ψυχωθῆναι, καὶ ἀπὸ ζώου πάλιν ῥάβδον γενέσθαι; Πῶς ἡ ῥάβδος Μωϋσέως εἰς δράκοντα μετεβλήθη; πῶς τὸ ἄψυχον ψυχὴν ἔλαβε; πῶς τὸ ἀκίνητον ἐπὶ γῆς εἷρπε; πῶς δὲ πάλιν ἀπὸ δράκοντος ῥάβδος γέγονε, τὴν οἰκείαν ἐπιγνοὺς φύσιν; Ποτὲ μὲν γὰρ ἀπὸ ῥάβδου δράκων, ποτὲ δὲ ἀπὸ δράκοντος ῥάβδος ἐγένετο.

Ὥσπερ οὖν ἡ Μωϋσέως ῥάβδος, ἄνθρωπε, κατὰ φύσιν μὲν ἦν ῥάβδος, κατ᾽ οἰκονομίαν δὲ δράκων· οὕτω καὶ ἡ Μαρία κατὰ φύσιν μὲν ἦν παρθένος, κατ᾽ οἰκονομίαν δὲ μήτηρ ἐγένετο, ἵνα πιστεύσωσι τῶν Χαλδαίων οἱ μάγοι, καθάπερ, ἵνα φοβηθῇ Αἴγυπτος, ἡ ῥάβδος δράκων ἐγένετο. Τοιγαροῦν ἵνα σωθῇ ἡ οἰκουμένη, οὐκ ἤθελες σὺ τὴν Παρθένον φανῆναι; Εἶτα δὲ σεισμῶν γινομένων διαιροῦνται τοῖχοι καὶ συνάπτονται· Χριστοῦ δὲ τικτομένου οὐκ ἠνοίγετο μήτρα, καὶ πάλιν ὑφαίνεται;

Καὶ ἐν σεισμοῖς μὲν οὕτω διαιροῦνται τοῖχοι, ὡς καὶ θάνατον ἀπειλεῖν· οὕτω δὲ ἑνοῦνται, ὡς μηδὲ σχῆμα ἢ ἴχνος φαίνεσθαι τῆς διαιρέσεως· ἐπὶ δὲ τῆς ἀφθάρτου ἐκείνης γεννήσεως οὐκ ἤθελες λυθῆναι μὲν τὴν μήτραν πρὸς τιμὴν τοῦ τικτομένου, συνελθεῖν δὲ καὶ ἑνωθῆναι καὶ τὸ τῆς παρθενίας ἀπολαβεῖν σχῆμα δυνάμει τοῦ ἐνεργοῦντος; Καὶ μή μοι λέγε· Πόθεν ὑπέστη σὰρξ καὶ αἷμα, σπέρματος μὴ ὑποκειμένου; Ἔστι γὰρ ἐκ τῶν καθ᾽ ἡμᾶς μαθεῖν τὸ ὑπὲρ ἡμᾶς. Καὶ κάλει μοι εἰς εἰκόνας τῶν λεγομένων τοὺς τῶν ζωγράφων παῖδας, οἳ πολλάκις καὶ φυτὰ καὶ δένδρα καὶ λειμῶνας καὶ ποταμοὺς ζωγραφοῦσιν, καὶ ἐπειδὰν δὴ τὴν φύσιν συνεργοῦσαν οὐκ ἔχουσι, τέχνῃ βιάζονται τῇ κράσει τῶν χρωμάτων τὰς τῶν πραγμάτων παριστᾷν εἰκόνας. Ποιοῦσι γὰρ ποταμὸν, παρὰ ποταμῶν μὴ δανειζόμενοι ῥεῖθρον· ποιοῦσιν ἄνθρωπον, μηδὲν παρὰ τῆς ἀνθρωπίνης ἐρανιζόμενοι φύσεως. Ὥσπερ οὖν οἱ ζωγράφοι διὰ τῶν χρωμάτων καὶ ἄνθρωπον καὶ πηγὴν καὶ ποταμὸν ζωγραφοῦσι, μηδὲν παρὰ πηγῆς ἢ ποταμοῦ ἢ ἀνθρώπου λαμβάνοντες· τὸν αὐτὸν τρόπον καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παρθένῳ οὐ χρώμασιν, ἀλλὰ βουλῇ ἔμψυχον κατεσκεύασεν ἄνθρωπον, παρὰ τῆς ἀνθρωπίνης φύσεως μὴ ἐρανισάμενος σπέρμα εἰς σύστασιν τοῦ πλαττομένου.