Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν καὶ εἰς τὴν ἁγίαν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Το έργο του Αγίου Πνεύματος και κατακλείδα

Αναφορά στην επισκίαση της Παρθένου από το Άγιο Πνεύμα και ολοκλήρωση του λόγου με τη συνήθη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ὁ Θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς, οὐ χερσὶν ἀνθρωπίναις (ἀσύνθετος γὰρ τῆς θεότητος ἡ φύσις) τὸν Ἀδὰμ ἐμόρφωσεν ὡς ἠθέλησε· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ χοῦν ἔλαβεν, οὐ φυσικῷ νόμῳ καταβληθῆναι σπέρμα συνεχώρησεν, ἀλλὰ μόνον ἐπέλαμψε, καὶ ὀστέα ἔπηξε, καὶ νεῦρα ἔτεινε, καὶ ῥῖνα καὶ ὦτα, ὀφθαλμούς τε καὶ γλῶτταν χεῖρας καὶ πόδας, ψυχὴν καὶ νοῦν καὶ λογισμὸν καὶ λόγον συνεστήσατο, κἂν μὴ βούλωνται οἱ αἱρετικῶν παῖδες. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ἐγκύπτοντες εἰκόνα ἀντεγειρομένην αὐτῶν ὁρῶσι τῇ ὄψει ἐκ τῆς ἀμόρφου ὕλης, εἰκόνα γελῶσαν πολλάκις, καὶ κλαίουσαν, κινουμένην τε καὶ πολυτρόπως μετερχομένην, καὶ τῆς ζώσης μορφῆς τὰ σχήματα μιμουμένην· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν καθαρῷ κατόπτρῳ, τῷ ἀσπίλῳ σώματι τῆς Παρθένου ἔλαμψε, τέλειον ἐδημιούργησεν ἄνθρωπον οὐ νόμῳ φύσεως, οὐ χρόνῳ, οὐκ ἀνθρωπίνῳ σπέρματι, ἀλλ᾽ ὄψει μόνον, νοερᾷ τε καὶ ἁγίᾳ δυνάμει πρὸς ὠδῖνας τὴν Παρθένον ἐκίνησεν, ἀποῤῥήτως ἐν αὐτῇ τὸ βρέφος ὑφάνας, ὡς ἱμάτιον, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων. Ταῦτα μὲν οὕτως· ἡμεῖς δὲ ὑπὲρ τῶν εἰρημένων δόξαν τῷ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντι Θεῷ ἀναπέμψωμεν, ὅτι αὐτῷ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.