Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ ἀνομοίων

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και έπαινος της Εκκλησίας της Κωνσταντινουπόλεως

Ο Ιωάννης Χρυσόστομος εκφράζει την αγάπη του προς το ποίμνιο και επαινεί την υπομονή και τον ζήλο του έναντι των αιρετικών κινδύνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ῥηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι σύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων. Λόγος ἑνδέκατος. αʹ. Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφεὶς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας. Τοῦτο δὲ γέγονεν, οὐκ ἐπειδὴ φιλικός τις ἐγὼ καὶ ἀγαπητικὸς, ἀλλ᾽ ἐπειδὴ ποθεινοὶ καὶ ἐπέραστοι μάλιστα πάντων ὑμεῖς.

Τίς γὰρ ὑμῶν οὐκ ἂν ἀγάσαιτο καὶ θαυμάσειε τὸν πεπυρωμένον ζῆλον, τὴν ἀνυπόκριτον ἀγάπην, τὴν περὶ τοὺς διδασκάλους εὔνοιαν, τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, ἅπερ ἅπαντα ἱκανὰ καὶ λιθίνην ἐπισπάσασθαι ψυχήν; Διὰ τοῦτο καὶ ἡμεῖς τῆς Ἐκκλησίας ἐκείνης, ἐν ᾗ καὶ ἐτέχθημεν καὶ ἐτράφημεν καὶ ἐπαιδεύθημεν, οὐκ ἔλαττον ὑμᾶς φιλοῦμεν· ἀδελφὴ γὰρ ἐκείνης αὕτη, καὶ διὰ τῶν ἔργων τὴν συγγένειαν ἐπεδείξασθε. Εἰ δὲ πρεσβυτέρα κατὰ τὸν χρόνον ἐκείνη, ἀλλὰ θερμοτέρα κατὰ τὴν πίστιν αὕτη· πλείων ὁ σύλλογος ἐκεῖ, καὶ λαμπρότερον τὸ θέατρον, ἀλλὰ μείζων ἐνταῦθα ἡ ὑπομονὴ, καὶ πλείων τῆς ἀνδρείας ἡ ἐπίδειξις, Λύκοι πανταχόθεν τὰ πρόβατα περιστοιχίζονται, καὶ τὸ ποίμνιον οὐκ ἀναλίσκεται· ζάλη καὶ χειμὼν καὶ κλυδώνιον περιέστηκε τὴν ἱερὰν ταύτην ναῦν διηνεκῶς, καὶ οἱ ἐμπλέοντες οὐ καταποντίζονται· φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν. Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν Ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλλοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι.