Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η ανωτερότητα της χριστιανικής αλήθειας και η φθορά της ειδωλολατρίας

Εισαγωγική αντιπαραβολή της δύναμης του Χριστιανισμού, ο οποίος εξαπλώνεται μέσω της απλότητας των Αποστόλων, με την αδυναμία, τη σκληρότητα και τη ματαιότητα των δαιμονικών θυσιών και των ειδωλολατρών φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 10

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μέλλων πρὸς τὸ πάθος ἤδη χωρεῖν καὶ τὸν θάνατον ἀποθνήσκειν τὸν ζωοποιὸν αὐτῇ τῇ τελευταίᾳ νυκτί, καλέσας ἰδίᾳ τοὺς ἑαυτοῦ μαθητάς, ἄλλα τε διελέχθη πολλὰ καὶ παρῄνεσε καὶ μετὰ τῶν ἄλλων εἶπέ τι καὶ τοιοῦτον αὐτοῖς· “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει.” Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ᾽ ὅμως οὐδεὶς οὐδέποτε ἐκείνων τοιοῦτον οὐδὲν οὔτε εἰς νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν. Οὐδ᾽ ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν, ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον κείμενον παρ᾽ αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων καὶ νεκρῶν τινῶν εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ᾽ αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ᾽ αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.

Καὶ τὴν αἰτίαν δὲ εἰ βούλεσθε ἐρῶ, διὰ τί τὰ ἄλλα πάντα ἀπηρυθριασμένως καὶ γυμνῇ ψευδόμενοι τῇ κεφαλῇ, τοιοῦτον οὐδέποτε οὐδὲν πλάσασθαι ἐτόλμησαν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ᾽ εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες ἐκεῖνοι, ὅτι τὸν μέλλοντα ἀπατᾶν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας καὶ πρὸς τὸ φωραθῆναι δυσδιάγνωστα συντιθέναι χρή. Καὶ γὰρ τοὺς δεινοὺς τῶν τε ἰχθύων τῶν τε ὀρνίθων θηρευτὰς ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα, ἀλλὰ τῷ δελέατι πάντοθεν αὐτὰ περιστείλαντας ἀκριβῶς οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους.

Εἰ δὲ ἐκκαλύψαντες αὐτὰ τοῖς ἁλίσκεσθαι μέλλουσιν οὕτω παρεῖχον ὁρᾶν, οὔτε ἰχθῦς οὔτε ὄρνις τῶν ἀρκύων ἐκείνων ἐντὸς ἂν ἐγένοντό ποτε, μᾶλλον δὲ οὐδ᾽ ἂν τὴν ἀρχὴν προσῆλθον αὐτοῖς, ἀλλὰ κεναῖς ἂν ἕκαστος οἴκαδε ἀπῆλθε χερσὶν ὅ τε θαλάττιος ὅ τε χερσαῖος θηρατής. Ἐπεὶ οὖν καὶ τούτοις σαγηνεύειν ἀνθρώπους προὔκειτο οὐκ ἔρριψαν γυμνὴν τὴν ἀπάτην εἰς τὸ τοῦ πέλαγος, ἀλλὰ πλασάμενοι καὶ συνθέντες τὰ δυνάμενα τοὺς ἀλογωτέρους ἑλεῖν περαιτέρω προελθεῖν ἐφείσαντο τῷ ψεύδει δεδοικότες τὴν ὑπερβολὴν καὶ φοβούμενοι μὴ τῇ τῶν δευτέρων ἀμετρίᾳ καὶ τὰ πρότερα ἀναλύσωσαν.

Εἰ γὰρ εἶπον ὅτι τοιοῦτόν τι παρ᾽ αὐτοῖς ἐπηγγείλατό τις οἷον ὁ ἡμέτερος Σωτὴρ τοῖς μαθηταῖς εἶπε τοῖς ἑαυτοῦ καὶ οἱ παρ᾽ αὐτῶν ἠπατημένοι κατεγέλασαν ἂν αὐτῶν ὡς οὐδὲ πιθανὰ ψεύσασθαι δυνηθέντων. Τὸ γὰρ τοιαῦτα καὶ προλέγειν καὶ πληροῦν μετὰ ἀληθείας, τῆς μακαρίας ἐκείνης δυνάμεως μόνης ἐστίν.

Εἰ δέ τι καὶ δαίμονες ἴσχυσάν ποτε φαντάσαι τοὺς ἠπατημένους μικρὸν, ἀλλ᾽ ὅτε οὔπω τοῦ φωτὸς ἡ πηγὴ γνώριμος ἦν τοῖς πολλοῖς. Καὶ τότε δὲ αὐτόθεν ἐδείκνυτο ὅτι δαιμόνων ἦν ἔργα τὰ τελούμενα τῇ τε ἄλλῃ ἀπάτῃ καὶ ταῖς θυσίαις αὐταῖς. Τὸ γὰρ ἀνθρωπίνοις αἵμασι τοὺς ἑαυτῶν προστάττειν φοινίττεσθαι βωμοὺς καὶ παρὰ τῶν σπειράντων τὰ τοιαῦτα αὐτοῖς κελεύειν ἱερεῖα καταβάλλεσθαι, τίνα οὐκ ἂν ἀποκρύψειε μανίας ὑπερβολήν;

Οἱ γὰρ μηδέποτε ἐκ τῶν ἡμετέρων κορεννύμενοι συμφορῶν μηδὲ εἰδότες ὅρον τινὰ καὶ πέρας τῆς μάχης τῆς πρὸς ἡμᾶς, ἀλλὰ ἀθάνατα λυττῶντες ἀεὶ καθάπερ οὐκ ἀρκοῦν αὐτῶν ἐμπλῆσαι τὸν θυμὸν τὸ γυναῖκας καὶ παῖδας ἀντὶ προβάτων καὶ βοῶν εἰς τοὺς αὐτῶν κατασφάττεσθαι βωμοὺς, ἐπενόησαν ξένην ἀνδροφονίας παρανομίαν καὶ καινότερον συμφορᾶς ἐπεισήγαγον τρόπον. Οὓς γὰρ ἔδει πενθεῖν τὰς τῶν ἀνῃρημένων σφαγὰς τούτους ἔπεισαν εἰς τὴν ἀθλίαν ἐκείνην μιαιφονίαν προάγειν αὐτούς.

Καὶ ἵνα μὴ μόνον οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες ἀτιμάζωνται νόμοι καὶ τοὺς τῆς φύσεως αὐτοὺς θεσμοὺς ἐκ βάθρων ἀνέσπασαν αὐτὴν καθ᾽ ἑαυτῆς ἐκβακχεύσαντες καὶ τὸν ἁπάντων ἐναγέστερον φόνον εἰς τὸν τῶν ἀνθρώπων εἰσάγοντες βίον. Οὐδένας γὰρ ἐχθροὺς οὕτως λοιπὸν ὡς τοὺς γεγεννηκότας ἅπαντες ἔδεισαν, καὶ οἷς ἐχρῆν μάλιστα πάντων θαρρεῖν τούτους μάλιστα πάντων δι᾽ ὑποψίας εἶχον καὶ ἀπεστρέφοντο. Οἱ γὰρ ἀλάστορες ἐκεῖνοι δι᾽ ὧν ὁ Θεὸς αὐτοὺς ἐπὶ τὴν θεωρίαν τοῦδε τοῦ κόσμου παρήγαγε διὰ τούτων αὐτοὺς ταύτης ἐκβαλεῖν ἐφιλονείκησαν τῆς δωρεᾶς, τοὺς πρὸς τὸ ζῆν ὑπηρετησαμένους τούτους καὶ τοῦ θανάτου καταστήσαντες αἰτίους ὥσπερ ἐπιδείξαι βουλόμενοι ὅτι πλέον αὐτοῖς οὐδὲν γέγονεν ἐκ τῆς ἀγαθότητος τοῦ Θεοῦ· οὐ γὰρ ἑτέρων δεήσονται σφαγῶν ἀλλὰ τῶν φυσαμένων αὐτῶν ταῦτα.

Τούτοις κἂν εἰ θαῦμά τι παρηκολούθησεν μέγα (μὴ ὅτι εἴ που τι καὶ ἐδείχθη μικρὸν καὶ οὐδενὸς ἄξιον λόγου καὶ πολλῆς γέμον ἀπάτης ἦν, ἀλλ᾽ εἰ καὶ μεγάλα ἦν τὰ γινόμενα) ταῦτα ἅπερ εἶπον τοῖς μὴ λίαν ἐξεστηκόσιν ἱκανὰ δεῖξαι τίνες ἦσαν οἱ καὶ ἐκεῖνα ἐργαζόμενοι, πῶς μιαροὶ καὶ παμμίαροι καὶ πάντα ἐπ᾽ ἐκτροπῇ καὶ τῆς ζωῆς καὶ τῆς καταστάσεως τεκταίνοντες τῆς ἡμετέρας.

Ἀλλ᾽ οὐχ ὁ Κύριος ἡμῶν Ἰησοῦς τοιοῦτον οὐδὲν ἐπέταξεν ἡμῖν, ἀλλὰ θαυμαστὸς ὢν διὰ τὰ τεράστια, διὰ τὰ προστάγματα τῶν θαυμάτων οὐχ ἧττον παρὰ πάντων ἂν προσκυνοῖτο δικαίως καὶ πιστεύοιτο εἶναι Θεός. Τὴν γὰρ παρανομίαν ταύτην αὐτὸς ἐλθὼν ἔλυσε, καὶ τὸ θαυμαστότερον ὅτι τῆς ἀγρίας καὶ ἀπηνοῦς τυραννίδος οὐ τοὺς προσκυνοῦντας αὐτὸν μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς βλασφημοῦντας αὐτὸν ἐκείνους ἀπήλλαξεν· οὐδὲ γὰρ Ἑλλήνων τις ἔτι τοιαύτας θυσίας τοῖς ἑαυτοῦ δαίμοσι προάγειν ἠνάγκασται.

Τοσαύτῃ πρὸς τὸ ἡμέτερον ἀεὶ φιλανθρωπίᾳ κέχρηται γένος, καὶ ὧν οἱ δαίμονες τοὺς ἑαυτῶν φίλους εἰργάσαντο κακῶν μείζονα ὁ Θεὸς τοὺς ἐχθροὺς ἐποίησεν ἀγαθά. Οἱ μὲν γὰρ δαίμονες τοὺς θεραπεύοντας αὐτοὺς καὶ τιμῶντας τῶν οἰκείων παίδων γενέσθαι σφαγέας ἠνάγκασαν· ὁ δὲ Χριστὸς τοὺς ἀποστρεφομένους αὐτὸν τούτων τῶν ἐπιταγμάτων ἀπήλλαξε, καὶ τῆς θηριώδους λειτουργίας τὴν ἀτέλειαν καὶ τὴν θαυμαστὴν ταύτην εἰρήνην οὐκ εἰς τοὺς οἰκείους μόνους συνέκλεισεν ἀλλὰ καὶ εἰς τοὺς ἀλλοτρίους ἐξήγαγε, δεικνὺς ὅτι ἐκεῖνοι μὲν τύραννοί τινες καὶ τοῦ γένους ἡμῶν ἐχθροὶ καὶ λυμεῶνες εἰσι δι᾽ ὃ καὶ τοῖς ᾠκειωμένοις ὡς ἀλλοτρίοις ἐκέχρηντο· καὶ γὰρ ἦσαν ἀλλότριοι. Ὁ δὲ βασιλεὺς καὶ δημιουργὸς καὶ σωτὴρ τοῦ παντὸς γένους ἀνθρώπων αὐτὸς ἦν διὸ καὶ τῶν ἠλλοτριωμένων ὡς ἰδίων ἐφείδετο.

Καὶ γὰρ ἦν ἴδιον ἔργον αὐτοῦ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις καθὼς καὶ ὁ μαθητὴς αὐτοῦ φησιν· “Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.” Ἀλλὰ πᾶσαν μὲν αὐτοῦ καταλέγειν τὴν φιλανθρωπίαν οὐ τοῦ παρόντος καιροῦ—ἀλλὰ κἂν πάντας τοὺς αἰῶνας περὶ αὐτῆς φθέγγηταί τις, κἂν τοσαύτην ἔχῃ δύναμιν ὅσην τὰς ἀσωμάτους δυνάμεις εἰκὸς οὐδὲ οὕτως ἐφάψεται τῆς ἀξίας ποτέ. Ὅσον γάρ ἐστιν ἀγαθὸς μόνος οἶδεν αὐτὸς ἐπειδὴ καὶ μόνος ἐστὶν οὕτως ἀγαθός. Ὅρα γοῦν οἷα τοῖς μαθηταῖς φησιν· “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει.” Οὐδὲ γὰρ ἂν τοσαύτης αὐτοῖς μετέδωκε τῆς τιμῆς μὴ λίαν καὶ ἀπείρως ὢν ἀγαθός.

Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη ποῦ τέλος ἔσχεν οὗτος ὁ χρησμός, τὸ βιβλίον μετὰ χεῖρας λαβὼν ὃ καλεῖται μὲν Πράξεις Ἀποστόλων, ἔχει δὲ αὐτὰς οὐ πάσας ἀλλ᾽ οὐδὲ πάντων αὐτῶν, ἀλλ᾽ ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν.

Εἰ δέ τις ταῦτα τῦφον εἶναι λέγοι καὶ τερατείαν πλασμάτων ἀπίθανον ἀλλὰ τά γε νῦν ὁρώμενα ἱκανὰ τὸ βλάσφημον ἐμφράξαι στόμα καὶ καταισχῦναι καὶ τὴν ἀχαλίνωτον γλῶτταν ἐπισχεῖν. Οὐ γὰρ ἔστιν ἐν τῇ καθ᾽ ἡμᾶς οἰκουμένῃ οὐ χώρα, οὐκ ἔθνος, οὐ πόλις ἔνθα ταῦτα οὐκ ᾄδεται τὰ παράδοξα οὐκ ἂν θαυμασθέντα ποτὲ εἰ πλάσματα ἦν.

Καὶ τοῦ λόγου τὴν μαρτυρίαν ὑμεῖς ἂν παράσχοιτε ταύτην ἡμῖν. Οὐ γὰρ δεησόμεθα παρ᾽ ἑτέρων τὴν πίστιν τῶν λεγομένων λαβεῖν ὑμῶν τῶν ἐχθρῶν ταύτην παρεχομένων ἡμῖν. Εἰπὲ γάρ μοι, διὰ τί τὸν Ζωροάστρην ἐκεῖνον καὶ τὸν Ζάμολξιν οὐδὲ ἐξ ὀνόματος ἴσασιν οἱ πολλοὶ μᾶλλον δὲ οὔδενες πλὴν ὀλίγων τινῶν;

Ὅτι πλάσματα ἦν τὰ περὶ ἐκείνων λεγόμενα ἅπαντα. Καίτοι κἀκεῖνοι καὶ οἱ τὰ ἐκείνων συνθέντες δεινοὶ γενέσθαι λέγονται οἱ μὲν γοητείαν εὑρεῖν καὶ ἐργάσασθαι οἱ δὲ συσκιάσαι ψεῦδος τῇ τῶν λόγων πιθανότητι. Ἀλλὰ πάντα μάτην γίνεται καὶ εἰκῆ ὅταν ἡ τῶν λεγομένων ὑπόθεσις σαθρὰ καὶ ψευδὴς οὖσα τύχῃ ὥσπερ οὖν ὅταν ἰσχυρὰ καὶ ἀληθὴς πάντα πάλιν μάτην γίνεται καὶ εἰκῆ τὰ πρὸς ἀνατροπὴν ἐπινοούμενα παρὰ τῶν ἐχθρῶν.

Οὐδεμιᾶς γὰρ δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχύς, ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα καὶ ὑψηλοτέρα ἄνεισι τῶν εἰκῆ κοπτόντων ἑαυτοὺς καὶ μαινομένων καταγελῶσα. Τὰ μὲν γὰρ παρ᾽ ἡμῖν ἅ φατε πλάσματα εἶναι καὶ τύραννοι καὶ βασιλεῖς καὶ λόγων ἄμαχοι σοφισταὶ ἤδη δὲ καὶ φιλόσοφοι καὶ γόητες καὶ μάγοι καὶ δαίμονες καθελεῖν ἐσπούδασαν, καὶ “ἐξησθένησεν ἐπ᾽ αὐτοὺς ἡ γλῶσσα αὐτῶν” (κατὰ τὸν προφητικὸν λόγον) καὶ “Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.” Οἱ μὲν γὰρ βασιλεῖς τοσοῦτον ἐκέρδαναν ἐκ τῆς καθ᾽ ἡμῶν ἐπιβουλῆς ὅσον θηριωδίας δόξαν παρὰ πᾶσιν ἔλαβον. Διὰ γὰρ τὸν κατὰ τῶν μαρτύρων θυμὸν εἰς τὴν τῆς κοινῆς φύσεως ἐξενεχθέντες ἀπήνειαν μυρίοις ἑαυτοὺς οὐ συνεῖδον περιβαλόντες ὀνείδεσιν. Οἱ δὲ φιλόσοφοι καὶ δεινοὶ ῥήτορες δόξαν πολλὴν οἱ μὲν ἐπὶ σεμνότητι οἱ δὲ ἐπὶ λόγων δυνάμει παρὰ τοῖς πολλοῖς ἔχοντες μετὰ τὴν πρὸς ἡμᾶς μάχην καταγέλαστοι γεγόνασι καὶ παίδων ληρούντων ἁπλῶς οὐδὲν διαφέρειν ἔδοξαν.

Ἀπὸ γὰρ ἐθνῶν καὶ δήμων τοσούτων οὐ σοφόν τινα, οὐκ ἄσοφον, οὐκ ἄνδρα, οὐ γυναῖκα ἀλλ᾽ οὐδὲ παιδίον μικρὸν μεταπεῖσαι ἴσχυσαν, ἀλλὰ τοσοῦτός ἐστι τῶν ὑπ᾽ αὐτῶν γεγραμμένων ὁ γέλως ὥστε ἀφανισθῆναι καὶ τὰ βιβλία πάλαι καὶ ἅμα τῷ δειχθῆναι καὶ ἀπολέσθαι τὰ πολλά. Εἰ δέ που τι καὶ εὑρεθείη διασωθὲν παρὰ Χριστιανοῖς τοῦτο σωζόμενον εὕροι τις ἄν. Τοσοῦτον ἀπέχομεν βλάβην τινὰ παρὰ τῆς ἐκείνων ὑποπτεύειν ἐπιβουλῆς, οὕτω καταγελῶμεν τῆς πολλῆς τῶν μηχανημάτων αὐτῶν περιεργίας. Οὔτε γὰρ εἰ τὰ σώματα ἀδαμάντινα καὶ ἄφθαρτα ἦν ἡμῖν “σκορπίους” καὶ “ὄφεις” καὶ πῦρ ταῖς χερσὶν ἐπισφίγγοντες ἐδείσαμεν ἂν ἀλλὰ καὶ ἐπεδειξάμεθα· οὔτε ἐπειδὴ τὰς ψυχὰς ἡμῖν καὶ τὴν πίστιν τοιαύτην κατεσκεύασεν ὁ Χριστὸς τὰ φάρμακα τῶν ἐχθρῶν ἔχοντες δεδοίκαμεν. Εἰ γὰρ ἐπάνω “ὄφεων” καὶ “σκορπίων” καὶ πάσης τοῦ διαβόλου τῆς τυραννίδος “πατεῖν” ἡμῖν ἐπιτέτακται πολλῷ μᾶλλον ἐπάνω σκωλήκων καὶ κανθάρων. Τοσοῦτον γὰρ τὸ μέσον τῆς τούτων βλάβης πρὸς τὴν ἐκείνου τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.

Καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα τὰ δὲ ὑμέτερα. Ἐπολέμησε μὲν αὐτοὺς οὐδεὶς οὐδέποτε, οὐδὲ γὰρ θέμις Χριστιανοῖς ἀνάγκῃ καὶ βίᾳ καταστρέφειν τὴν πλάνην ἀλλὰ καὶ πειθοῖ καὶ λόγῳ καὶ προσηνείᾳ τὴν τῶν ἀνθρώπων ἐργάζεσθαι σωτηρίαν. Ὅθεν οὐδεὶς τῶν τὰ τοῦ Χριστοῦ φρονούντων βασιλεὺς δόγματα καθ᾽ ὑμῶν ἔθηκε τοιαῦτα οἷα καθ᾽ ἡμῶν οἱ τὰ τῶν δαιμόνων θεραπεύσαντες ἐπενόησαν.

Ἀλλ᾽ ὅμως τοσαύτης ἀπολαύσασα ἡσυχίας καὶ ὑπ᾽ οὐδενὸς ἐνοχληθεῖσά ποτε τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἡ πλάνη ἀφ᾽ ἑαυτῆς ἐσβέσθη καὶ περὶ ἑαυτὴν διέπεσε καθάπερ τῶν σωμάτων τὰ τηκεδόνι παραδοθέντα μακρᾷ καὶ μηδενὸς αὐτὰ βλάπτοντος αὐτόματα φθείρεται καὶ διαλυθέντα κατὰ μικρὸν ἀφανίζεται. Ὥστε εἰ καὶ μὴ τέλεον ὁ σατανικὸς οὗτος ἐξήλειπται γέλως ἀπὸ τῆς γῆς, ἀλλ᾽ ἱκανά γε τὰ ἤδη γενόμενα πιστώσασθαι καὶ ὑπὲρ τῶν μελλόντων ὑμᾶς.

Τοῦ γὰρ πλείονος καθαιρεθέντος ἐν οὕτω χρόνῳ βραχεῖ περὶ τοῦ λειπομένου οὐδεὶς φιλονεικήσει λοιπόν. Οὐδὲ γὰρ πόλεως ἁλούσης καὶ τειχῶν κατενεχθέντων καὶ βουλευτηρίων καὶ θεάτρων καὶ περιπάτων κατακαυθέντων καὶ τῶν ἐν ἡλικίᾳ πάντων ἀνῃρημένων στοάς τις ἰδὼν ἡμικαύστους καὶ οἰκιῶν ὀλίγων ἑστῶτα μέρη καὶ γραίδια μετὰ παιδίων μικρῶν ἀμφισβητήσειε τῷ νικήσαντι καὶ περιγενομένῳ τοῦ πλείονος ὡς οὐ δυναμένῳ κατεργάσασθαι τὸ περιλειφθέν. Ἀλλ᾽ οὐ τά γε τῶν ἁλιέων τοιαῦτα, ἀλλὰ καθ᾽ ἑκάστην ἀνθεῖ τὴν ἡμέραν· καὶ ταῦτα οὐ δι᾽ εὐρυχωρίας τινὸς καὶ ἀνέσεως εἰς τὸν ἡμέτερον εἰσαχθέντα βίον ἀλλὰ διὰ θλίψεως καὶ πολέμων καὶ μάχης.

Ὁ μὲν γὰρ Ἑλληνισμὸς πανταχοῦ τῆς γῆς ἐκταθεὶς καὶ τὰς ἁπάντων ἀνθρώπων ψυχὰς κατασχὼν οὕτως ὕστερον μετὰ τὴν τοσαύτην ἰσχὺν καὶ τὴν ἐπίδοσιν ὑπὸ τῆς τοῦ Χριστοῦ κατελύθη δυνάμεως· τὸ δὲ κήρυγμα τὸ ἡμέτερον οὐ μετὰ τὸ διαδοθῆναι πανταχοῦ καὶ στῆναι βεβαίως ἔσχε τοὺς πολεμοῦντας, ἀλλὰ πρὶν ἢ παγῆναι καὶ φυτευθῆναι ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐξ αὐτῶν τῶν προοιμίων πρὸς ἅπασαν ἠναγκάζετο παρατάττεσθαι τὴν οἰκουμένην· “Πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.” Οὕτω γὰρ τοῦ σπινθῆρος τῆς πίστεως ἀφθέντος καλῶς ποταμοὶ καὶ ἄβυσσοι πάντοθεν ἐπέρρεον.

Ἴστε δὲ δήπου ὡς οὐκ ἔστιν ἴσον τὸ μυρίοις ἔτεσι ῥιζωθὲν ἀνασπάσαι φυτὸν καὶ τὸ ἐπὶ τῆς γῆς ἄρτι τεθέν. Ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἐπέκλυζε μὲν ἔτι μικρὸν ὄντα τὸν σπινθῆρα ὡς ἔφην τῆς εὐσεβείας τὸ τῶν ἐναντίων πέλαγος, ὁ δὲ οὐ μόνον οὐκ ἐσβέννυτο τούτῳ, ἀλλὰ καὶ μείζων γινόμενος καὶ φαιδρότερος πάντα ἐπῄει ταχέως τὰ μὲν τῶν ἐχθρῶν καταλύων καὶ ἀναλίσκων εὐκόλως τὰ δὲ τῶν οἰκείων ἀνιστῶν καὶ πρὸς ὕψος ἄφατον αἴρων καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.

Τὸ δὲ αἴτιον οὐκ ἦν τῶν ἁλιέων ἐκείνων οὔτε τὰ ῥήματα οὔτε τὰ θαύματα ἀλλὰ τῆς εἰς αὐτοὺς ἐνεργούσης δυνάμεως τοῦ Χριστοῦ. Τῶν γὰρ ταῦτα ἐργασαμένων ὁ μὲν ἦν σκηνοποιὸς (ὁ Παῦλος) ὁ Πέτρος δὲ ἁλιεὺς καὶ οὐκ ἂν οὕτως εὐτελέσι καὶ ταπεινοῖς πλάσαι τι τοιοῦτον ἐπῆλθέ ποτε πλὴν εἰ μαίνεσθαί τις αὐτοὺς φαίη καὶ παραπαίειν. Ὅτι δὲ οὐκ ἐμαίνοντο δῆλον ἐξ ὧν εἰπόντες κατώρθωσαν καὶ ἐκ τῶν ἔτι καὶ νῦν πειθομένων αὐτοῖς.

Οὐκ ἂν οὖν ποτε τοιαῦτα ἐψεύσαντο οὐδὲ ἐκόμπασαν ἁπλῶς. Καὶ γὰρ ὅπερ ἀρχόμενος ἔφην· ὁ μέλλων ἐξαπατᾶν ψεύδεται μὲν ψεύδεται δὲ οὐχ οὕτως ὡς πᾶσι γενέσθαι καταφανής. Εἰ γὰρ καὶ τῶν πραγμάτων ἐκβεβηκότων καὶ τοσούτων μαρτυρούντων τῷ τέλει, τῶν τε ἐν ἐκείνοις πιστευσάντων τοῖς χρόνοις καὶ τῶν ἐξ ἐκείνου πανταχοῦ ταῦτα ᾀδόντων, οὐ παρ᾽ ἡμῖν μόνον ἀλλὰ καὶ παρὰ βαρβάροις καὶ τοῖς ἐκείνων μᾶλλον ἐκτεθηριωμένοις, ὅμως εἰσί τινες, μετὰ τοσαῦτα τεκμήρια καὶ τῆς οἰκουμένης ἁπάσης ὡς εἰπεῖν τὴν μαρτυρίαν, οἳ διαπιστοῦσι τοῖς γεγενημένοις—καὶ πολλοὶ οὕτως ἀβασανίστος καὶ ἀνεξετάστως—τίς ἂν παρὰ τὴν ἀρχὴν μήτε πράγματα θεασάμενος μήτε μαρτυρίας ἀξιοπίστους τούτων ἔχων ταύτην ἂν τὴν πίστιν ἐδέξατο τῇ ψυχῇ; Τί δαὶ ὅλως καὶ ἐξεπῆρε πλάσαι καὶ συνθεῖναί τι τοιοῦτον αὐτούς;

Οὔτε γὰρ λόγων ἰσχύι—πῶς γὰρ ὧν θάτερος οὐδὲ γράμματα ὅλως ἠπίστατο; —οὔτε χρημάτων ἐθάρρουν περιουσίᾳ καὶ γὰρ τῆς ἀναγκαίας μόλις εὐπόρουν τροφῆς ἀπὸ τῆς τῶν χειρῶν τεχνῆς διαζῶντες ἀμφότεροι. Ἀλλ᾽ οὐδὲ ἐπὶ γένους λαμπρότητι παρῆν αὐτοῖς μεγαλοφρονεῖν· τοῦ μὲν γὰρ οὐδὲ τὸν πατέρα ἴσμεν ὅστις ἦν οὕτως ἦν ἄσημος καὶ ἀφανής, τοῦ Πέτρου δὲ δῆλος μέν ἐστιν ὁ πατὴρ, τοσοῦτον δὲ ἔχει θατέρου πλέον ὅσον τὴν προσηγορίαν αὐτοῦ γνώριμον ἡμῖν ἐποίησαν αἱ Γραφαὶ μόνον καὶ τοῦτο διὰ τὸν υἱόν. Εἰ δὲ καὶ χώραν τις καὶ ἔθνος ἐξετάζειν βούλοιτο τὸν μὲν Κίλικα εὑρήσει τὸν δὲ πόλεως ἀσημοῦ πολίτην μᾶλλον δὲ οὐδὲ πόλεως ἀλλὰ κώμης τῆς ἐσχάτης, ἀπὸ Βηθσαιδὰ γὰρ (τῆς Γαλιλαίας δέ ἐστι χωρίον οὕτως καλούμενον ἐξ ἧς ὁ μακάριος ἐκεῖνος ἦν). Καὶ τὰς τέχνας δέ τις αὐτῶν ἀκούσας ὄψεται οὐδὲν μέγα ἐχούσας καὶ σεμνόν· τοῦ μὲν γὰρ ἁλιέως ὁ σκηνοποιὸς τιμιώτερος τῶν δὲ ἄλλων χειροτεχνῶν εὐτελέστερος.

Πόθεν οὖν, εἰπέ μοι, πόθεν πρᾶγμα τοσοῦτον ὑποκρίνασθαι ἐτόλμησαν; Ποίαις ἐπαρθέντες ἐλπίσι; Τίνι θαρρήσαντες; Ἆρα τῷ καλάμῳ καὶ τῷ ἀγκίστρῳ ἢ τῇ σμίλῃ καὶ τῷ τρυπάνῳ; Οὐκ ἀπελθόντες ἀπάγξεσθέ που ἢ καὶ κατακρημνίσετε ἑαυτοὺς τοσαύτην ὀφλισκάνοντες ἄνοιαν;

Θῶμεν δὲ εἰ βούλεσθε καθ᾽ ὑμᾶς καὶ τὸ ἀδύνατον τοῦτο γενέσθαι δυνατὸν, καὶ τὸν μὲν ἀπὸ τῆς λίμνης ἀνελθόντα λέγειν ὅτι ἡ σκιὰ τοῦ σώματος τοῦ ἐμοῦ νεκροὺς ἀνέστησε, τὸν δὲ ἐκπηδήσαντα τῶν τοῦ σκηνορραφείου δέρρεων τὰ αὐτὰ δὴ ταῦτα κομπάζειν ἐκείνῳ περὶ τῶν ἱματίων αὐτοῦ. Τίς οὕτως ἐμεμήνει τῶν ταῦτα ἀκουόντων ὡς ψιλοῖς ῥήμασι πιστεῦσαι περὶ πραγμάτων τοιούτων; Διὰ τί δὲ μηδεὶς ἐκείνων τῶν χρόνων χειροτέχνης ἀνὴρ εἶπέ τι περὶ ἑαυτοῦ τοιοῦτόν ποτε ἢ ἕτερός τις περὶ αὐτοῦ; Καίτοι εἰ τὰ ἡμέτερα πλάσματα ἦν τοὺς μετ᾽ ἐκείνους εὐκολώτερον τὰ τοιαῦτα ψεύδεσθαι εἰκὸς ἦν.

Ἐκεῖνοι μὲν γὰρ οὐκ εἶχον εἰς ἑτέρους ἀνενεγκόντες ὑπὲρ τούτων ἐλπίσαι τοῦ πράγματος περιέσεσθαι, οἱ δὲ μετ᾽ ἐκείνους εἰς ἐκείνους ὁρῶντες προχειρότερον ἂν τοῦ πλάσματος κατετόλμησαν τοῦ παραδείγματος τῶν προτέρων τοῖς δευτέροις παρακελευομένου θαρρεῖν ὡς οὐδενὸς ἐν τῇ γῇ νοῦν ἔχοντος ἀλλὰ πάντων ἐξεστηκότων καὶ μεμηνότων, καὶ τοῖς βουλομένοις ἐξὸν ἅπασιν ἅπερ ἂν θέλωσι περὶ ἑαυτῶν λέγειν τε καὶ πιστεύεσθαι.

Λῆρος ταῦτα καὶ γέλως καὶ μωρίας Ἑλληνικῆς ῥήματα. Καθάπερ γὰρ ἂν εἴ τις προαχθείη τοξεύειν τὸν οὐρανὸν ὡς διαρρήξων αὐτὸν τοῖς αὐτοῦ βέλεσιν ἢ τὸν ὠκεανὸν ἐξαντλεῖν ὡς κενώσων αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν οὐδεὶς ὅστις οὐ γελάσεται τῶν ἀστειοτέρων αὐτόν, οἱ δὲ σεμνότεροι καὶ δακρύσονται δάκρυσι πολλοῖς, οὕτως ὅταν ἡμῖν Ἕλληνες ἀντιλέγωσι γελᾷν αὐτοὺς καὶ δακρύειν καλόν· πολλῷ γὰρ τοῦ τὸν οὐρανὸν τρώσειν ἐλπίζοντος καὶ τὴν ἄβυσσον κενώσειν ἀπορωτέροις ἐπιχειροῦσι πράγμασιν. Οὔτε γὰρ τὸ φῶς ἔσται σκότος ποτὲ ἕως ἂν ᾖ φῶς οὔτε ἡ τῶν παρ᾽ ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται· ἀλήθεια γάρ ἐστι ταύτης δὲ ἰσχυρότερον οὐδέν.