Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η παρρησία του αγίου Βαβύλα έναντι της κοσμικής εξουσίας

Η θαρραλέα στάση του αγίου Βαβύλα, ο οποίος εκβάλλει τον ασεβή αυτοκράτορα από την Εκκλησία. Σύγκριση της αληθινής χριστιανικής παρρησίας με την υποκριτική συμπεριφορά και την ηθική κατάπτωση των Ελλήνων φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 10

Τίς οὖν ὁ νόμος; Τοῖς ἡμαρτηκόσι μὴ κατὰ πόδας τὴν τιμωρίαν ἐπάγειν, ἀλλ᾽ ἐνδιδόναι τῷ πεπλημμεληκότι χρόνους καὶ προθεσμίαν τὸ πλημμεληθὲν ἀποδύσασθαι, καὶ διὰ τῆς μετανοίας ἐξισωθῆναι τοῖς οὐδὲν εἰργασμένοις δεινόν· ὅπερ καὶ τότε ἐνεδείξατο εἰς τὸν δείλαιον ἐκεῖνον ὁ Θεός. Ἐγίνετο δὲ πλέον οὐδὲν ἀλλ᾽ ἔμενεν ἀδιόρθωτος. Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν οὐδὲ ἐνέλιπε τὰ παρ᾽ αὐτοῦ ποιῶν ἀλλ᾽ αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν, ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν. Τὸ δὲ φάρμακον καὶ ὁ τῆς ἰατρείας τρόπος τοιοῦτος ἦν.

Ἔτυχε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ᾽ ὃν τὸ ἀπηνὲς τοῦτο δρᾶμα ἐτολμᾶτο καὶ ἐλεεινὸν ἄνδρα τινὰ μέγαν καὶ θαυμαστὸν— εἴ γε δεῖ αὐτὸν ἄνδρα καλεῖν—τῆς ποίμνης ἐπιμελεῖσθαι τῆς παρ᾽ ἡμῖν· Βαβύλας ἦν ὄνομα αὐτῷ. Οὗτος τότε τοῦ Χριστοῦ τὴν ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην παρήλασε μὲν οὐκ ἂν εἴποιμι μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν. Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων οὐδὲ ἑνὸς ἔθνους βασιλέα ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον καὶ πολλὰ μὲν ἔθνη πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον καὶ πάντοθεν ὄντα φοβερὸν ἀπό τε τῆς τῶν τρόπων θρασύτητος ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον οὕτω τῆς ἐκκλησίας ἐξέβαλε μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας μεθ᾽ ὅσης ἂν ποιμὴν πρόβατον φώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος.

Καὶ ταῦτα ἔπραττεν ἔργῳ τὸν τοῦ Σωτῆρος λόγον βεβαιῶν ὅτι μόνος “δοῦλός ἐστιν ὁ τὴν ἁμαρτίαν ποιῶν,” κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους, κἂν ἁπάντων δοκῇ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων κρατεῖν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδὼς πονηρὸν κἂν ἐν τῇ τῶν ὑπηκόων καταλέγηται τάξει πάντων ἐστὶ βασιλέων βασιλικώτερος.

Αὐτίκα γοῦν τὸν ἄρχοντα διέταττεν ὁ ἀρχόμενος καὶ τῷ κρατοῦντι πάντων ἔκρινεν ὁ ὑπήκοος καὶ τὴν καταδικάζουσαν αὐτὸν ψῆφον ἔφερε. Σὺ δὲ ταῦτα ἀκούων μὴ παρέλθῃς τὸ λεχθέν. Ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ᾽ ἑαυτὸ τοῦτο ἀπαγγελθὲν ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ διαναστῆσαι καὶ ἐκπλῆξαι τὰς τῶν ἀκουόντων ψυχάς.

Εἰ δὲ βούλει τὸ θαῦμα ἅπαν καταμαθεῖν ἀκριβῶς μὴ ψιλῷ τῷ ῥήματι πρόσεχε ἀλλ᾽ ὑπόγραψον τοὺς δορυφόρους, τοὺς ὑπασπιστάς, τοὺς στρατηγούς, τοὺς ἄρχοντας—τοὺς ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφομένους, τοὺς ἐπὶ τῶν πόλεων τεταγμένους—τὸν τῦφον τῶν προηγουμένων, τῶν ἑπομένων τῶν σοβούντων τὸ πλῆθος, τὴν ἄλλην θεραπείαν ἅπασαν. Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον καὶ ἀλουργίδος καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς.

Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ᾽ ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον τὸν μακάριον Βαβύλαν καὶ τὸ σχῆμα τὸ ταπεινὸν καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν καὶ τὴν συντετριμμένην ψυχὴν καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς τότε γνώσῃ τὸ θαῦμα καλῶς μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς. Τὴν γὰρ παρρησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ᾽ ἂν ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς. Καὶ τὸ παράστημα τῆς τοῦ γενναίου ψυχῆς μόνος ἐκεῖνος δύναιτ᾽ ἂν εἰδέναι καλῶς ὁ δυνηθεὶς εἰς τὴν αὐτὴν αὐτῷ τῆς παρρησίας φθάσαι κορυφῆν.

Πῶς γὰρ προσῆλθεν ὁ γέρων; Πῶς τοὺς δορυφόρους διέκοψε; Πῶς τὸ στόμα διῆρε; Πῶς ἐφθέγξατο; Πῶς ἐπετίμησε; Πῶς τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισε τὸ φλεγμαῖνον ἔτι τῷ θυμῷ καὶ ζέον τῷ φόνῳ; Πῶς ἀπώσατο τὸν ἀνδροφόνον; Οὐδὲν αὐτὸν τῶν δρωμένων κατέπληξε καὶ τῆς προθέσεως ἐξέκρουσεν.

Ὢ ψυχῆς ἀκαταπλήκτου καὶ διανοίας ὑψηλῆς, ὢ φρενῶν οὐρανίων καὶ παραστήματος ἀγγελικοῦ. Ὥσπερ γὰρ ἐν τοίχῳ γεγραμμένην ἅπασαν τὴν φαντασίαν ἐκείνην ὁρῶν οὕτως ἀταράχως ἅπαντα ἔπραττεν ὁ γενναῖος ἀνήρ.

Καὶ γὰρ ἦν πεπαιδευμένος ἀπὸ τῶν θείων δογμάτων ὅτι σκιὰ καὶ ὄναρ καὶ τούτων οὐδαμινώτερα ἅπαντα τὰ τοῦ κόσμου πράγματα. Διὰ τοῦτο οὐδὲν αὐτὸν τούτων καταπτῆξαι ἐποίησεν ἀλλὰ καὶ μᾶλλον ἐθάρρυνεν. Ἡ γὰρ ὄψις ἐκείνη τῶν ὁρωμένων τὴν διάνοιαν παρέπεμπεν ἐπὶ τὸν ἄνω βασιλέα τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ καὶ βλέποντα ἀβύσσους, ἐπὶ τὸν θρόνον τὸν ἔνδοξον καὶ ὑψηλὸν, ἐπὶ τὴν στρατιὰν τὴν οὐράνιον, ἐπὶ τὰς μυριάδας τῶν ἀγγέλων, ἐπὶ τὰς χιλιάδας τῶν ἀρχαγγέλων, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν τοῦ πυρὸς ποταμὸν, ἐπὶ τὸν κριτὴν αὐτόν. Διά τοι τοῦτο ὅλον ἑαυτὸν μεταστήσας ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ὡς ἐκείνῳ τῷ δικαστῇ παρεστὼς καὶ αὐτοῦ κελεύοντος ἀκούων τὸν ἐναγῆ καὶ μιαρὸν τῆς ἱερᾶς ἀγέλης ἐξωθεῖν, οὕτως ἐξέβαλλε καὶ τῶν λοιπῶν προβάτων ἀφώριζε καὶ πρὸς οὐδὲν ἐπεστρέφετο τῶν ὁρωμένων καὶ δοκούντων εἶναι φοβερῶν ἀλλ᾽ ἀνδρείως αὐτὸν μάλα καὶ γενναίως ἀπωσάμενος παρέστη τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις.

Καίτοι πόσῃ περὶ τοὺς λοιποὺς αὐτὸν παρρησίᾳ κεχρῆσθαι εἰκός; Ὁ γὰρ τῷ κρατοῦντι μετὰ τοσαύτης ἐξουσίας προσενεχθεὶς τίνα τῶν λοιπῶν ἔδεισεν ἄν; Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπέχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα—πολλὰ δὲ τὰ ἀνθρώπινα—γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως. Εἰ γὰρ “στολισμὸς ἀνδρὸς καὶ γέλος ὀδόντων καὶ βῆμα ποδὸς ἀπαγγέλλει τὰ περὶ αὐτοῦ,” πολλῷ μᾶλλον τὰ τοσαῦτα κατορθώματα πᾶσαν ἡμῖν ἱκανὰ τοῦ λοιποῦ βίου παραδεῖξαι τὴν ἀρετήν. Οὐδὲ γὰρ ἐπὶ τῇ παρρησίᾳ μόνον αὐτὸν θαυμάζειν χρὴ ἀλλὰ καὶ ἐπὶ τῷ μέχρι τοσούτου τὴν παρρησίαν ἐκτεῖναι καὶ ἐπὶ τῷ πάλιν μηδὲν προσθεῖναι πλέον αὐτῇ.

Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ σοφία μήτε ἐλλιπῶς μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα ἀλλὰ πανταχοῦ τὴν συμμετρίαν φυλάττουσα. Καίτοι γε ἐνῆν εἴπερ ἐβούλετο καὶ περαιτέρω προελθεῖν. Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν—οὐδ᾽ ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς—μετ᾽ ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν. Ἀλλ᾽ οὐδὲν τούτων ἐποίησε· τῷ γὰρ ἅλατι τῷ πνευματικῷ τὴν ψυχὴν ἠρτυμένος ἦν, δι᾽ ὅπερ οὐδὲν ἔπραττεν εἰκῆ καὶ μάτην, ἀλλὰ πάντα κρίσει λογισμῶν ὀρθῇ καὶ μετὰ καταστάσεως ὑγιοῦς.

Οὐ καθάπερ οἱ παρ᾽ Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι— ἀλλ᾽ οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς. Διὰ τοῦτο καὶ τὴν τομὴν οὔτε ἐπιπόλαιον ἔδωκεν ὥστε μὴ πλέον τοῦ νενοσηκότος ἐναπομεῖναι μέρος οὔτε βαθυτέραν τοῦ δέοντος ὥστε μὴ τῷ περιττῷ τῆς πληγῆς λυμήνασθαι τὴν ὑγίειαν πάλιν, ἀλλὰ συμμετρήσας τῷ νοσήματι τὴν πληγὴν οὕτω τὴν ἀρίστην ἰατρείαν εἰργάσατο. Ἐντεῦθεν αὐτὸν καὶ θυμοῦ καὶ δειλίας καὶ ἀλαζονείας καὶ δοξομανίας καὶ ἀπεχθείας καὶ φόβων καὶ κολακείας θαρρούντως ἀπεφηνάμην εἶναι καθαρόν.

Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν. Καὶ ὅτι τοῦτο ἐκείνου θαυμαστότερον πολλοὺς ἂν εὕροι τις τούτου μὲν περιγεγονότας ὑπ᾽ ἐκείνου δὲ ἡττηθέντας. Τὸ μὲν γὰρ ἁπλῶς παρρησιάσασθαι καὶ τῶν τυχόντων πολλοῖς ἐστί, τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἐπεὶ καὶ τὸν μακάριον Δαυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ “ἄνδρα αἱμάτων” ἐκάλεσεν—ἀλλ᾽ οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν. Δεῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.

Καὶ γὰρ ἰατρῶν παῖδες ὅταν τέμνειν τὰ σεσηπότα δέῃ τῶν μελῶν ἢ τὰ φλεγμαίνοντα καταστέλλειν οὐκ ὀργῆς πρότερον γεμίσαντες ἑαυτοὺς οὕτως ἐπὶ τὴν ἰατρείαν ἔρχονται, ἀλλὰ τότε μάλιστα ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάζουσι φυλάττειν τὸν λογισμὸν ὥστε μὴ τῇ τέχνῃ λυμήνασθαι τὴν ἐκείνου ταραχήν. Εἰ δὲ σῶμά τις θεραπεύειν μέλλων τοσαύτης δεῖται γαλήνης, τὸν ψυχὰς ἰατρεύοντα ποῦ τάξομεν, εἰπέ μοι, καὶ πόσην ἀπαιτήσομεν φιλοσοφίαν;

Πολλῷ μείζονα δῆλον ὅτι καὶ τοσαύτην ὅσην ὁ ἀγαθὸς ἐκεῖνος ἐπεδείξατο μάρτυς. Καθάπερ γάρ τινας ὅρους καὶ κανόνας ἡμῖν τίθησιν ἵν᾽ ἐξ ἐκείνων τὰ μέτρα καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν ἀναλογίαν λαμβάνωμεν, οὕτω τὸν δείλαιον ἐκεῖνον ἀπὸ τῶν ἱερῶν περιβόλων ἀπώσατο.

Καὶ δοκεῖ μὲν ἓν κατόρθωμα εἶναι τὸ γεγονὸς, εἰ δέ τις αὐτὸ διασκέψαιτο καὶ ἀναπτύξας πάντοθεν κατοπτεύσειεν ἀκριβῶς καὶ δεύτερον καὶ τρίτον συμπεφυκὸς εὑρήσει καλὸν καὶ πολὺν τῆς ὠφελείας τὸν θησαυρόν. Ὁ μὲν γὰρ ἀπελαυνόμενος τότε εἷς μόνος ἦν οἱ δὲ ἐκείνου κερδαίνοντες πολλοί. Τῆς γὰρ ἀρχῆς τῆς ὑπὸ τῷ τυράννῳ κειμένης—αὕτη δὲ ἦν τὸ πλεῖστον τῆς οἰκουμένης μέρος—ὅσοιπερ ἂν ἦσαν ἄπιστοι κατεπλάγησαν καὶ ἐθαύμασαν μαθόντες ὅσης τοῖς ἑαυτοῦ δούλοις ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ᾽ αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.

Οἱ μὲν γὰρ παρ᾽ αὐτοῖς τὴν τῶν ἱερῶν ἐπιμέλειαν ἐγχειρισμένοι μᾶλλον δεσποτῶν καὶ τῶν εἰδώλων δὲ αὐτῶν τοὺς βασιλεῖς θεραπεύουσι, καὶ διὰ τὸν ἐκείνων φόβον καὶ τοῖς ξοάνοις αὐτοῖς παρεδρεύουσιν ὡς τοὺς πονηροὺς δαίμονας τοῖς βασιλεῦσι χάριν ἔχειν τῆς εἰς αὐτοὺς τιμῆς. Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον. Τὸ δὲ αἴτιον ὅτι πάλαι μὲν αὐτοῖς κλέπτειν ἐξῆν ὅσα ἐβούλοντο καὶ γαστρίζεσθαι διὰ τῆς τῶν ξοάνων θεραπείας· νῦν δὲ ὑπὲρ τίνος ἑαυτοὺς κόψουσι; Προσεδρεύσοντες γὰρ καὶ δαπανώμενοι παρ᾽ ἐκείνων μὲν οὐδεμίαν προσδοκῶσιν ἀμοιβήν—καὶ γάρ εἰσι ξύλα καὶ λίθοι—τὸ δὲ πεῖθον αὐτοὺς ὑποκρίνεσθαι τὴν θεραπείαν ἡ παρὰ τῶν κρατούντων τιμή, καὶ αὕτη ἀνῄρηται τῶν βασιλευόντων γενομένων συνετῶν καὶ τὸν τοῦ Θεοῦ προσκυνούντων Υἱόν.

Ἀλλ᾽ οὐ τά γε ἡμέτερα τοιαῦτα ἀλλὰ πᾶν τοὐναντίον. Ὅταν μὲν γάρ τις ὁμολογῶν ἡμῖν ἐν τῇ περὶ τοῦ θείου δόξῃ ἐπὶ τὸν βασιλικὸν ἀναβῇ θρόνον ῥαθυμότερα γίνεται τὰ Χριστιανῶν (τοσοῦτον ἀπέχει ταῖς ἀνθρωπίναις ὀρθοῦσθαι τιμαῖς), ὅταν δέ τις κρατήσῃ δυσσεβὴς καὶ πάντοθεν ἡμᾶς ἐλαύνων καὶ μυρίοις περιβάλλων κακοῖς τότε εὐδοκιμεῖ καὶ λαμπρότερα γίνεται τὰ καθ᾽ ἡμᾶς, τότε ἀριστείων καὶ τροπαίων καιρὸς, τότε στεφάνων καὶ ἀναρρήσεων καὶ πάσης ἀνδραγαθίας ἀφορμή.

Εἰ δὲ λέγοι τις ὅτι καὶ νῦν εἰσὶ πόλεις τὴν ἴσην δεισιδαιμονίαν ἐπιδεικνύμεναι περὶ τὴν τῶν εἰδώλων μανίαν, πρῶτον μὲν εὐαριθμήτους καὶ ὀλίγας ἐρεῖς—πλὴν ἀλλ᾽ οὐδὲ οὕτω τὸν ἡμέτερον βλάψει λόγον. Ἡ γὰρ ὑπόθεσις ἡ αὐτὴ καὶ ἀντὶ τοῦ κρατοῦντος τοὺς τὴν πόλιν οἰκοῦντας ἔχουσι τὴν ἴσην αὐτοῖς παρεχομένους τιμήν. Καὶ τοῦτο αἴτιον τῆς θεραπείας· αἱ κραιπάλαι καὶ οἱ κῶμοι οἱ μεθ᾽ ἡμέραν, οἱ διὰ πάσης νυκτός, οἱ αὐλοὶ καὶ τὰ τύμπανα, τὸ μετὰ πάσης ἀναισχυντίας αἰσχρὰ μὲν εἰπεῖν πρᾶξαι δὲ αἰσχρότερα· τὸ διαρραγῆναι μὲν ὑπὸ τῆς ἀδηφαγίας ἐκβακχευθῆναι δὲ ὑπὸ τῆς μέθης καὶ εἰς τὴν αἰσχίστην μανίαν ἐκπεσεῖν. Αὕται αἱ ἀσχήμονες δαπάναι συνέχουσιν ἔτι καὶ διακρατοῦσι διαπίπτουσαν τὴν πλάνην· οἱ γὰρ εὐπορώτεροι τοὺς διὰ τὴν ἀργίαν ὑπὸ τοῦ λιμοῦ φθειρομένους ἐκλέγοντες ἐν τάξει παρασίτων καὶ τῶν περὶ τὰς τραπέζας τρεφομένων ἔχουσι κυνῶν, τοῖς λειψάνοις τοῖς ἀπὸ τῶν παρανόμων δείπνων διασπῶντες τὰς γαστέρας τὰς ἀναιδεῖς καὶ πρὸς ὅπερ ἂν θέλωσιν αὐταῖς χρώμενοι.

Ἡμεῖς δὲ καθάπαξ τὴν ὑμετέραν ἀλογίαν καὶ παρανομίαν μισήσαντες τοὺς μὲν ἀργοῦντας καὶ διὰ τοῦτο πεινῆν ἀναγκαζομένους οὐ τρέφομεν ἀλλ᾽ ἐργαζομένους καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀρκεῖν πείθομεν, τοὺς δὲ ἀναπήρους τῷ σώματι γενομένους παρὰ τῶν ἐχόντων τῆς ἀναγκαίας μόνον συγχωροῦμεν ἀπολαύειν τροφῆς. Κῶμοι δὲ καὶ μέθαι καὶ πᾶσα ἡ λοιπὴ μανία καὶ αἰσχρότης ἐκβέβληται ἀντεισῆκται δὲ ἀντὶ τούτων “ὅσα σεμνά, ὅσα ἁγνά, ὅσα δίκαια, ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος.” Καὶ τὰ ἄλλα δὲ ἃ ὑπὲρ τῶν παρ᾽ αὐτοῖς φιλοσοφησάντων κομπάζουσιν ἀπέδειξε κενοδοξίαν καὶ θρασύτητα καὶ παιδικῆς ἔργα διανοίας. Οὐ γὰρ πίθον ἐκεῖ λαβὼν κατέκλεισεν ἑαυτὸν οὐδὲ ῥάκη περιβαλλόμενος οὕτω περιῄει κατὰ τὴν ἀγοράν. Ταῦτα γὰρ δοκεῖ μέν τινα εἶναι θαυμαστὰ καὶ πόνον ἔχειν πολὺν καὶ τὴν ἐσχάτην ταλαιπωρίαν ἐπαίνου δὲ παντὸς ἀπεστέρηται. Καὶ τοῦτο δὲ τῆς τοῦ διαβόλου κακουργίας τοὺς δουλεύοντας αὐτῷ τοιούτοις παραδιδόναι πόνοις οἳ καὶ διασπάσονται τοὺς ἠπατημένους καὶ μάλιστα πάντων καταγελάστους ἀποφανοῦσιν αὐτούς.

Πόνος γὰρ οὐδὲν κέρδος ἔχων ἐγκωμίου παντὸς ἀπεστέρηται. Καὶ γὰρ ἔτι καὶ νῦν εἰσιν ἄνθρωποι φθοροὶ καὶ μυρίων γέμοντες κακῶν τοῦ φιλοσόφου πολλῷ μείζονα ἐπιδεικνύμενοι. Οἱ μὲν γὰρ ἥλους ἐξεῖς καὶ ἠκονημένους ἔφαγον οἱ δὲ ὑποδήματα διεμασήσαντο καὶ κατέπιον οἱ δὲ πρὸς ἕτερα πολλῷ τούτων παρεβουλεύσαντο μοχθηρότερα καίτοι τὰ τοιαῦτα πολλῷ τοῦ πίθου καὶ τῶν ῥακίων θαυμαστότερα. Ἀλλ᾽ οὐκ ἀποδεχόμεθα αὐτὰ ὥσπερ οὖν οὐδὲ ἐκεῖνα ἀλλ᾽ ἐξίσης τῷ φιλοσόφῳ κακίζομεν καὶ δακρύομεν καὶ τούτους καὶ πάντας ὁμοίως τοὺς τὰ τοιαῦτα τερατευομένους εἰκῆ.

Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν. Ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι. Τίς οὖν ἡ παρρησία; Ἐλαύνοντι τῷ Μακεδόνι ποτὲ ἐπὶ τὸν Πέρσην ἐπιστάντι τε αὐτῷ καὶ ἀπαγγεῖλαι προτρέψαντι εἴ τινος δέοιτο, οὐδενὸς, ἔφη, πλὴν τοῦ μὴ ἐπισκοτεῖν αὐτῷ τὸν βασιλέα—καὶ γὰρ ἔτυχε ἤδη θερόμενος ὁ φιλόσοφος. Οὐ καταδύσεσθε; Οὐκ ἐγκαλύψεσθε; Οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε ἐπὶ τούτοις μεγαλοφρονοῦντες ἐφ᾽ οἷς αἰσχύνεσθαι ἐχρῆν; Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;

Ἀλλ᾽ ἡ παρρησία ἴσως θαυμαστή; Ἀλλὰ ταύτης οὐδὲν τερατωδέστερον. Τὸν γὰρ ἀγαθὸν ἄνδρα πρὸς τὸ κοινωφελὲς ἅπαντα πράττειν χρὴ καὶ τὸν τῶν ἄλλων βίον κατορθοῦν, τὸ δὲ ἀξιῶσαι μὴ ἐπισκοτεῖν ποίαν πόλιν, ποίαν οἰκίαν, τίνα ἄνδρα, ποίαν γυναῖκα διέσωσεν; Εἰπὲ τῆς παρρησίας τὸ κέρδος. Τὸ γὰρ τοῦ μάρτυρος ἡμεῖς ἐπεδείξαμεν καὶ προιόντες δὲ αὐτὸ σαφέστερον ἐκκαλύψομεν.

Τέως δὲ τὸν ὑβριστὴν ἐκόλασε καὶ ταύτῃ ᾗ τὸν ἱερέα κολάζειν θέμις ἐστί· τὰ τῶν ἀρχόντων κατέστειλε φρονήματα, τοῖς τοῦ Θεοῦ νόμοις κινουμένοις ἐπήμυνε, τιμωρίαν ὑπὲρ τοῦ κακῶς σφαγέντος ἀπῄτησε τὴν πασῶν τιμωριῶν χαλεπωτέραν τοῖς γε νοῦν ἔχουσι. Μέμνησθε δήπου πάντως ὅτε περὶ τοῦ φόνου διελεγόμην πῶς ἕκαστος διεθερμαίνετο τῶν ἀκροατῶν καὶ τὸν αὐθέντην λαβεῖν ηὔχετο;

Τοῦτο τοίνυν ὁ μακάριος ἐκεῖνος ἐποίησε καὶ δίκην ἐπέθηκεν αὐτῷ τε πρέπουσαν κἀκεῖνον ἐπιστρέψαι ἱκανὴν εἰ μὴ λίαν ἀναίσθητος ἔτυχεν ὤν, οὐχὶ θερομένῳ αὐτῷ τὸν βασιλέα ἐπισκοτοῦντα ἀποστῆναι ἀξιῶν, ἀλλ᾽ ἀναιδῶς τοῖς ἱεροῖς ἐπιπηδῶντα περιβόλοις καὶ πάντα συγχέοντα καθάπερ τινὰ κύνα καὶ οἰκέτην ἀγνώμονα τῶν δεσποτικῶν ἀπείργων αὐλῶν. Ὁρᾶς ὡς οὐ κομπάζων ἔλεγον ὅτι παιδικῆς ἔργα διανοίας τὰ παρ᾽ ὑμῖν φιλοσόφων ἀπέδειξε θαύματα.

Ἀλλὰ καὶ ἐσωφρόνησεν ὁ Σινωπεὺς ἐκεῖνος καὶ ἐν ἐγκρατείᾳ διήγαγε καὶ τῶν κατὰ νόμον οὐκ ἀνεχόμενος γάμων. Ἀλλ᾽ οὐ προσθήσεις ἀλλ᾽ ἥδιον τῶν τῆς σωφροσύνης ἐγκωμίων ἀποστερήσεις αὐτὸν ἢ τὸν τρόπον τῆς σωφροσύνης ἐρεῖς οὕτως αἰσχρὸς καὶ πολλῆς γέμων αἰσχύνης.

Ἐπῆλθον δ᾽ ἂν καὶ τὸν τῶν ἄλλων λῆρον καὶ τὴν ματαιοπονίαν καὶ τὴν αἰσχρότητα. Ποῦ γὰρ εἰπέ μοι χρήσιμον γονῆς ἀπογεύεσθαι ἀνθρωπίνης ὅπερ ὁ Σταγειρίτης ἐποίει; Ποῖον δὲ ὄφελος μίγνυσθαι μητράσι καὶ ἀδελφαῖς ὅπερ ὁ τῆς Στοᾶς προεστὼς φιλόσοφος ἐνομοθέτει; Καὶ τὸν τῆς Ἀκαδημίας δὲ ἄρξαντα καὶ τὸν ἐκείνου διδάσκαλον καὶ τοὺς ἔτι τούτων μᾶλλον θαυμαζομένους τούτων αἰσχροτέρους ἀνέδειξα ἄν, καὶ τὴν παιδεραστίαν ἣν σεμνὸν εἶναι τίθενται καὶ φιλοσοφίας μέρος ἐξεκάλυψα πάσης ἀπαμφιάσας τῆς ἀλληγορίας εἰ μὴ μικρὸν ὁ λόγος ἡμῖν ἐξετείνετο μῆκος καὶ πρὸς ἕτερον ἠπείγετο μέρος καὶ ἱκανῶς καὶ διὰ τοῦ ἑνὸς τοῦ γέλωτα πάντων διήλεγξεν. Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται— καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι—τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;