Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της ιερατικής εξουσίας και το μαρτύριο του αγίου

Ανάλυση του ιερατικού καθήκοντος για τον έλεγχο των αρχόντων. Η πνευματική τύφλωση του βασιλέως, η φυλάκιση του μάρτυρος και η εντολή του να ταφεί μαζί με τα δεσμά του ως σύμβολα νίκης υπέρ του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 10

Δι᾽ ὅπερ ἐπανίωμεν ὅθεν ταῦτα εἰπεῖν ἐξέβημεν. Τοὺς μὲν οὖν ἀπίστους οὕτω συνέστειλεν ὁ μακάριος τοὺς δὲ πιστοὺς εὐλαβεστέρους κατέστησεν οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ στρατιώτας καὶ στρατηγοὺς καὶ ὑπάρχους δείξας ὅτι ὁ βασιλεὺς καὶ ὁ πάντων ἔσχατος παρὰ Χριστιανοῖς ὀνόματα μόνον ἐστὶ καὶ τῶν ἐλαχίστων ὁ τὸ διάδημα ἔχων οὐδὲν ἔσται σεμνότερος ὅταν κολάζεσθαι καὶ ἐπιτιμᾶσθαι δέῃ. Πρὸς δὲ τούτοις τοὺς βουλομένους ἀναισχυντεῖν καὶ κόμπον τινὰ πεπλασμένον τὰ παρ᾽ ἡμῖν εἶναι λέγοντας ἐπεστόμισε τὴν τῶν ἀποστόλων παρρησίαν διὰ τῶν ἔργων ἐπιδείξας καὶ διδάξας ὅτι καὶ πάλαι τοιούτους ἄνδρας γενέσθαι εἰκὸς ἦν ὅτε καὶ πλείονα ἡ τῶν σημείων ἐπίδειξις παρεῖχε τὴν ἐξουσίαν αὐτοῖς.

Ἔστι τι καὶ τρίτον κατόρθωμα οὐ τὸ τυχόν· τῶν γὰρ μετὰ ταῦτα ἱερᾶσθαι καὶ βασιλεύειν μελλόντων τὰ φρονήματα τῶν μὲν κατέστειλε τῶν δὲ ἐπῆρεν ἀποφήνας ὅτι τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ πραττομένων κυριώτερος ἐπίτροπος ὁ τὴν ἱερωσύνην λαχὼν τοῦ τὴν ἀλουργίδα ἔχοντός ἐστι καὶ χρὴ ἐξουσίας ταύτης τὸ μέγεθος μὴ ἐλαττοῦν ἀλλὰ τῆς ψυχῆς ἐξίστασθαι πρότερον ἢ τῆς αὐθεντίας ἣν ὁ Θεὸς ἄνωθεν ταύτῃ συνεκλήρωσε τῇ ἀρχῇ. Ὁ μὲν γὰρ οὕτως ἀποθανὼν καὶ μετὰ τὴν τελευτὴν δύναιτ᾽ ἂν ἅπαντας ὠφελεῖν, ὁ δὲ ταύτην τὴν τάξιν λιπὼν οὐ μόνον μετὰ τὸν θάνατον οὐδένα ὤνησεν ἀλλὰ καὶ ζῶν τῶν τε ὑπ᾽ αὐτῷ ταττομένων τοὺς πλείονας μαλακωτέρους εἰργάσατο καὶ παρὰ τοῖς ἔξωθεν ἐπονείδιστος καὶ καταγέλαστος γίνεται. Καὶ ἀπελθὼν δὲ ἐντεῦθεν μετὰ πολλῆς αἰσχύνης καὶ κατηφείας παραστήσεται τῷ βήματι τοῦ Χριστοῦ ἐκεῖθεν τε αὐτὸν πάλιν εἰς τὴν κάμινον ἀπάξουσιν ἕλκουσαι αἱ πρὸς τοῦτο ταχθεῖσαι δυνάμεις. Διά τοι τοῦτο σοφός τις παραινεῖ λόγος· “μὴ λάβης πρόσωπον κατὰ τῆς ψυχῆς σου.” Εἰ δὲ ἀνδρὸς ἀδικουμένου οὐκ ἀσφαλὲς ὑποκρίνεσθαι, τῶν θείων νόμων ὑβριζομένων ὁ σιγήσας καὶ παριδὼν τίνος οὐκ ἔσται κολάσεως ἄξιος;

Μετὰ δὲ τούτων καὶ ἕτερόν τι τούτων οὐχ ἧττον ἐδίδαξέ τι καλόν—ὅτι τὰ αὑτοῦ ποιεῖν ἕκαστον χρὴ κἂν μηδεὶς ὁ δεχόμενος ᾖ τῶν γινομένων τὸ κέρδος. Οὐδὲ γὰρ αὐτός τι τότε τῆς παρρησίας εἰς τὴν ὠφέλειαν ἀπώνατο τοῦ βασιλέως, ἀλλ᾽ ὅμως τὸ αὐτοῦ πᾶν ἐπλήρωσε καὶ ἐνέλιπεν οὐδέν. Ὁ δὲ κάμνων διὰ τῆς οἰκείας ἀπονοίας ἐλυμήνατο τοῦ τεχνίτου τὴν ἐπιστήμην μετὰ πολλοῦ τοῦ θυμοῦ τὸ φάρμακον ἀπὸ τοῦ τραύματος ἀφελών. Ὥσπερ γὰρ οὐκ ἀρκοῦν εἰς ἀσέβειαν τὸ φονεῦσαι καὶ ἀναισχύντως ἐπιπηδῆσαι τῷ ναῷ τοῦ Θεοῦ, προσετίθει φόνῳ φόνον ἕτερον καὶ καθάπερ φιλονεικῶν ὁμοῦ καὶ νικῆσαι τοῖς δευτέροις τὰ πρότερα καὶ τὰ τῶν φθασάντων πάθη ἀμαυρῶσαι τῇ τῶν ὑστέρων ὑπερβολῇ [τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μανία τὰ ἐναντία κατασκευάζειν ἅμα] οὕτως ἀμφοτέραις ταῖς σφαγαῖς ἔχειν τι κατάλληλον ἐξαίρετον ἔδωκεν.

Καὶ ἦν ἡ μὲν προτέρα ἐλεεινοτέρα τῆς δευτέρας ἡ τοῦ παιδός, ἡ δὲ δευτέρα ἐναγεστέρα τῆς προτέρας ἡ τοῦ μακαρίου Βαβύλα. Ψυχὴ γὰρ ἅπαξ ἁμαρτίας γευσαμένη καὶ ἀναλγήτως διατεθεῖσα πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Καὶ οἷον εἰς ὕλην ἄφατον σπινθὴρ ἐμπεσὼν καίει μὲν εὐθέως τὸ προστυγχάνον οὐχ ἵσταται δὲ μέχρις ἐκείνου μόνον ἀλλὰ πᾶν ἐπινέμεται τὸ λοιπόν, καὶ ὅσῳ ἂν πλείονα λάβῃ τῇ φλογὶ τοσούτῳ πλείονα προσλαμβάνει τὴν ἰσχὺν πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν καὶ γίνεται τῶν ἁλόντων ξύλων τὸ πλῆθος τοῖς ἁλίσκεσθαι μέλλουσιν ἐπιβουλὴ τοῖς ληφθεῖσι κατὰ τῶν μενόντων ὁπλιζομένης ἀεὶ τῆς φλογός, οὕτω καὶ ἡ τῆς ἁμαρτίας φύσις ἐπειδάν τινος λάβηται τῶν τῆς ψυχῆς λογισμῶν καὶ μηδεὶς ὁ σβεννύων ᾖ τὸ κακὸν προιοῦσα περαιτέρω χαλεπωτέρα γίνεται καὶ δυσχείρωτος. Καὶ διὰ τοῦτο τὰ μετὰ ταῦτα πολλάκις τῶν προτέρων ἰσχυρότερα γέγονεν ἁμαρτήματα τῆς ψυχῆς ἀεὶ τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα ἀπόνοιαν καὶ καταφρόνησιν αἰρομένης καὶ διὰ τούτων τὴν μὲν οἰκείαν διαλυούσης δύναμιν τὴν δὲ τῆς ἁμαρτίας τρεφούσης.

Οὕτω γοῦν πολλοὶ εἰς πᾶν εἶδος ἁμαρτημάτων ἐλθόντες ἔλαθον ἐπειδὴ τὴν φλόγα ἀρχομένην οὐκ ἔσβεσαν, οὕτω καὶ ὁ δείλαιος ἐκεῖνος χαλεπώτερα τοῖς προτέροις προσετίθει τὰ δεύτερα. Ἐπειδὴ γὰρ τὸν νέον ἐκεῖνον ἀπώλεσεν ἀπὸ τοῦ φόνου πρὸς τὴν ὕβριν τὴν εἰς τὸν νεὼν ὥρμησε καὶ πάλιν ἐκ ταύτης ὁδῷ προβαίνων εἰς τὴν κατὰ τῆς ἱερωσύνης ἀπόνοιαν ἐπαπεδύσατο, καὶ τὸν ἅγιον σιδήρῳ δήσας καὶ εἰς δεσμωτήριον ἐμβαλὼν οὕτω τέως ἐκόλαζε δίκην αὐτὸν τῆς εὐεργεσίας ἀπαιτῶν καὶ ὑπὲρ ὧν θαυμάζειν ἔδει καὶ στεφανοῦν καὶ τῶν γεγεννηκότων μᾶλλον τιμᾶν ὑπὲρ τούτων τὰ τῶν κακούργων ὑπομένειν ἠνάγκαζε δεσμὰ καὶ τὴν ἀπὸ τῶν δεσμῶν ταλαιπωρίαν περιθείς.

Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν.

Διά τοι τοῦτο εἰς μανίαν τὰς τοιαύτας ἐκφέρει ψυχὰς ὁ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς ἵνα αὐτὰς ἐν ἐρημίᾳ τῶν θεραπευσόντων ἀπολαβὼν κατακόψῃ καὶ μυρίοις περιβάλῃ κακοῖς. Καὶ γὰρ οἱ τὰ σώματα ἀρρωστοῦντες ἕως μὲν ἂν προσίωνται τοὺς θεραπεύοντας πολλὴν τὴν ἐλπίδα τῆς ὑγιείας ἔχουσιν, ἐπειδὰν δὲ εἰς φρενῖτιν ἐκπεσόντες λακτίζωσι καὶ δάκνωσι τοὺς βουλομένους ἀπαλλάξαι τῆς ἀρρωστίας αὐτοὺς τότε νοσοῦσιν ἀνίατα οὐ διὰ τὴν τῆς νόσου φύσιν ἀλλὰ διὰ τὴν ἐρημίαν τῶν ἀπαλλάξαι δυναμένων τῆς μανίας αὐτούς, εἰς ἣν καὶ οὗτος ἑαυτὸν κατέστησε.

Λαβὼν γὰρ τὸν ἰατρὸν τέμνοντα ἔτι τὸ τραῦμα ἀπήλασεν εὐθέως καὶ ὡς πορρωτάτω τῆς οἰκίας ἀπήγαγε. Καὶ ἦν τὸ Ἡρώδου δρᾶμα μηκέτι μόνον ἀκοῇ μανθάνειν ἀλλὰ καὶ ὄψεσι μετὰ πλείονος τῆς περιπετείας θεωρεῖν. Ἐπειδὴ καὶ μετὰ πλείονος αὐτὸ τῆς ἐπιδείξεως καὶ παρασκευῆς ὁ διάβολος πάλιν εἰς τὸ τοῦ βίου θέατρον εἰσήγαγεν ἀντὶ τετράρχου βασιλέα κατασκευάσας καὶ ἀντὶ μιᾶς αἰτίας διπλῆν ὑπόθεσιν τῷ πράγματι δοὺς καὶ πολὺ τῆς προτέρας μιαρωτέραν ὡς μὴ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ αὐτῇ τῶν πραγμάτων τῇ φύσει λαμπροτέραν ταύτην γενέσθαι τὴν τραγῳδίαν.

Οὐ γὰρ γάμος ἐνταῦθα ὑβρίζετο καθάπερ ἐκεῖ οὐδὲ ἀπὸ παρανόμου μίξεως ἀλλ᾽ ἀπὸ μολυσμοῦ παιδοκτονίας ἐναγεστέρου καὶ τυραννίδος ἀπηνεστάτης καὶ παρανομίας οὐκ εἰς γυναῖκα γενομένης ἀλλ᾽ εἰς αὐτὴν τὴν ἁγιστείαν ταύτην τὴν ἱστορίαν ἔπλεξεν ὁ πονηρός.

Ἐμβληθεὶς τοίνυν εἰς τὸ δεσμωτήριον ὁ μακάριος ἔχαιρε μὲν ἐπὶ τοῖς δεσμοῖς ἤλγει δὲ ἐπὶ τῇ τοῦ δήσαντος ἀπωλείᾳ. Οὔτε γὰρ πατὴρ οὐδὲ παιδοτρίβης ὅταν ὁ μὲν ἐκ τῆς τοῦ παιδὸς ὁ δὲ ἐκ τῆς τοῦ μαθητοῦ μοχθηρίας καὶ δυσπραγίας λαμπρότεροι γίνωνται καθαρὰν ἀθυμίας τὴν ἐκ τῆς εὐδοκιμήσεως ἔχουσιν ἡδονήν.

Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἔλεγεν· “Εὐχόμεθα δὲ μηδὲν κακὸν ποιῆσαι ὑμᾶς οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.” Οὕτω γοῦν καὶ ἐκείνῳ τῷ θαυμαστῷ τότε ποθεινότερον ἦν τῶν ἀπὸ τοῦ δεσμωτηρίου μισθῶν ἡ τοῦ μαθητοῦ σωτηρία καὶ τὸ σωφρονήσαντα ἀποστερῆσαι τούτων τῶν ἐπαίνων αὐτὸν μᾶλλον δὲ τὸ μηδὲ τὴν ἀρχὴν εἰς ταύτην αὐτὸν τὴν διαστροφὴν ἐμπεσεῖν.

Οἱ γὰρ ἅγιοι τοὺς στεφάνους αὐτοῖς οὐκ ἀπὸ τῶν ἀλλοτρίων βούλονται πλέκεσθαι συμφορῶν, εἰ δὲ ἀπὸ τῶν ἀλλοτρίων οὐ βούλονται πολλῷ μᾶλλον ἀπὸ τῶν τοῖς οἰκείοις συμβαινόντων κακῶν. Τούτου χάριν καὶ ὁ μακάριος Δαυὶδ μετὰ τὰ τρόπαια καὶ τὴν νίκην ἐπένθει καὶ ἐδάκρυεν ἐπειδὴ μετὰ τῆς τοῦ παιδὸς συμφορᾶς αὕτη γέγονε, καὶ τοῖς τε ἐξιοῦσι στρατηγοῖς ἐπέσκηπτεν ὑπὲρ τοῦ τυράννου πολλὰ καὶ ἀνελεῖν αὐτὸν ἐπειγομένους ἐπεῖχε λέγων “φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλὼμ” καὶ πεσόντα ἐπένθει καὶ ἀνεκαλεῖτο τὸν ἐχθρὸν μετὰ οἰμωγῶν καὶ δακρύων πικρῶν. Εἰ δὲ ὁ φυσικὸς πατὴρ οὕτω φιλόστοργος πολλῷ μᾶλλον ὁ πνευματικός. Ὅτι γὰρ τῶν κατὰ σάρκα οἱ κατὰ πνεῦμα γονεῖς κηδεμονικώτεροι τοῦ Παύλου λέγοντος ἄκουε· “Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” Ἀλλὰ τοῦτο μὲν τὴν ἰσότητα παρίστησιν ἡμῖν (καίτοι γε μόλις ἂν πατέρες ταύτην ἀφήσειαν τὴν φωνὴν ἀλλ᾽ ὅμως συγχωρείσθω καὶ μέχρι τοσούτου φθάνειν αὐτούς) δεῖ δὲ τὸ πλέον ἐπιδεῖξαι λοιπόν. Πόθεν οὖν τοῦτο ἐπιδείξομεν; Ἀπὸ τῶν αὐτῶν σπλάγχνων πάλιν καὶ ἀπὸ τῶν τοῦ νομοθέτου ῥημάτων. Τί δὲ ἐκεῖνός φησιν; “Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μὴ κἀμὲ ἐξάλειφον ἐκ τῆς βίβλου ἧς ἔγραψας.”

Οὐδεὶς δὲ ἂν ἕλοιτο πατὴρ παρὸν μυρίων ἀπολαύειν ἀγαθῶν μετὰ τῶν τέκνων κολάζεσθαι, ὁ δὲ ἀπόστολος ἅτε ἐν τῇ χάριτι πολιτευσάμενος καὶ ταύτης ἐπίτασιν πεποίηται τῆς φιλοστοργίας διὰ τὸν Χριστόν.

Οὐ γὰρ μετ᾽ ἐκείνων κολάζεσθαι εἵλετο καθάπερ ἐκεῖνος, ἀλλ᾽ ἵνα ἑτέροις σωθῆναι ἐκγένηται αὐτὸς ἀπολέσθαι ηὔχετο λέγων, “Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.” Τοσαύτη εὐσπλαγχνία καὶ φειδὼ παρὰ ταῖς τῶν ἁγίων ψυχαῖς.

Ὅθεν καὶ οὗτος μειζόνως διεκόπτετο τὰ σπλάγχνα τὴν ἀπώλειαν τοῦ βασιλέως περαιτέρω προιοῦσαν ὁρῶν. Οὐδὲ γὰρ μόνον ὑπὲρ τοῦ νεὼ δακνόμενος ἔπραττεν ἅπερ ἔπραττεν ἀλλὰ καὶ ὑπὸ τῆς πρὸς ἐκεῖνον εὐνοίας ἐπικαμπτόμενος. Ὁ μὲν γὰρ εἰς τὴν τοῦ Θεοῦ λειτουργίαν ὑβρίζων ἐκείνην μὲν ἔβλαψεν οὐδὲν ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς. Διόπερ ὁ φιλόπαις πατὴρ θεωρῶν κατὰ κρημνῶν ὠθούμενον τῷ θυμῷ τὸν ὑβριστὴν ἀνέχειν τὴν ἄλογον φορὰν ἐσπούδαζεν ὥσπερ τινὰ δυσήνιον ἵππον εἰς τοὐπίσω διὰ τῆς ἐπιπλήξεως ἀνακρούσασθαι σπεύδων αὐτόν. Ἀλλ᾽ οὐκ εἴασεν ἐκεῖνος ὁ δείλαιος ἀλλὰ τὸν χαλινὸν ἐνδακὼν καὶ ἀντιτείνας καὶ θυμῷ καὶ μανίᾳ ἀντὶ τῶν ὀρθῶν λογισμῶν ἑαυτὸν ἐκδοὺς εἰς τὰ βάραθρα τῆς ἐσχάτης ἀπωλείας ἐνέβαλε, καὶ τὸν ἅγιον τοῦ δεσμωτηρίου ἐξαγαγὼν τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι δεδεμένον ἐκέλευσε.

Καὶ ἦν ἐναντία τῶν ὁρωμένων τὰ δρώμενα. Ὁ μὲν δεδεμένος πάντων ὁμοῦ τῶν δεσμῶν ἐλύετο καὶ τῶν ἀπὸ τοῦ σιδήρου καὶ τῶν ἔτι σφοδροτέρων—φροντίδων λέγω καὶ πόνων καὶ τῶν ἄλλων ἁπάντων τῶν διὰ τὸν ἐπίκηρον βίον περιισταμένων ἡμᾶς. Ὁ δὲ λελύσθαι δοκῶν καὶ σιδήρου καὶ ἀδάμαντος ἑτέροις χαλεπωτέροις περιβάλλετο δεσμοῖς ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἐπισφιγγόμενος.

Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ᾽ αὐτοῖς χρὴ τὸν πάσχοντα, κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμά, τὴν ἅλυσιν ἔστρεφε καυχώμενος καὶ μέγα φρονῶν ἐφ᾽ οἷς ᾐσχύνοντο ἕτεροι.

Ὅτι γὰρ ᾐσχύνοντο δῆλον ἡμῖν αὐτὸς ἐποίησε διὰ τῆς πρὸς τὸν Ἀγρίππαν γενομένης ἀπολογίας αὐτῷ. Λέγοντος γὰρ ἐκείνου κινδυνεύεις με ἐν ὀλίγῳ ποιῆσαι Χριστιανόν, “Ηὐξάμην ἂν τῷ θεῷ,” φησίν, “καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ τοὺς περιεστῶτας πάντας γενέσθαι Χριστιανοὺς χωρὶς τῶν δεσμῶν τούτων.” Οὐκ ἂν τοῦτο προσθεὶς εἰ μὴ τὸ πρᾶγμα ἐπονείδιστον εἶναι ἐδόκει τοῖς πολλοῖς. Φιλοδέσποτοι γὰρ ὄντες οἱ ἅγιοι τὰ ὑπὲρ τοῦ Δεσπότου πάθη μετὰ πολλῆς ἐδέχοντο τῆς προθυμίας καὶ φαιδρότεροι τούτοις ἐγίνοντο. Καὶ ὁ μέν φησι· “Χαίρω ἐν τοῖς παθήμασί μου,” ὁ δὲ Λουκᾶς περὶ τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ τὰ αὐτὰ δὴ ταῦτα φθέγγεται. Μετὰ γὰρ τὰς πολλὰς μάστιγας ἐνεχώρουν “χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι.” Ἵν᾽ οὖν μή τις τῶν ἀπίστων ἀνάγκην εἶναι νομίσῃ τοὺς ἄθλους καὶ κατηφείας αὐτὰ τῶν ἄθλων τὰ σύμβολα συνταφῆναι κελεύει τῷ σώματι δεικνὺς ὅτι λίαν αὐτὰ ἠσπάζετο καὶ ἐφίλει διὰ τὸ λίαν ἐκκρεμᾶσθαι τῆς ἀγάπης τοῦ Χριστοῦ. Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.