Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η μετακομιδή των λειψάνων στη Δάφνη και η φίμωση του Απόλλωνος

Η διδασκαλία περί της χάριτος των ιερών λειψάνων και η μεταφορά της λάρνακας του μάρτυρος στο προάστειο της Δάφνης, με αποτέλεσμα την αναχαίτιση της ηθικής έκλυσης και την πλήρη σιωπή του δαιμονικού μαντείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 10

Καὶ ὁ μὲν μακάριος ἐκεῖνος οὕτω τὸν βίον κατέλυσε, τάχα δέ τις καὶ ἡμᾶς οἴεται ἐνταῦθα καταλύσειν τὸν λόγον· μετὰ γὰρ τὴν τοῦ βίου τελευτὴν οὐκ εἶναι κατορθωμάτων οὐδὲ ἀνδραγαθίας ἀφορμὰς ὥσπερ οὐδὲ τοῖς ἀθληταῖς μετὰ τὸ παρελθεῖν τοὺς ἀγῶνας στεφάνους πλέκεσθαι δυνατόν. Ἀλλ᾽ Ἕλληνες μὲν εἰκότως ταῦτα νομίζουσιν ἐπειδὴ καὶ μέχρι τοῦ παρόντος βίου τὴν ἐλπίδα συνέκλεισαν τὴν αὐτῶν, ἡμεῖς δὲ οἷς ἑτέρας ζωῆς φαιδροτέρας ἀρχὴ ἡ ἐνθάδε γίνεται τελευτὴ ταύτης ἀφεστήκαμεν τῆς ὑπονοίας καὶ δόξης. Καὶ ὅτι δικαίως σαφέστερον μὲν καὶ ἐν ἑτέρῳ δείξομεν λόγῳ, τέως δὲ καὶ τὰ μετὰ τὴν τελευτὴν τοῦ γενναίου κατορθώματα Βαβυλᾶ ἱκανὰ πίστιν μεγάλην τῷ λόγῳ παρασχεῖν.

Ἐπειδὴ γὰρ ἕως θανάτου περὶ τῆς ἀληθείας ἠγωνίσατο καὶ μέχρις αἵματος ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν μαχόμενος καὶ ὥστε μὴ ἀφεῖναι τὴν τάξιν ἢν ἔταξεν αὐτὸν ὁ μέγας βασιλεὺς ἀφῆκε τὴν ψυχὴν καὶ παντὸς ἀριστέως λαμπρότερον ἐτελεύτησεν, αὐτὸν μὲν εἶχε λοιπὸν ὁ οὐρανὸς τὸ δὲ σῶμα τὸ πρὸς τὴν ἀριστείαν διακονησάμενον ἡ γῆ καὶ διενείματο ἡ κτίσις τὸν ἀθλητήν.

Καίτοι γε ἐνῆν καὶ μετατεθῆναι αὐτὸν κατὰ τὸν Ἐνὼχ καὶ ἁρπαγῆναι κατὰ τὸν Ἠλίαν οὓς ἐζήλωσεν. Ἀλλ᾽ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν τὰ τῶν ἁγίων λείψανα παρ᾽ ἡμῖν τέως ἀφείς.

Μετὰ γὰρ τὴν διὰ τοῦ λόγου δύναμιν δευτέραν ἔχουσι τάξιν οἱ τῶν ἁγίων τάφοι πρὸς τὸ διεγείρειν εἰς τὸν ἴσον ζῆλον τὰς τῶν θεωμένων αὐτοὺς ψυχὰς καὶ εἴ πού τις ἐπιστῇ θήκῃ τοιαύτῃ καὶ τῆς ἐνεργείας εὐθέως ταύτης σαφῆ λαμβάνει τὴν αἴσθησιν.

Ἡ γὰρ ὄψις τῆς λάρνακος εἰς τὴν ψυχὴν ἐμπίπτουσα καταπλήττει τε αὐτὴν καὶ διανίστησι καὶ ὡς αὐτοῦ τοῦ κειμένου συνευχομένου καὶ παρεστῶτος καὶ ὁρωμένου οὕτως αὐτὴν διακεῖσθαι ποιεῖ. Εἶτα προθυμίας πολλῆς ὁ τοῦτο παθὼν πληρωθεὶς καὶ ἕτερος ἀνθ᾽ ἑτέρου γενόμενος οὕτως ἐκεῖθεν ἀνέρχεται.

Μάθοι δ᾽ ἄν τις καλῶς ὡς ἡ φαντασία τῶν ἀπελθόντων ἀπὸ τῶν τόπων ἐγγίνεται ταῖς τῶν ζώντων ψυχαῖς εἰς νοῦν πενθοῦντας λαβὼν οἳ ἅμα τε τοῖς τῶν τεθνηκότων τάφοις ἐφίστανται καὶ ὥσπερ ἀντὶ τῆς θήκης τοὺς ἐν τῇ θήκῃ κειμένους ἑστῶτας ἰδόντες οὕτως αὐτοὺς ἀπὸ τῶν προθύρων εὐθέως ἀνακαλοῦσι. Πολλοὶ δὲ τῶν ἀφορήτως πρὸς τὰ πάθη διατεθέντων παρὰ τοῖς μνήμασι τῶν ἀπελθόντων τὸν ἅπαντα κατῴκισαν ἑαυτοὺς χρόνον οὐκ ἂν τοῦτο ποιήσαντες εἰ μή τινα παραμυθίαν ἀπὸ τῆς τῶν τόπων ἐλάμβανον ὄψεως. Καὶ τί λέγω τόπον καὶ τάφον; Καὶ γὰρ ἱμάτιον μόνον πολλάκις τῶν ἀπελθόντων ὀφθὲν καὶ ῥῆμα εἰς διάνοιαν ἐλθὸν διήγειρε τὴν ψυχὴν καὶ τὴν μνήμην ἀνέστησε διαπίπτουσαν. Διὰ ταῦτα ἡμῖν τὰ λείψανα τῶν ἁγίων ἀφῆκεν ὁ Θεός.

Καὶ ὅτι οὐχ ἁπλῶς κομπάζων ταῦτα λέγω νῦν ἀλλὰ πρὸς ὠφέλειαν τὴν ἡμετέραν τοῦτο γεγένηται ἱκανὰ μὲν τὸν λόγον πιστώσασθαι καὶ τὰ καθ᾽ ἑκάστην ἡμέραν ὑπὸ τῶν μαρτύρων γινόμενα θαύματα καὶ τὸ πλῆθος τῶν οὕτως ἐπιστρεφόντων ἀνδρῶν, οὐχ ἧττον δὲ ἐκείνων καὶ τὰ τοῦ μακαρίου τούτου κατορθώματα τὰ μετὰ τὴν τελευτήν. Ἐπειδὴ γὰρ ἐτάφη καθὼς ἐπέσκηψε καὶ χρόνος παρῆλθε μακρὸς μετὰ τὴν ταφὴν ὡς ὀστᾶ λείπεσθαι μόνον καὶ κόνιν ἐν τῇ σορῷ ἔδοξέ τινι τῶν μετὰ ταῦτα βασιλευσάντων εἰς τὸ προάστειον τουτὶ τὴν Δάφνην ἀπενεχθῆναι τὴν λάρνακα, ἔδοξε δὲ τοῦ Θεοῦ πρὸς τοῦτο κινήσαντος τὴν τοῦ βασιλέως ψυχήν.

Ὡς γὰρ εἶδε τὸ χωρίον ὑπὸ τῆς τῶν νέων ἀσελγείας τυραννούμενον καὶ κινδυνεῦον ἄβατον εἶναι τοῖς σεμνοτέροις καὶ ἐπιεικῶς βουλομένοις βιοῦν ἐλεήσας αὐτὸ τῆς ἐπηρείας ἔπεμψε τὸν ἀμυνοῦντα τὴν ὕβριν. Ὁ μὲν γὰρ Θεὸς αὐτὸ καλόν τε καὶ ἐπέραστον εἰργάσατο καὶ τῇ τῶν ὑδάτων ἀφθονίᾳ καὶ ὥρᾳ καὶ τῇ φύσει τῆς γῆς καὶ τῇ τῶν ὡρῶν εὐμοιρίᾳ οὐχ ἵνα ἁπλῶς ἀναπαυώμεθα ἀλλ᾽ ἵνα καὶ ὑπὲρ τούτου τὸν ἀριστοτέχνην δοξάζωμεν· ὁ δὲ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς καὶ εἰς τοὐναντίον ἀεὶ καταχρώμενος ταῖς τοῦ Θεοῦ δωρεαῖς τῷ πλήθει τῶν διεφθαρμένων νέων καὶ ταῖς τῶν δαιμόνων οἰκήσεσι τὸ χωρίον προκαταλαβὼν ἐπεφήμισεν αὐτῷ τινα καὶ μῦθον αἰσχρὸν ὥστε ἀναθεῖναι διὰ τούτου τῷ δαίμονι τοῦ προαστείου τὴν χάριν.

Ὁ δὲ μῦθος τοιοῦτος ἦν· Τὴν Δάφνην κόρην οὖσάν φησι καὶ θυγατέρα τοῦ Λάδωνος ποταμοῦ—καὶ γὰρ ποταμοὺς γεννῶντας εἰσάγειν καὶ τὰ γεννώμενα εἰς ἀναίσθητα μεταβάλλειν καὶ πολλὰ τοιαῦτα αὐτῷ τερατεύεσθαι ἔθος ἀεὶ τοῖς πλανωμένοις—ταύτην οὖν κόρην εὔμορφον οὖσαν ἰδεῖν ποτε τὸν Ἀπόλλω φησὶ καὶ ἰδόντα παθεῖν τι πρὸς αὐτὴν καὶ παθόντα διώκειν ὥστε ἑλεῖν. Τὴν δὲ φεύγειν καὶ φεύγουσαν ἐπιστῆναί τε τῷ προαστείῳ, καὶ τὴν μητέρα τὴν ὕβριν ἀμῦναι ταύτην αὐτῇ διαστῆναί τε γὰρ εὐθέως καὶ δέξασθαι τὴν παρθένον καὶ ἀντὶ τῆς παιδὸς ἀναδοῦναι φυτὸν ὁμώνυμον τῇ παιδί, τὸν δὲ ἀκόλαστον ἐραστὴν ἀποτυχόντα τῶν παιδικῶν περιπλακῆναί τε τῷ δένδρῳ καὶ οἰκειώσασθαι καὶ τὸ φυτὸν καὶ τὸν τόπον καὶ προσεδρεύειν τῷ χωρίῳ λοιπὸν καὶ τοῦτο πάσης τῆς γῆς μάλιστα ἀσπάζεσθαι καὶ φιλεῖν. Κελεῦσαί τε τὸν βασιλεύοντα τότε νεὼν αὐτῷ δείμασθαι καὶ βωμὸν ἵν᾽ ἔχῃ παραμυθεῖσθαι διὰ τοῦ τόπου τὴν μανίαν ὁ δαίμων.

Καὶ ὁ μὲν μῦθος οὗτος ἡ δὲ ἀπὸ τοῦ μύθου γινομένη βλάβη οὐκέτι μῦθος ἦν. Ἐπειδὴ γὰρ οἱ τῶν νέων ἀκόλαστοι φθάσαντες ὅπερ ἔφην ἐξύβρισαν τὸ τοῦ προαστείου κάλλος ἐπὶ κώμαις καὶ μέθαις τὰς ἐκεῖ ποιούμενοι διατριβάς, βουλόμενος τοῦτο ἐπιδοθῆναι τὸ κακὸν ὁ διάβολος τόν τε μῦθον ἔπλασε καὶ τὸν δαίμονα κατῴκισεν ὡς καὶ ἀσελγείας καὶ ἀσεβείας ὑπέκκαυμα γενέσθαι μεῖζον τὴν ἱστορίαν ταύτην αὐτοῖς. Πρὸς δὴ τὴν λύσιν τῶν τοσούτων κακῶν εὗρε ταύτην τὴν σοφωτάτην μηχανὴν ὁ βασιλεὺς τὸ μετοικίσαι τε τὸν ἅγιον καὶ πέμψαι τὸν ἰατρὸν πρὸς τοὺς κάμνοντας. Διατάξει μὲν οὖν καὶ αὐθεντίᾳ βασιλικῇ τὴν εἰς τὸ προάστειον ἐγκόπτειν ὁδὸν τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἐδόκει τυραννίδος ἔργον εἶναι μᾶλλον καὶ ὠμότητος καὶ ἀγροικίας πολλῆς. Εἰ δὲ προσέθηκεν ὅτι “οἱ μὲν ἐπιεικέστεροι καὶ μετριώτεροι ἀναβαινέτωσαν οἱ δὲ ἀσελγεῖς καὶ ἀκόλαστοι κωλυέσθωσαν,” ἄπορον ἦν τὸ ἐπίταγμα καὶ δίκας ἐχρῆν καθ᾽ ἑκάστην γίνεσθαι τὴν ἡμέραν τῆς ἑκάστου κρινομένης ζωῆς. Μόνον δὲ τῶν τοσούτων δεινῶν διέξοδον ἀρίστην τὴν τοῦ μακαρίου γενέσθαι παρουσίαν· τήν τε γὰρ τοῦ δαίμονος διαλῦσαι δύναμιν καὶ τὴν νέων ἐπιστρέψαι διάχυσιν ἱκανὸν εἶναι τὸν μάρτυρα. Καὶ οὐκ ἐσφάλη τῆς ἐλπίδος.

Ἅμα τε γὰρ ἐφίσταταί τις τῇ Δάφνῃ καὶ τὸ μαρτύριον εὐθέως ἀπὸ τῶν τοῦ προαστείου προθύρων ἰδὼν συστέλλεται καθάπερ τις νέος ἐν συμποσίῳ παιδαγωγὸν θεασάμενος ἐφεστῶτα καὶ παρακελευόμενον διὰ τῆς ὄψεως ἐν τάξει τῇ προσηκούσῃ πίνειν τε καὶ ἐσθίειν καὶ φθέγγεσθαι καὶ γελᾶν, φυλαττόμενον μή που τὸ μέτρον ὑπερβὰς τὴν δόξαν αἰσχύνῃ τὴν ἑαυτοῦ. Γενόμενος δὲ ὑπὸ τῆς ὄψεως εὐλαβέστερος καὶ τὸν μακάριον φαντασθεὶς πρὸς τὴν λάρνακα εὐθέως ἐπείγεται, καὶ ἐλθὼν ἐκεῖ μείζονά τε προσλαμβάνει φόβον καὶ πᾶσαν ὀλιγωρίαν ἐκβαλῶν καὶ γενόμενος πτηνὸς οὕτως ἄπεισι. Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς Δάφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν “ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ,” καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε,” τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον.

Καὶ γὰρ ὥσπερ τις αὔρα λεπτὴ τοὺς ἐν τῷ μαρτυρίῳ γενομένους περιπνεῖ πάντοθεν—αὔρα οὐκ αἰσθητή τις οὐδὲ σωμάτων αὐξητικὴ ἀλλ᾽ εἰς αὐτὴν ἱκανὴ διαδῦναι τὴν ψυχήν—καὶ καταστέλλουσα πάντοθεν αὐτὴν εὐσχημόνως καὶ πᾶν γήινον περικόπτουσα βάρος ἀναπαύει τε καὶ κουφοτέραν ἐργάζεται τὴν βεβαρημένην καὶ καταπίπτουσαν.

Καὶ τὸ μὲν Δάφνης κάλλος καὶ τοὺς ῥαθυμοτέρους ἐκκαλεῖται πρὸς ἑαυτήν, ὁ δὲ μάρτυς καθάπερ ἐν ἀλείᾳ τινὶ καθήμενος καὶ λοχῶν τοὺς εἰσιόντας κατέχει τέως αὐτούς, καὶ ῥυθμίσας πρότερον οὕτως ἀφίησιν οὐδὲ ὑβριστικῶς ἀλλὰ σεμνῶς τῇ ἐρωμένῃ χρησομένους λοιπόν. Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥαθυμίαν οἱ δὲ διὰ φροντίδας βιωτικὰς οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾶν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ.

Καὶ γίνεται παρόμοιον ὥσπερ ἂν εἴ τις τὸν κάμνοντα ὠφέλιμα φάρμακα προσίεσθαι μὴ καταδεχόμενον μεθοδεύσειεν ἡδύσματι τὸ φάρμακον ἐγκατακρύψας τινί. Τῷ γοῦν χρόνῳ θεραπευόμενοι εἰς τοῦτο κατέστησαν ὡς μηκέτι τὴν τρυφὴν μόνον, ἀλλὰ καὶ τοῦ ἁγίου τὴν ἐπιθυμίαν τῆς ἐπὶ τὸ προάστειον ἀνόδου πρόφασιν γίνεσθαι τοῖς πολλοῖς.

Μᾶλλον δὲ οἱ μὲν ἐπιεικέστεροι διὰ τοῦτο μόνον ἐκεῖσε ἔρχονται, οἱ δὲ ἐκείνων ἐλάττους δι᾽ ἀμφότερα, οἱ δὲ ἔτι τούτων ἀτελέστερον διακείμενοι διὰ μόνην μὲν ἀναβαίνουσι τὴν τρυφήν. Ἐπειδὰν δὲ παραγένωνται καλέσας αὐτοὺς ὁ μάρτυς καὶ ἑστιάσας τοῖς αὐτοῦ καὶ καθοπλίσας καλῶς οὐδὲν ἀφίησι δεινὸν παθεῖν.

Καὶ ἔστιν ὁμοίως θαυμαστὸν τὸ ἐκεῖ γινόμενον, σωφρονῆσαί τινα τῶν ἁβρῶν καὶ ῥαθύμων, οἷον ἐκ μέσης μανίας ἀνενεγκεῖν ἢ εἰς κάμινον ἐμπεσόντα μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν. Τῆς γὰρ νεότητος καὶ τῆς τόλμης τῆς ἀλόγου καὶ τοῦ οἴνου καὶ τῆς πλησμονῆς φλογὸς χαλεπώτερον περιισταμένων τοὺς λογισμούς, ἡ παρὰ τοῦ μακαρίου δρόσος διὰ τῶν ὄψεων εἰς τὴν τῶν ὁρώντων καταβαίνουσα ψυχὴν τήν τε φλόγα ἐκοίμισε καὶ τὸν ἐμπρησμὸν ἔστησε καὶ πολλὴν τῆς διανοίας κατέσταξε τὴν εὐλάβειαν.

Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε—πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε; Πρῶτον μὲν τούτοις αὐτοῖς ἄπρακτον αὐτοῦ καὶ τὴν προσεδρείαν καὶ τὴν ἀπὸ τοῦ μύθου βλάβην ἐργασάμενος ὕστερον δὲ καὶ αὐτὸν ἀπελάσας τὸν δαίμονα. Πρὶν ἢ δὲ τὸν τρόπον τῆς διώξεως εἰπεῖν ἐκεῖνο ὑμᾶς ἐπισημήνασθαι ἀξιῶ, ὅτι οὐκ εὐθέως αὐτὸν ἀνελθὼν ἐξέβαλεν ἀλλὰ μένοντα εἰργάσατο ἄπρακτον καὶ ἐπεστόμισε καὶ τῶν λίθων ἀπέφηνεν ἀφωνότερον, τοῦ δὲ ἀπελάσαι τὸ μένοντος περιγενέσθαι οὐκ ἔλαττον ἦν. Καὶ ὁ πάντας πανταχοῦ πρότερον ἀπατῶν οὐδὲ πρὸς τὴν κόνιν ἀντιβλέψαι ἐτόλμησε τοῦ μακαρίου Βαβύλα. Τοσαύτη τῶν ἁγίων ἡ δύναμις ὧν ζώντων μὲν οὐδὲ τὰς σκιὰς φέρουσιν οὐδὲ τὰ ἱμάτια, τελευτησάντων δὲ καὶ τὰς λάρνακας τρέμουσιν.

Ὥστε εἴ τις ἀπιστεῖ τοῖς ὑπὸ τῶν ἀποστόλων γεγενημένοις τὰ παρόντα θεωρῶν παυέσθω τῆς ἀναισχυντίας ποτέ. Ὁ γὰρ πάντα τὰ τῶν Ἑλλήνων πάλαι νικῶν καθάπερ ὑπὸ δεσπότου τοῦ μάρτυρος ἐπιτιμηθεὶς ἐπαύσατο τῆς ὑλακῆς καὶ οὐδὲν ἐφθέγγετο.

Καὶ τὸ μὲν πρῶτον ἐδόκει διὰ τὸ μὴ μετέχειν θυσιῶν καὶ τῆς ἄλλης θεραπείας τοῦτο ποιεῖν. Τοιοῦτος γὰρ ὁ δαιμόνων τρόπος· ὅταν μὲν τῇ κνίσῃ καὶ τῷ καπνῷ καὶ τοῖς αἵμασιν αὐτοὺς θεραπεύωσι καθάπερ κύνες αἱμοβόροι καὶ λίχνοι παραγίνονται λάψοντες, ὅταν δὲ μηδεὶς ὁ ταῦτα παρέχων ᾖ καθάπερ τινὶ λιμῷ διαφθείρονται, καὶ τῶν μὲν θυσιῶν καὶ τῶν αἰσχρῶν ἐπιτελουμένων τελετῶν—οὐδὲν γὰρ αὐτῶν ἕτερον τὰ μυστήρια ἀλλ᾽ ἢ ἔρωτες ἄτοποι καὶ παίδων ὕβρεις καὶ γάμων διαφθοραὶ καὶ οἰκιῶν ἀνατροπαί (τῶν γὰρ φόνων τοὺς σκαιοὺς τρόπους καὶ τὰ τῶν φόνων ἀνομώτερα δεῖπνα ἀφίημι νῦν)—ἀλλ᾽ ὅμως τούτων μὲν τελουμένων πάρεισι καὶ εὐφραίνονται κἂν κακοῦργοι κἂν γόητες κἂν λοιμοὶ οἱ ταῦτα τελοῦντες ὦσι. Μᾶλλον δὲ οὐδέ εἰσιν ἕτεροί τινες οἱ ταῦτα διακονούμενοι. Σώφρων γὰρ ἀνὴρ καὶ ἐπιεικὴς καὶ σεμνὸς οὐκ ἂν ἀνάσχοιτο κώμου καὶ μέθης οὐδὲ ῥῆμα αἰσχρὸν οὔτε αὐτὸς ἐκβαλεῖν οὔτε ἑτέρου τινὸς τοιαῦτα ἀσχημονοῦντος ἀκοῦσαι. Καίτοι γε ἐχρῆν εἰ τῆς ἀρετῆς ἐπεμελεῖτο τῆς ἀνθρωπίνης καὶ τῆς εὐζωίας τῶν προσκειμένων αὐτῷ λόγον εἶχε βραχὺν πλέον βίου ζητεῖν ἀρίστου καὶ τρόπων ὀρθότητος καὶ τὴν ἀσχήμονα πᾶσαν ἐκείνην ἀφεῖναι θοίνην. Ἀλλ᾽ ἐπειδὴ τῆς τῶν ἀνθρώπων ἀπωλείας αὐτοῖς οὐδὲν προτιμότερον τούτοις καὶ τέρπονται καὶ τιμᾶσθαι λέγουσιν ἃ τὸν βίον ἀνατρέπειν εἴωθε τὸν ἡμέτερον καὶ πάντα ἐκ βάθρων ἀνασπᾶν τὰ καλά.