Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η άνοδος του Ιουλιανού και η πρόφαση του δαίμονος

Η αναβίωση της ειδωλολατρίας υπό τον αυτοκράτορα Ιουλιανό. Ο δαίμων προβάλλει υποκριτικά την εγγύτητα του μάρτυρος ως δικαιολογία για την αδυναμία χρησμοδότησης, αναγκάζοντας τον αυτοκράτορα να απομακρύνει τα λείψανα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 10

Τὸ μὲν οὖν πρῶτον ἐδόκει καὶ οὗτος διὰ τοῦτο σιγᾶν ἠλέγχετο δὲ ὕστερον ἰσχυρᾷ πεπεδημένος ἀνάγκῃ. Ὁ γὰρ ἀναγκάζων φόβος αὐτὸν ἀντὶ χαλινοῦ τινος ἐπικείμενος ἐκώλυε τῇ συνήθει χρῆσθαι κατὰ τῶν ἀνθρώπων ἀπάτῃ. Πόθεν τοῦτο δῆλον; Ἀλλὰ μὴ θορυβηθῆτε. Πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν μεθ᾽ ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας. Οὐδὲ γὰρ δέομαι στοχασμοῖς τισι καὶ δι᾽ εἰκότων τοῦτο ποιῆσαι φανερὸν ἀλλ᾽ αὐτὴν τοῦ δαίμονος τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν. Αὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγὴν καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν.

Ἀλλὰ μὴ ὀργίζεσθε αὐτῷ. Οὐ γὰρ ἑκὼν τὰ αὐτοῦ κατέβαλεν ἀλλὰ ἀναγκαζόμενος ὑπὸ μείζονος δυνάμεως τοῦτο ἔπραττε. Πῶς δὲ τοῦτο γέγονε καὶ τίς ὁ τρόπος; Τοῦ βασιλέως τελευτήσαντος τοῦ τὸν μάρτυρα ἀναγαγόντος τὸν ἀδελφὸν τὸν ἐκείνου παρήγαγεν εἰς μέσον διαδεξόμενον τὴν ἀρχὴν ὁ καὶ ἐκείνῳ πρότερον δοὺς τὴν τιμήν, καὶ δέχεται χωρὶς τοῦ διαδήματος τὴν βασιλείαν οὗτος. Τοσοῦτον γὰρ καὶ τῆς τοῦ ἀδελφοῦ τοῦ τετελευτηκότος ἐξουσίας τὸ μέτρον ἦν. Γόης δὲ ὢν καὶ μιαρὸς τὸ μὲν πρῶτον τὰ τοῦ Κυρίου φρονεῖν ὑπεκρίνατο διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα, ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε ῥίψας τὸ προσωπεῖον λοιπὸν γυμνῇ τῇ κεφαλῇ ἢν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε ταύτην εἰς μέσον ἐξήγαγε καὶ πᾶσιν ἐποίησε φανερὰν καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν.

Ἐντεῦθεν μάγοι καὶ γόητες καὶ μάντεις καὶ οἰωνοσκόποι καὶ μηναγύρται καὶ πάσης ἐργαστήρια μαγγανείας πάντοθεν ἀπὸ τῆς οἰκουμένης συνέτρεχον καὶ ἦν ἰδεῖν τὰ βασίλεια ἀνδρῶν ἀτίμων καὶ φυγάδων πληρούμενα. Οἱ μὲν γὰρ ὑπὸ τοῦ λιμοῦ πάλαι διαφθειρόμενοι—οἱ δὲ ἐπὶ ταῖς φαρμακείαις καὶ ταῖς κακουργίαις ἑάλωσαν δεσμωτήριά τε οἰκοῦντες καὶ μέταλλα ἐργαζόμενοι—ἄλλοι δὲ ἐπιτηδευμάτων αἰσχρῶν μόλις δυνάμενοι διαζῆν ἱερεῖς καὶ ἱεροφάνται ἀναφανέντες ἐξαίφνης ἐν πολλῇ ἦσαν τῇ τιμῇ. Καὶ ὁ βασιλεὺς στρατηγοὺς μὲν καὶ ἄρχοντας παρεπέμπετο καὶ οὐδενὸς ἠξίου λόγου, ἄνδρας δὲ ἡταιρηκότας καὶ τὰς ἀπὸ τοῦ τέγους γυναῖκας ἀναστήσας ἀπὸ τῶν οἰκημάτων ἐν οἷς προεστήκεσαν μεθ᾽ ἑαυτοῦ τὴν πόλιν ἅπασαν περιῆγε καὶ τοὺς στενωπούς.

Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.

Ταῦτα δὲ οἴδαμεν ὅτι τοῖς μεθ᾽ ἡμᾶς γενησομένοις καὶ ἄπιστα εἶναι δόξει διὰ τὴν τῆς ἀτοπίας ὑπερβολήν. Οὐδὲ γὰρ ἂν ἰδιώτην τῶν εὐτελῶς καὶ αἰσχρῶς βεβιωκότων ἑλέσθαι τοιαῦτα δημοσίᾳ ἀσχημονεῖν. Ἀλλὰ πρὸς μὲν τοὺς ἔτι ζῶντας οὐδενὸς δέομαι λόγου· οἱ γὰρ παρόντες καὶ θεασάμενοι ταῦτα γινόμενα οὗτοι καὶ λεγόμενα ἀκούουσι νῦν. Διὰ γάρ τοι τοῦτο τῶν μαρτύρων ἔτι περιόντων γράφω ἵνα μή τίς με τὰ παλαιὰ διηγούμενον ἐν οὐκ εἰδόσι μετὰ πολλῆς ψεύδεσθαι τῆς ἐξουσίας νομίζοι. Τῶν γὰρ ταῦτα θεασαμένων ἔτι καὶ γέροντες καὶ νέοι περίεισιν οὓς ἀξιῶ πάντας εἴ τι παρ᾽ ἐμοῦ προστέθειται προσιέναι καὶ διελέγχειν. Ἀλλὰ προστεθέντα μὲν οὐκ ἂν ἐλέγξαιεν ἐλλείποντα δὲ μόνον, οὐδὲ γὰρ οἷόν τε πᾶσαν αὐτοῦ τῷ λόγῳ παραστῆσαι τῆς ἀσχημοσύνης τὴν ὑπερβολήν. Πρὸς δὲ τοὺς μετὰ ταῦτα ἀπιστήσοντας ἐκεῖνο ἂν εἴποιμι ὅτι ὁ δαίμων ὁ παρ᾽ ὑμῖν ὃν Ἀφροδίτην καλεῖτε οὐκ αἰσχύνεται τοιούτους ἔχων θεραπευτάς.

Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ᾽ οἷς οἱ παρ᾽ αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί. Τί ἄν τις λέγοι τὰς νεκυομαντείας, τὰς τῶν παίδων σφαγάς; Αἱ γὰρ θυσίαι ἐκεῖναι αἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τολμώμεναι μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ κατασταλεῖσαι ἐτολμῶντο πάλιν φανερῶς μὲν οὐκέτι (εἰ γὰρ καὶ βασιλεὺς ἦν καὶ μετ᾽ ἐξουσίας ἅπαντα ἔπραττεν ἀλλ᾽ ὅμως ἡ τῆς τῶν δρωμένων ἀνοσιότητος ὑπερβολῆ τῆς ἐξουσίας τὸ μέγεθος ἤλεγχεν) ἐτολμῶντο δ᾽ οὖν ὅμως.

Οὗτος δὴ οὖν ὁ βασιλεὺς εἰς τὴν Δάφνην συνεχῶς ἀνιὼν μετὰ πολλῶν μὲν ἀναθημάτων μετὰ πολλῶν δὲ θυσιῶν καὶ χειμάρρους αἱμάτων ἐργαζόμενος ἀπὸ τῆς τῶν θρεμμάτων σφαγῆς ἐπέκειτο σφοδρῶς τὸν δαίμονα χρησμὸν ἀπαιτῶν καὶ ἀξιῶν ἀναιρεῖν ὑπὲρ τῶν κατὰ γνώμην αὐτῷ. Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων (ὥς φησι) τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι “διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι,” παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς. Ἐκείνῳ μὲν γὰρ ἂν τὴν ἀσθένειαν μόνον ἀπεκάλυψε τὴν ἑαυτοῦ νυνὶ δὲ καὶ τὴν ἀσθένειαν καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ἀναισχυντίαν ἔδειξε τὰ ἀσυσκίαστα συσκιάζειν ἐπιχειρῶν.

Τίς γὰρ ἡ πρόφασις; Νεκρῶν, φησίν, ἐστι τὸ χωρίον ἡ Δάφνη μεστὸν καὶ τοῦτο κωλύει τὸν χρησμόν. Καὶ πόσῳ βέλτιον ἦν, ὦ δείλαιε, τοῦ μάρτυρος ὁμολογῆσαι τὴν δύναμιν ἢ οὕτως ἀναίσχυντα προφασίζεσθαι. Καὶ ὁ μὲν δαίμων ταῦτα, ὁ δὲ ἀνόητος βασιλεὺς καθάπερ ἐν σκηνῇ παίζων καὶ δρᾶμα ὑποκρινόμενος ἐπὶ τὸν μακάριον εὐθέως ἦλθε Βαβύλαν. Καίτοι ὦ μιαρὲ καὶ παμμίαρε εἰ μὴ ἀλλήλους ἐξηπατᾶτε ἑκόντες καὶ συνεπεκρίνασθε πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν, τί δήποτε σὺ μὲν λέγεις ἀνωνύμως καὶ ἀδιορίστως τοὺς νεκροὺς σὺ δὲ ὡς ὀνομαστὶ καὶ μετὰ διορισμοῦ τινος ἀκούσας τῶν ἄλλων ἐφέμενος τὸν ἅγιον μόνον ἐκίνεις; Ἐχρῆν γὰρ κατὰ τὴν τοῦ δαίμονος ἀπόφασιν πάσας ἀνορύττειν τὰς ἐν τῇ Δάφνῃ θήκας καὶ τὸ μορμολυκεῖον τῆς τῶν θεῶν ὄψεως ἀπάγειν ὡς πορρωτάτω.

Ἀλλ᾽ οὐ περὶ πάντων εἶπε τῶν νεκρῶν. Τί οὖν τοῦτο οὐ διαρρήδην ὡμολόγησεν; Ἦ σοὶ τὸ δρᾶμα ὑποκρινομένῳ τῆς πλάνης τοῦτο ἀφῆκε τὸ αἴνιγμα. Ἐγὼ μὲν γὰρ λέγω τοὺς νεκροὺς, φησίν, ὥστε μὴ δήλην γενέσθαι τὴν ἧτταν καὶ ἄλλως γὰρ δέδοικα ὀνομαστὶ τὸν ἅγιον εἰπεῖν, σὺ δὲ νόει τὸ λεχθὲν καὶ ἀντὶ πάντων κίνει τὸν μάρτυρα· ἐκεῖνος γὰρ ἡμᾶς ἐπεστόμισε. Τοσαύτην κατέγνω παραπληξίαν τῶν θεραπευόντων αὐτὸν ὡς οὕτω φανερὰν ἀπάτην μὴ δυνηθῆναι συνιδεῖν. Εἰ γὰρ ἐξεστήκεσαν ἅπαντες εἰ ἐμεμήνεσαν οὐδ᾽ ἂν οὕτω διέφυγον τὴν τῆς ἥττης κατάγνωσιν—οὕτω φανερὰ πᾶσίν ἐστι καὶ σαφής. Εἰ γὰρ μίασμα τι καὶ μύσος ἔσται, ὡς φῄς, τὰ νεκρὰ τῶν ἀνθρώπων σώματα, πολλῷ μᾶλλον τὰ τῶν ἀλόγων ὅσῳ καὶ τὸ γένος ἀτιμότερον τοῦ γένους. Πολλῶν δὲ καὶ κυνῶν καὶ πιθήκων καὶ ὄνων ὀστᾶ πλησίον τοῦ ναοῦ κατορώρυκται καὶ ταῦτα μᾶλλον ἐχρῆν μετακινεῖν εἰ μὴ πιθήκων ἀνθρώπους ἀτιμοτέρους ἡγῇ.

Ποῦ νῦν εἰσιν οἱ τὸ καλὸν τοῦ Θεοῦ δημιούργημα καὶ πρὸς ὑπηρεσίαν ἡμετέραν γεγονὸς τὸν ἥλιον ἐνυβρίζοντες καὶ τῷ δαίμονι τὸ ἄστρον ἐπιφημίζοντες καὶ τοῦτο ἐκεῖνον εἶναι λέγοντες; Ὁ μὲν γὰρ ἥλιος μυρίων ἐν τῇ γῇ κειμένων νεκρῶν ἐκχεῖται κατὰ τῆς οἰκουμένης καὶ οὐδαμοῦ συστέλλει τὰς ἀκτῖνας οὐδὲ τὴν ἐκ τούτων ἐνέργειαν διὰ τοὺς μολυσμούς, ὁ δὲ θεὸς ὁ ὑμέτερος βίους μὲν αἰσχροὺς καὶ μαγγανείας καὶ φόνους οὐκ ἀποστρέφεται οὐδὲ μισεῖ ἀλλὰ καὶ ἀγαπᾷ καὶ ἀσπάζεται καὶ φιλεῖ, σώματα δὲ ἐκτρέπεται τὰ ἡμέτερα. Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ᾽ αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας. Ἀλλ᾽ αὕτη τῶν δαιμόνων ὑμῶν ἡ προαίρεσις βδελύττεσθαι μὲν τὰ βδελυκτὰ τιμᾶν δὲ καὶ ἀποδέχεσθαι τὰ παντὸς ἄξια μίσους καὶ ἀποστροφῆς.

Καὶ ἀνὴρ μὲν ἀγαθὸς οὐδὲ βουλεύσασθαί τι χρήσιμον οὔτε πρᾶξαί τι τῶν δεόντων ὑπὸ σώματος κωλυθήσεται νεκροῦ, ἀλλὰ ἂν ὑγιαίνῃ τὴν ψυχὴν καὶ παρ᾽ αὐτοὺς οἰκῶν τοὺς τάφους καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ πᾶσαν ἐπιδείξεται τὴν ἀρετήν.

Καὶ χειροτέχνης δὲ ἕκαστος ἀνεμποδίστως τὰ τῆς οἰκείας ἐπιστήμης πάντα ἐργάσεται καὶ παρέξει τοῖς δεομένοις αὐτοῦ οὐ πλησίον νεκρῶν καθήμενος μόνον ἀλλὰ κἂν αὐτὰ τὰ μνήματα τῶν κατοιχομένων οἰκοδομῆσαι δέῃ, καὶ ὁ ζωγράφος καὶ ὁ λιθοξόος καὶ ὁ τέκτων καὶ ὁ χαλκοτύπος καὶ πάντες τὰ αὐτῶν συνεισφέρουσι.

Μόνος δὲ πάντων ὁ Ἀπόλλων ὑπὸ τῶν νεκρῶν κωλύεσθαί φησι τὰ μέλλοντα προορᾶν. Καὶ μὴν καὶ παρ᾽ ἡμῖν ἄνδρες γεγόνασι μεγάλοι καὶ θαυμαστοὶ καὶ τὰ πρὸ τετρακοσίων καὶ χιλίων προεῖπον ἐτῶν καὶ προλέγοντες οὐδὲν τούτων οὔτε ἐζήτησαν οὔτε ἐμέμψαντο οὔτε τοὺς τάφους τῶν ἀπελθόντων ἀναρρήγνυσθαι ἐκέλευσαν καὶ τοὺς κειμένους ῥίπτεσθαι καὶ τυμβωρυχίας ξένον καὶ ἀναίσχυντον ἐπινοεῖν τρόπον. Ἀλλ᾽ οἱ μὲν αὐτῶν ἔθνεσι παροικοῦντες ἀθέοις καὶ μιαροῖς οἱ δὲ ἐν μέσοις τοῖς βαρβάροις ὄντες ἔνθα τὰ ἀληθῶς μολυσμοῦ ἄξια καὶ μιασμοῦ πάντα ἐδρᾶτο μετὰ ἀληθείας ἅπαντα προύλεγον καὶ οὐδὲν αὐτοὺς ὁ τῶν ἄλλων μιασμὸς ἐκώλυεν εἰς τὴν πρόρρησιν. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἀληθῶς ὑπὸ θείας ἐνεργούμενοι δυνάμεως ἔλεγον ἅπερ ἔλεγον, ὁ δὲ δαίμων κενὸς τῆς ἐνεργείας ἐκείνης καὶ ἔρημος ὢν εἶχε μὲν οὐδὲν προειπεῖν ὑπὲρ δὲ τοῦ μὴ δόξαι ἀπορεῖν πιθανὰ ἁπλῶς καὶ καταγέλαστα προφασίζεσθαι ἀναγκάζεται.

Διὰ τί γάρ, εἰπέ μοι, κατὰ τὸν ἔμπροσθεν χρόνον οὐδέποτέ τι τοιοῦτον εἶπεν οὐδὲ ἐφθέγξατο; Ὅτι τότε μὲν εἶχε τὸ μὴ θεραπεύεσθαι πρόφασιν, ταύτης δὲ αὐτῷ τῆς ἀπολογίας περιαιρεθείσης κατέφυγεν ἐπὶ τοὺς νεκροὺς στενοχωρηθεὶς μή τι πάθοι.

Οὐ γὰρ ἐβούλετο ἀσχημονεῖν ἀλλ᾽ ὑμεῖς αὐτὸν ἠναγκάσατο διὰ τῆς πολλῆς θεραπείας τὴν ἀπολογίαν ἐκκόψαντες καὶ οὐκ ἀφέντες εἰς τὴν τῶν θυσιῶν σπάνιν καταφυγεῖν. Ἀκούσας δὴ ταῦτα ὁ ὑποκριτὴς ἐκέλευσε κατενεχθῆναι τὴν λάρνακα ἵνα ἡ ἧττα δήλη γένηται καὶ καταφανής. Εἰ μὲν γὰρ εἶπεν ὅτι “διὰ τὸν ἅγιον οὐ δύναμαι φθέγγεσθαι”—ἀλλὰ μηδὲν κινεῖτε μηδ᾽ ἐνοχλεῖτε περαιτέρω—τοῖς αὐτοῦ μόνοις ἂν ἐγένετο φανερόν (οὐ γὰρ ἂν εἰς ἑτέρους τοῦτο ἐξήνεγκαν αἰσχυνόμενοι)—νῦν δὲ ὥσπερ ἐκπομπεῦσαι σπουδάζων τὴν ἀσθένειαν αὐτοῦ οὕτως ἅπαντα πράττειν ἠνάγκαζε δι᾽ ὧν οὐδὲ βουλομένοις ἐνῆν συσκιάσαι τὸ γεγονός. Οὐδὲ γὰρ ἔτι δυνατὸν διασωθῆναι τὴν ὑπόκρισιν διὰ τὸ μηδένα τῶν ἄλλων νεκρῶν ἀλλὰ μόνον τὸν μάρτυρα μετακινηθῆναι ἐκεῖθεν. Καὶ οὐχ οἱ τὴν πόλιν οἰκοῦντες μόνον καὶ τὸ προάστειον καὶ τοὺς ἀγροὺς ἀλλὰ καὶ οἱ πόρρωθεν ἀφιστάμενοι τῶν χωρίων καὶ τὴν λάρνακα οὐχ ὁρῶντες κειμένην εἶτα τὴν αἰτίαν ἐξετάζοντες εὐθέως ἐμάνθανον, ὡς ὁ δαίμων παρὰ τοῦ βασιλέως ἀξιούμενος μαντεύεσθαι εἶπε τοῦτο μὴ δύνασθαι ποιεῖν ἕως ἂν αὐτοῦ τὸν μακάριον ἀποστήσῃ τις Βαβύλαν.

Καίτοι γε, ὦ καταγέλαστε, ἐνῆν σοι καὶ εἰς ἑτέρας προφάσεις καταφυγεῖν οἷα πολλάκις ποιεῖς μυρία τεχνάζων ἐν ταῖς ἀπορίαις ἀεί, πρὸς μὲν τὸν Λυδὸν εἰπὼν ὅτι Ἅλυν τὸν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ δείξας αὐτὸν ἐπὶ τῆς πυρᾶς, ἐπὶ δὲ τῆς Σαλαμῖνος αὐτῷ τε τῷ σοφῷ τούτῳ χρησάμενος καὶ τὸν καταγέλαστον σύνδεσμον προσθείς (τὸ μὲν γὰρ εἰπεῖν ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ὅμοιον ἦν τῷ τοῦ Λυδοῦ, τὸ δὲ προσθεῖναι ἤτοι σκιδναμένης Δημήτερος ἢ συνιούσης πλείονος γέλωτος καὶ τοῖς ἐν ταῖς τριόδοις ὑπὸ τῶν ἀγυρτῶν λεγομένοις προσεοικός)—ἀλλ᾽ οὐδὲ τοῦτο ἤθελες. Καὶ ἐξῆν ἀσαφείᾳ κρύψαι τὸν λόγον—καὶ γὰρ τοῦτο τῆς τέχνης ἀεὶ τῆς σῆς—ἀλλ᾽ ἐπέκειντο πάντες πάλιν ἀγνοοῦντες καὶ λύσιν ἐπιζητοῦντες. Καὶ ἐνῆν σοι καταφυγεῖν ἐπὶ τοὺς ἀστέρας, καὶ γὰρ τοῦτο ποιεῖς πολλάκις καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς.

Οὐ γὰρ πρὸς ἄνδρας νοῦν ἔχοντας ὁ λόγος ἐστί σοι ἀλλὰ πρὸς θρέμματα καὶ θρεμμάτων ἀλογωτέρους. Οὐκ ἦσαν τῶν Ἑλλήνων σοφώτεροι τῶν ταῦτα ἀκουόντων καὶ οὐκ ἀφισταμένων τῆς ἀπάτης; Ἀλλὰ συνεώρων τὸ ψεῦδος; Οὐκοῦν ἐχρῆν τἀληθῆ πρὸς τὸν ἱερέα μόνον εἰπεῖν καὶ αὐτὸς ἂν εὗρέ σου μᾶλλον συσκιάσαι τὴν ἧτταν;

Νῦν δὲ τίς σε ἔπεισεν, ἄθλιε, εἰς οὕτω φανερὰν σαυτὸν ἀναισχυντίαν ἐμβαλεῖν; Ἀλλὰ τάχα σὺ μὲν οὐδὲν ἥμαρτες, ὁ δὲ βασιλεὺς κακῶς ὑπεκρίνατο ἀδιορίστως μὲν περὶ τῶν νεκρῶν ἀκούσας ἐπὶ δὲ τὸν ἅγιον μόνον ἐλθών· ἐκεῖνός σε διήλεγξε καὶ τὴν ἀπάτην ἐγύμνωσεν. Ἀλλ᾽ οὐδὲ ἐκεῖνος ἑκών. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ τοσούτοις τε ἀναθήμασι τιμᾶν καὶ πάλιν ὑβρίζειν τὸν αὐτόν, ἀλλὰ πάντας ὁμοῦ τοῦ μάρτυρος ἐσκότωσεν ἡ δύναμις καὶ οὐκ ἀφῆκε συνιδεῖν τὰ γινόμενα, ἀλλ᾽ ἐπράττετο μὲν ἅπαντα ὡς κατὰ Χριστιανῶν περιετρέπετο δὲ οὐκ εἰς τοὺς πάσχοντας ἀλλ᾽ εἰς τοὺς δρῶντας ὁ γέλως. Οὕτω που καὶ οἱ μαινόμενοι δοκοῦσι μὲν ἀεὶ τοὺς πλησίον ἀμύνεσθαι τοὺς τοίχους λακτίζοντες καὶ ῥητὰ καὶ ἄρρητα τοὺς παρόντας λέγοντες κακά, αἰσχύνουσι δὲ δι᾽ ὧν ποιοῦσιν οὐκ ἐκείνους ἀλλ᾽ ἑαυτούς. ὃ δὴ τότε ἐγένετο.