Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Η θριαμβευτική επιστροφή του αγίου και η πυρπόληση του ναού της Δάφνης

Η νικηφόρος επιστροφή της λάρνακας στην Αντιόχεια και η θαυματουργική καταστροφή του ειδωλολατρικού ναού του Απόλλωνος και του αγάλματός του από ουράνιο πυρ, γεγονός που προκάλεσε την απελπισία των ειδωλολατρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 10

Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν. Οἷον γάρ τις ἀριστεὺς τροπαίοις συνῆπτε τρόπαια, μεγάλοις μείζονα καὶ θαυμαστοῖς θαυμαστότερα. Τότε μὲν γὰρ πρὸς βασιλέα μόνον ἠγωνίσατο νῦν δὲ καὶ πρὸς βασιλέα καὶ δαίμονα, καὶ τότε μὲν τῶν ἱερῶν περιβόλων τὸν κρατοῦντα ἀπήλασε νῦν δὲ τοῦ χωρίου παντὸς τῆς Δάφνης τὸν λυμεῶνα ἀπήγαγεν οὐ χειρὶ χρώμενος καθάπερ καὶ πρότερον ἀλλ᾽ ἀοράτῳ δυνάμει τὴν ἀόρατον καταγωνιζόμενος.

Καὶ ζῶντος μὲν οὐκ ἤνεγκε τὴν παρρησίαν ὁ ἀνδροφόνος, τελευτήσαντος δὲ οὐχ ὑπέμεινε τὴν κόνιν οὔτε ὁ βασιλεὺς οὔτε ὁ δαίμων ὁ ταῦτα κινῶν τὸν βασιλέα ποιεῖν. Ὅτι γὰρ μείζονα τοῦ προτέρου φόβον τούτοις τοῖς δευτέροις εἰργάσατο δῆλον ἐκεῖθεν. Ἐκεῖνος μὲν γὰρ αὐτὸν λαβὼν καὶ ἔδησε καὶ ἀνεῖλεν οὗτοι δὲ μόνον μετέθηκαν. Διὰ τί γὰρ μὴ καταποντίσαι τὴν λάρνακα μήτε ἐκεῖνος ἐκέλευσε μήτε οὗτος ἐθέλησε; Διὰ τί μὴ συνέτριψε καὶ κατέκαυσε; Διὰ τί μὴ εἰς ἔρημον καὶ ἀοίκητον αὐτὴν ἀπενεχθῆναι προσέταξεν; Εἰ γὰρ ἄγος ἦν καὶ μίασμα—καὶ βδελυττόμενος ἀλλὰ μὴ δεδοικὼς ἐκεῖθεν αὐτὴν ἐκίνησεν—οὐκ εἰς τὴν πόλιν ἐχρῆν τὸ ἄγος εἰσάγειν ἀλλ᾽ ἀποικίζειν εἰς ὄρη καὶ νάπας. Ἀλλ᾽ ᾔδει καὶ αὐτοῦ τοῦ Ἀπόλλωνος οὐχ ἧττον ὁ δείλαιος τοῦ μακαρίου τὴν ἰσχὺν καὶ τὴν παρρησίαν τὴν πρὸς τὸν Θεὸν καὶ ἔδεισε μὴ τοῦτο ἐργασάμενος σκηπτὸν ἤ τινα νόσον ἑτέραν ἐφ᾽ ἑαυτὸν προκαλέσηται.

Καὶ γὰρ εἶχε πολλὰ τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ τεκμήρια ἔν τε τοῖς πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐπιδειχθείσης καὶ ἐν τοῖς σὺν αὐτῷ τότε τὴν ἐπ᾽ αὐτοῦ διέπουσιν ἀρχήν. Τῶν μὲν γὰρ πάλαι βασιλευσάντων οἱ τὰ τοιαῦτα τολμήσαντες μετὰ πολλὰς καὶ ἀφορήτους συμφορὰς αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς τοῦ μὲν τὰς κόρας ἔτι ζῶντος αὐτομάτως ἐκπηδῆσαι τῶν ὀφθαλμῶν [Μαξιμῖνος οὗτος ἦν] τὸν δὲ μανέντα τὸν δὲ ἄλλῃ τοιαύτῃ χρησάμενον συμφορᾷ οὕτως ἐνθένδε ἀπελθεῖν. Τῶν δὲ σὺν αὐτῷ τότε ὄντων ὁ μὲν θεῖος ὁ πρὸς πατρὸς νεανικώτερον τῇ καθ᾽ ἡμῶν μανίᾳ χρησάμενος καὶ τῶν ἱερῶν σκευῶν ταῖς μιαραῖς τολμήσας ἄψασθαι χερσὶ καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς ἀλλὰ περαιτέρω τῇ ὕβρει προελθών (περιστρέψας γὰρ αὐτὰ καὶ θεὶς ἐπὶ τοῦ ἐδάφους ἁπλῶς οὕτως ἐκάθισεν ἐπ᾽ αὐτῶν) παραχρῆμα ταύτης τῆς παρανόμου καθέδρας τὴν δίκην ἔδωκε. Διαφθαρὲν γὰρ αὐτοῦ τὸ αἰδοῖον σκώληκας ἔτεκε, καὶ ὥστε δειχθῆναι ὅτι ἡ νόσος θεήλατος ἦν πίονας ὄρνεις καὶ ξενικὰς καταθύοντες οἱ ἰατροὶ καὶ πλησίον τῶν διεφθορότων μελῶν τιθέντες ἐξεκαλοῦντο τοὺς σκώληκας.

Οἱ δὲ οὐκ ἀφίσταντο ἀλλὰ ἀπρὶξ τῶν σεσηπότων εἴχοντο μερῶν καὶ οὕτως αὐτὸν ἐπὶ πολλαῖς δαπανήσαντες ἡμέραις κακῶς ἀπώλεσαν. Ἕτερος δέ τις ἐπὶ τῇ φυλακῇ τῶν ταμείων τεταγμένος τῶν βασιλικῶν πρὶν ἢ τὸν οὐδὸν ὑπερβῆναι τῶν βασιλείων ἐλάκησεν ἄφνω μέσος καὶ αὐτὸς ἑτέρας τινὸς τοιαύτης παρανομίας δίκην δούς. Ταῦτα δὴ καὶ τούτων πλείονα (οὐ γὰρ ἅπαντα καταλέγειν καιρὸς νῦν) εἰς νοῦν λαβὼν ὁ μιαρὸς ἐδεδοίκει τὴν τόλμαν περαιτέρω προαγαγεῖν.

Καὶ ὅτι οὐκ ἀπ᾽ ἐμαυτοῦ ταῦτα λέγω νῦν ἐκ τῶν μετὰ ταῦτα ὑπ᾽ αὐτοῦ γενομένων ἔσται δῆλον ἡμῖν. Τέως δὲ τῆς ἀκολουθίας τῶν γεγενημένων ἐχώμεθα. Τί δὴ τὸ ἐντεῦθεν ἦν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν οὐ τὴν δύναμιν μόνον ἀλλὰ καὶ τὴν ἄφατον φιλανθρωπίαν ἐπιδεικνύον τοῦ Θεοῦ. Ὁ μὲν γὰρ ἅγιος μάρτυς τῶν ἱερῶν εἴσω περιβόλων ἦν ἐν οἷς καὶ πρότερον ἐτύγχανεν ὢν πρὶν εἰς τὴν Δάφνην ἐλθεῖν, ὁ δὲ πονηρὸς δαίμων ἐμάνθανεν εὐθέως ὅτι μάτην αὐτῷ τὰ τῆς ἀπάτης μεμηχάνηται, καὶ ὅτι οὐ πρὸς νεκρὸν τὸν ἀγῶνα εἶχεν ἀλλὰ πρὸς ζῶντα καὶ ἐνεργοῦντα καὶ οὐκ αὐτοῦ μόνον ἀλλὰ καὶ πάντων δαιμόνων ἰσχυρότερον. Παρακαλέσας γὰρ τὸν Θεὸν ἀφεῖναι πῦρ εἰς τὸν νεὼν τήν τε ὀροφὴν κατέφλεξε πᾶσαν καὶ τὸ εἴδωλον μέχρις ἐσχάτων ἀφανίσας ποδῶν τέφραν τε ἀποφήνας καὶ κόνιν ἀφῆκεν ἑστάναι τοὺς τοίχους ἅπαντας.

Καὶ εἴ τις ἐπισταίη τῷ τόπῳ νῦν οὐκ ἂν εἴποι πυρὸς εἶναι ἔργον τὸ γεγονός. Οὐδὲ γὰρ ἄτακτος οὐδὲ ὡς ἐξ ὕλης ἀψύχου γέγονεν ἡ πυρπόλησις ἀλλ᾽ ὥσπερ τινὸς χειρὸς περιαγούσης τὸ πῦρ καὶ δεικνυούσης τίνων μὲν φείσασθαι τίνα δὲ ἀναλῶσαι ἐχρῆν οὕτως εὐρύθμως καὶ τεχνικῶς ὁ ναὸς ἐκκεκάλυπται. Καὶ οὐ τοῖς ἐμπεπρησμένοις ἁπλῶς ἀλλὰ τοῖς ἀρτίους μὲν ἔχουσι περιβόλους στέγης δὲ δεομένοις μόνης προσέοικεν· τά τε γὰρ ἄλλα καὶ οἱ κίονες οἵ τε τὸν ὄροφον ἀνέχοντες οἵ τε τὰ πρόπυλα ἅπαντες ἑστήκασι πλὴν τοῦ περὶ τὸν ὄπισθεν δόμον ἑνός, καὶ οὗτος δὲ οὐχ ἁπλῶς ἀφέθη διακλασθῆναι τότε ἀλλὰ δι᾽ αἰτίαν ἢν μετὰ ταῦτα ἐροῦμεν.

Τούτου δὴ συμβάντος ἄγεται μὲν εἰς δικαστήριον εὐθέως ὁ τοῦ δαίμονος ἱερεὺς καὶ τὸν αἴτιον ἠναγκάζετο λέγειν, ὡς δὲ οὐχ εἶχεν ἐξαγκωνίσαντες αὐτὸν καὶ πολλὰς ἐπιθέντες πληγὰς εἶτα μετεωρίσαντες καὶ τὰς πλευρὰς διαξαίνοντες ἐμάνθανον πλέον οὐδέν. Ἀλλ᾽ ἐγίνετο παρόμοιον τῷ ἐπὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Καὶ γὰρ τότε ἐτάγησαν μὲν οἱ στρατιῶται τὸ σῶμα φυλάττειν τοῦ Ἰησοῦ ἵνα μὴ ἐκγένηται, φησί, κακουργῆσαι περὶ τὴν κλοπὴν τοῖς μαθηταῖς, τὸ δὲ πρᾶγμα εἰς τοῦτο ἐξέβαινεν ὥστε μηδὲ ἀναίσχυντον πρόφασιν ὑπολειφθῆναι τοῖς βουλομένοις περὶ τὴν πίστιν τῆς ἀναστάσεως κακουργεῖν. Καὶ ἐνταῦθα εἵλκετο μὲν ὁ ἱερεὺς ἵνα μὴ θείας ὀργῆς ἀλλ᾽ ἀνθρωπίνης κακουργίας ἔργον εἶναι μαρτυρήσῃ τὸ γεγονός. Στρεβλούμενος δὲ καὶ αἰκιζόμενος καὶ οὐδένα ἔχων ἐκδοῦναι ἐμαρτύρει θεόπεμπτον εἶναι τὸ πῦρ ὡς μηδὲ τοῖς ἀναισχυντεῖν βουλομένοις εἶναί τινα λόγον λοιπόν.

Ἀλλ᾽ ὅπερ πρὸ μικροῦ θέλων εἰπεῖν ἀνεβαλόμην τοῦτο νῦν εὐκαίρως ἐρῶ. Τί δὴ τοῦτό ἐστιν; Ὅτι τῷ φόβῳ διέσεισεν αὐτοῦ τὴν ψυχὴν ὁ μάρτυς ὡς μὴ περαιτέρω τῇ τόλμῃ προελθεῖν. Οὐ γὰρ δήπου τὸν μὲν ἱερέα καὶ ὃν ἐν τοσαύτῃ πρότερον ἦγε τιμῇ τοσούτοις ὑπὲρ τῆς ὀροφῆς περιέβαλλε κακοῖς καὶ θηρίου μᾶλλον ὠμοβόρου διεσπάραττε (τάχα δ᾽ ἂν καὶ ἀπεγεύσατο τῶν σαρκῶν) εἰ μὴ πᾶσι τὸ πρᾶγμα ἐδόκει εἶναι μυσαρόν, τὸν δὲ ἅγιον αὐτὸ τοῦ δαίμονος τὸ στόμα ἐμφράξαντα πάλιν εἰς τὴν πόλιν ἦγεν ὥστε ἐν πλείονι εἶναι τιμῇ. Εἰ γὰρ καὶ μὴ πρότερον ὅτε τὴν ἧτταν ὁ δαίμων ὡμολόγησεν ἀλλὰ μετὰ τὸν ἐμπρησμὸν πάντα ἀνέτρεψεν ἂν καὶ ἀπώλεσε καὶ κατέφλεξε τὴν λάρνακα [τὸ μαρτύριον ἑκάτερον τό τε ἐν τῇ Δάφνῃ τό τε ἐν τῇ πόλει] εἰ μὴ τοῦ θυμοῦ ὁ φόβος ἦν μείζων καὶ τῆς ἀθυμίας ἐκράτει τὸ δέος.

Ἔθος γὰρ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτους ἀφιέναι τὴν ὀργήν. Οὐ πόρρω δὲ τῆς ὑποψίας ταύτης ὁ μάρτυς ἦν. Ἅμα τε γὰρ αὐτὸς εἰς τὴν πόλιν ἀφίκετο καὶ τὸ πῦρ ἦλθεν εἰς τὸν ναόν.

Ἀλλ᾽ ὅπερ ἔφην πάθος ἐμάχετο πάθει καὶ ὀργῆς ἐκράτει δειλία. Ἐννόησον γάρ μοι τίς ἦν ὁ χρηστὸς ἐκεῖνος εἰς τὸ προάστειον ἀνιὼν καὶ τὸ μὲν μαρτύριον ὁρῶν ἑστηκὸς τὸν δὲ νεὼν ἐμπεπρησμένον καὶ τὸ εἴδωλον ἠφανισμένον καὶ τὰ ἀναθήματα ἀνηλωμένα καὶ τῆς τε ἑαυτοῦ φιλοτιμίας καὶ τῆς σατανικῆς πομπῆς πᾶσαν ἐξῃρημένην ὑπόμνησιν; Εἰ γὰρ μήτε θυμὸς αὐτὸν μήτε ἀθυμία ταῦτα ὁρῶντα εἰσῄει τὴν γοῦν αἰσχύνην οὐκ ἂν ἤνεγκε καὶ τὸν πολὺν γέλωτα, ἀλλ᾽ ἐξέτεινεν ἂν τὰς ἀνόμους χεῖρας καὶ ἐπὶ τοῦ μακαρίου μαρτύριον εἰ μὴ τοῦτο ὅπερ εἶπον κατεῖχεν αὐτόν. Οὐδὲ γὰρ μικρὸν ἦν τὸ γεγονὸς ἀλλὰ πᾶσαν μὲν τῶν Ἑλλήνων τὴν παρρησίαν ἐξέκοψεν ἅπασαν δὲ τὴν εὐφροσύνην ἔσβεσε τοσαύτην δὲ τῆς ἀθυμίας τὴν ἀχλὺν αὐτοῖς κατεσκέδασεν ὅσην ἂν εἰ πάντες ἀπολώλεσαν οἱ ναοί.

Καὶ ὅτι οὐ κομπάζων λέγω ταῦτα αὐτὰ παραθήσομαι τὰ ῥήματα τῶν ὀδυρμῶν καὶ τῆς μονῳδίας ἣν εἰς τὸν δαίμονα τοῦτον ὁ τῆς πόλεως εἰργάσατο σοφιστής. Ἔχει δὲ οὕτως ἡ τῶν θρήνων ἀρχή· Ἄνδρες ὧν τοῖς ὀφθαλμοῖς ἀχλὺς κατακέχυται ὥσπερ οὖν καὶ τοῖς ἐμοῖς μήτε καλὴν ἔτι μήτε μεγάλην καλῶμεν τήνδε τὴν πόλιν.

Εἶτα εἰπών τινα περὶ τοῦ μύθου τῆς Δάφνης καὶ διαλεχθείς— οὐ γὰρ ἅπαντα ἐνθεῖναι τὸν λόγον ἐνταῦθα καιρὸς ὑπὲρ τοῦ μὴ μῆκος ἐπεισαγαγεῖν περιττὸν—λέγει ὅτι ὁ Περσῶν βασιλεύς ποτε ὁ τὴν πόλιν ἑλὼν ἐφείσατο τοῦ νεώ. Τὰ δὲ ῥήματά ἐστι ταῦτα· Ὁ μὲν στρατὸν ἐφ᾽ ἡμᾶς ἀγαγὼν ᾤετο αὐτῷ βέλτιον εἶναι σεσῶσθαι τὸν νεὼν καὶ τὸ κάλλος τοῦ ἀγάλματος ἐκράτει θυμοῦ βαρβαρικοῦ, νῦν δέ, ἥλιε καὶ γῆ, τίς ἢ πόθεν ὁ πολέμιος οὗτος ὃς οὐδὲ ὁπλιτῶν οὐδὲ ἱππέων οὔτε φιλῶν τινων δεηθεὶς μικρῷ σπινθῆρι πάντα ἀνάλωσεν;

Εἶτα δεικνὺς ὅτι αὐτοῦ τότε ἐκράτησεν ὁ μακάριος ὅτε μάλιστα ἤνθει τὰ τῶν Ἑλλήνων θυσίαις καὶ τελεταῖς φησί· Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται, νεφέλην καὶ κατακλυσμὸν τὸν τοῦ προτέρου βασιλέως καιρὸν καλῶν. Καὶ πάλιν μικρὸν προελθὼν αὐτὸ δὴ τοῦτο πικροτέρως ἀποδύρεται λέγων· Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς Δάφνης καὶ ῥαθυμούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περικοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου, νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βόας στόμα βασιλέως ὅσιον τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυμένου, πονηροῦ γειτονήματος ἀπαλλαγεὶς νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας. Πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς ἄνδρας ἱερῶν μεμνημένους καὶ ἀγαλμάτων;

Τί λέγεις, ὦ θρηνῳδέ; Ἀτιμαζόμενος μὲν καὶ προπηλακιζόμενος τῆς Δάφνης ἔμενε φρουρὸς ἀσφαλής, τιμώμενος δὲ καὶ θεραπευόμενος οὐδὲ τὸν ναὸν ἴσχυσε φυλάξαι τὸν αὐτοῦ καὶ ταῦτα εἰδὼς ὅτι ἐκείνου πεσόντος εἰς μείζονα ἀτιμίαν καταστήσεται τῆς προτέρας; Τίς δὲ καὶ ὁ νεκρός, ὦ σοφιστά, ὁ τὸν σὸν θεὸν ἐνοχλῶν; Ποῖον τὸ πονηρὸν γειτόνημα; Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν—ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων εἰπὼν οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν—ἀλλ᾽ ἁπλῶς “πονηροῦ γειτονήματος” φησιν, “ἀπαλλαγείς.” Διὰ τί γὰρ οὐ λέγεις τὸν νεκρὸν τίς ἦν καὶ διὰ τί μόνος ἠνώχλει σου τὸν θεὸν καὶ διὰ τί μετεκινεῖτο μόνος; Διὰ τί δὲ καὶ πονηρὸν αὐτὸν γειτόνημα καλεῖς, εἰπέ μοι; Ὅτι τοῦ δαίμονος τὴν ἀπάτην ἤλεγξε; Καὶ μὴν τοῦτο οὐ πονηροῦ τινος γειτονήματος ἔργον ἦν ὥσπερ οὐδὲ νεκροῦ ἀλλὰ καὶ ζῶντος καὶ ἐνεργοῦντος καὶ χρηστοῦ καὶ προστάτου καὶ κηδεμόνος καὶ πάντα ὑπὲρ τῆς ὑμετέρας πραγματευομένου σωτηρίας εἴ γε ἐβούλεσθε.

Ἵνα γὰρ ὑμῖν μὴ ἐξῇ ἐπὶ πλέον ἀπατᾶν ἑαυτοὺς καὶ λέγειν ὅτι ὀργιζόμενος καὶ ὑπὲρ θυσιῶν ἐγκαλῶν καὶ ὑπὲρ τῆς ἄλλης θεραπείας μεμφόμενος ἀνεχώρησεν ἑκών, διὰ τοῦτο αὐτὸν καὶ ἐκ τοῦ χωρίου τούτου παντὸς ἀπήλασεν ὃ μάλιστα πάντων φίλον ἦν αὐτῷ καὶ ὃ τῶν ἄλλων οὕτω προετίμησεν ὡς καὶ ἀτιμαζόμενος προσεδρεύειν αὐτῷ. Σὺ γὰρ τοῦτο προλαβὼν εἶπες· καὶ ἐν τούτῳ δὲ τῷ καιρῷ ἐν ᾧ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βοῦς αὐτῷ κατέσφαττεν ὁ βασιλεύς ... ὥστε πανταχόθεν ἐλέγχεσθαι ὅτι ἀναγκαζόμενος καὶ ὑπὸ μείζονος ὠθούμενος δυνάμεως τὴν Δάφνην ἀπέλιπεν. Ἐνῆν μὲν γὰρ καὶ τοῦ ξοάνου μένοντος διώκειν αὐτὸν ἀλλ᾽ ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε ὥσπερ οὖν οὐδὲ πάλαι ὅτε ὑπ᾽ αὐτοῦ πεπέδητο ἀλλ᾽ ἐνέκεισθε θεραπεύοντες. Δι᾽ ὃ πρότερον ἀφεὶς ἑστάναι τὸ ξόανον ὅτε μάλιστα ἤρθη τῆς ἀσεβείας ἡ φλὸξ τότε αὐτὸ κατήνεγκε, δεικνὺς ὅτι τὸν νικῶντα οὕτω χρὴ νικᾶν οὐ τεταπεινωμένων ἀλλ᾽ αἰρομένων καὶ λαμπρῶν ὄντων περιγινόμενον τῶν ἐχθρῶν.

Διὰ τί γὰρ αὐτὸς τότε οὐκ ἐκέλευσε τῷ εἰς τὴν Δάφνην αὐτὸν ἀναγαγόντι βασιλεῖ κατασκάψαι τὸν νεών, μεταθεῖναι τὸ ξόανον ὥσπερ τὴν λάρνακα; Ὅτι οὔτε ἐβλάπτετο παρ᾽ αὐτοῦ οὔτε σαρκικῆς ἔχρῃζε συμμαχίας ἀλλὰ καὶ τότε καὶ νῦν χωρὶς ἀνθρωπίνης αὐτὸν κατέβαλε χειρός. Καὶ τὴν μὲν προτέραν ἡμῖν οὐκ ἐδήλωσε νίκην, ἀλλ᾽ ἐπιστομίσας αὐτὸν μόνον ἡσύχαζε.

Τοιοῦτοι γὰρ οἱ ἅγιοι· κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε—χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν— ὅπερ τότε ἐγένετο. Ἐπειδὴ γὰρ τὰ τῆς ἀπάτης ηὔξετο κακὰ ἐκκαλύπτεται μὲν ἡμῖν ἡ νίκη λοιπὸν ἐκκαλύπται δὲ οὐχ ὑπὸ τοῦ νικήσαντος ἀλλ᾽ ὑπὸ τοῦ νικηθέντος αὐτοῦ. Οὕτω γὰρ ἥ τε μαρτυρία καὶ παρὰ τοῖς ἐχθροῖς ἀνύποπτος ἦν ὅ τε ἅγιος τὰ περὶ αὐτοῦ λέγειν καὶ ἀνάγκης οὔσης ἐξέφυγεν. Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ᾽ ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.