Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος του θρήνου του Λιβανίου και η αδυναμία των ψευδών θεών

Συστηματική ανασκευή της ρητορικής μονωδίας του σοφιστή Λιβανίου για τον κατεστραμμένο ναό. Κατάδειξη της αδυναμίας του Διός, του Απόλλωνος και των άλλων ψευδών θεών να προστατεύσουν τα ίδια τους τα ιερά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 10

Τί οὖν μέμφῃ τῷ δαίμονι λέγων ὅτι “ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας;” Οὐκ ἀπεπήδηκεν ἑκὼν ἀλλ᾽ ἀπηλάσθη καὶ ἐξεβλήθη ἄκων καὶ ἀναγκαζόμενος τότε ὅτε μάλιστα μένειν ἤθελε καὶ διὰ τὴν κνίσαν καὶ διὰ τὰ θύματα. Ὥσπερ γὰρ εἰς τοῦτο βασιλεύσας ὁ τότε κρατῶν ἵνα τὰ θρέμματα τῆς οἰκουμένης ἀναλώσῃ πάσης οὕτως ἀφειδῶς κατέκοπτεν ἐπὶ τῶν βωμῶν πρόβατα καὶ βοῦς, καὶ εἰς τοῦτο μανίας ἤλασεν ὡς καὶ τῶν παρ᾽ αὐτοῖς δοκούντων ἔτι φιλοσοφεῖν πολλοὺς μάγειρον αὐτὸν καὶ κρεῶν κάπηλον καὶ πάντα τὰ τοιαῦτα ἀποκαλεῖν. Οὐκ ἂν οὖν οὕτω δαψιλοῦς τραπέζης καὶ κνίσης καὶ καπνῶν καὶ χειμάρρων αἱμάτων ἀνεχώρησεν ὁ δαίμων ἑκὼν ὁ καὶ χωρὶς τούτων μένων, ὡς ἔφης, διὰ τὴν πρὸς τὴν ἐρωμένην μανίαν.

Ἀλλὰ γὰρ τὸν παρ᾽ ἡμῶν λόγον στήσαντες τέως πάλιν ἐπακούσωμεν τῶν ὀδυρμῶν τοῦ σοφιστοῦ. Ἀφεὶς γὰρ τὸν Ἀπόλλω πρὸς τὸν Δία πάλιν ὀλοφύρεται λέγων· Οἵαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνάπαυλαν. Ὡς καθαρὸν μὲν θορύβων ἡ Δάφνη χωρίον καθαρώτερος δὲ ὁ νεὼς οἷον λιμένος ἐπὶ λιμένι παρ᾽ αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευτέρου. Τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ;

Τίς δὲ οὐκ ἂν φόβον; Τίς δὲ οὐκ ἂν πένθος; Τίς δὲ ἂν ἐπόθησε τὰς μακάρων νήσους; Ποίαν ἀνάπαυλαν ἀφῃρέθημεν, ὦ μιαρέ; Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι; “Τίς οὐκ ἂν αὐτόθι,” φησί, “νόσον ἀπέδυ;” Τίς μὲν οὖν τῶν προσκειμένων σοι οὐκ ἂν ἐδέξατο νόσον αὐτόθι εἰ καὶ πρότερον ὑγιαίνων ἐτύγχανε καὶ νόσον τὴν πασῶν χαλεπωτάτην; Ὁ γὰρ τὸν δαίμονα προσκυνῶν καὶ τῆς Δάφνης τὴν ὑπόθεσιν ἀκούων καὶ τοῦ θεοῦ τὴν μανίαν τοσαύτην ὁρῶν, ὡς καὶ καταποθείσης τῆς ἐρωμένης ἔτι προσεδρεύειν τῷ τόπῳ καὶ τῷ φυτῷ, πόσην ἐκεῖθεν οὐκ ἂν ἐδέξατο φλόγα μανίας;

Πόσον χειμῶνα; Πόσον θόρυβον; Πόσην νόσον; Πόσον πάθος; Τοῦτο οὖν ἀνάπαυλαν καλεῖς ψυχῆς καὶ λιμένα ἀκύμαντον; Τοῦτο νόσων ἀπαλλαγήν; Καὶ τί θαυμαστὸν εἰ τὰ ἐναντία τοῖς ἐναντίοις τίθεσαι; Καὶ γὰρ οἱ μαινόμενοι τῶν πραγμάτων οὐδενὸς ὡς ἔχει φύσεως αἰσθάνονται ἀλλὰ ἐναντίας τοῖς οὖσι τὰς ψήφους φέρουσιν. “Ὀλύμπια μὲν οὐ μάλα πόρρω”—πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι—τί οὖν φησιν;

Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις αἱ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. Τί δράσωμεν; Ποῖ καταλυσώμεθα; Τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; Ποῖος κῆρυξ, ποία σάλπιγξ οὐχ ὑποκινήσει δάκρυον;

Τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτώματος ἐγγύθεν ἐπεμβάλλοντος ὀδυρμόν; “Δὸς τόξα μοι κερουλκά,” φησὶν ἡ τραγῳδία, ἐγὼ δὲ λέγω καὶ μαντικῆς τι μικρὸν ὅπως τῇ μὲν ἕλω τῇ δὲ τοξεύσω τὸν δράσαντα. Ὢ τόλμης ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὢ θρασείας χειρός. Τίτυός τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως οὐ μέγας μὲν ὥσπερ ἐκεῖνος οὐδὲ τοξότης ὥσπερ οὗτος ἀλλ᾽ ἓν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. Τοὺς μὲν Ἀλωέως ἔτι διανοουμένους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον, τούτῳ δὲ πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν ὀιστὸς ἐπ᾽ αὐτὴν φερόμενος τὴν καρδίαν. Ὢ δεξιᾶς τελχῖνος, ὢ πυρὸς ἀδίκου.

Ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; Τί τοῦ κακοῦ τὸ προοίμιον; Ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τὰ ἄλλα προὔβη· τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον, τὴν φιάλην, τὴν κίδαριν, τὸν ποδήρη χιτῶνα; Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ θεῷ μηνύματος ἀρχαίου. Ἀλλ᾽ οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα ποτε Λυδῶν βασιλεῖ δυστυχήσαντι σβέσας πυράν. Τί πρῶτον ἄρα πρὸς αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; Πόθεν ποτὲ τὸ θάρσος; Πῶς δὲ ἐφύλαξε τὴν ὁρμήν;

Πῶς δὲ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς; Μέχρι τίνος οὐ διαβλάψεις, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἀνθρωπίνης εἶναι λέγων χειρὸς καὶ ὥσπερ οἱ παραπαίοντες ἐναντιολογῶν καὶ σαυτῷ μαχόμενος;

Εἰ γὰρ τὸν Περσῶν βασιλέα καὶ τοσαύτην ἄγοντα στρατιὰν καὶ τὴν πόλιν ἑλόντα καὶ τὰ λοιπὰ τῶν ἱερῶν ἐμπρήσαντα καὶ τὴν δᾷδα μετὰ χεῖρας ἔχοντα καὶ προσάγειν αὐτὴν ἤδη τούτῳ μέλλοντα τῷ ναῷ μετέβαλεν ὁ δαίμων—καὶ γὰρ καὶ ταῦτα ἐν ἀρχῇ τῆς μονῳδίας ἔλεγες οὕτως εἰπὼν θρηνῶν· Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πολεμοῦντος πρόγονον, προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα, χωρήσαντα ἐπὶ Δάφνης ὡς τὸ αὐτὸ δράσοντα μετέβαλεν ὁ θεὸς καὶ τὴν δᾷδα ῥίψας προσεκύνησε τὸν Ἀπόλλω· οὕτως αὐτὸν κατεπράυνέ τε καὶ διήλλαξε φανείς— Ὁ δὴ θυμοῦ βαρβαρικοῦ καὶ τοσαύτης περιγενόμενος στρατιᾶς (ὡς ἔφης) καὶ δυνηθεὶς τότε τὸν κίνδυνον διαφυγεῖν—λέγεις δὲ ὅτι τοὺς Ἀλωέως παῖδας διανοουμένους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσε—πῶς οὖν ὁ τοσαῦτα δυνηθεὶς οὐδὲν τοιοῦτον εἰργάσατο νῦν;

Καίτοι εἰ μηδὲν ἕτερον τὸν γοῦν ἱερέα σπαραττόμενον ἀδίκως ἐλεῆσαι ἐχρῆν φανερὸν καταστήσαντα τὸν ἐπίβουλον. Καὶ εἰ τότε παρὰ τὸν ἐμπρησμὸν διέφυγεν ὅτε γοῦν ὁ δείλαιος ἐκεῖνος κρεμάμενος διωρύττετο τὰς πλευρὰς καὶ τὸν ἐργασάμενον ἀπαιτούμενος εἰπεῖν οὐκ εἶχε τότε παραστῆναι ἐχρῆν καὶ ἐκδοῦναι τὸν δράσαντα ἢ καταμηνῦσαι μόνον εἴ γε ἐκδοῦναι οὐκ ἴσχυε. Νῦν δὲ περιορᾷ μὲν ὁ ἀχάριστος καὶ ἀγνώμων τὸν αὑτοῦ θεραπευτὴν καταξαινόμενον ἀλόγως περιορᾷ δὲ τὸν βασιλέα μετὰ τοσαύτας θυσίας καταγελώμενον. Καὶ γὰρ ὡς μαινόμενον καὶ παραπαίοντα πάντες ἐγέλων αὐτὸν ὅτε εἰς τὸν ἄθλιον ἐκεῖνον ἠφίει τὴν ὀργήν.

Πῶς δὲ ὁ τοῦ βασιλέως τὴν παρουσίαν ἔτι μακρὰν ὄντος προλέγων (καὶ γὰρ καὶ τοῦτο ἀνωτέρω τούτων ἐθρήνεις) τὸν πλησίον ἑστῶτα καὶ κατακαίοντα αὐτὸν οὐκ εἶδε; Καίτοι γε καὶ μαντικὸν αὐτὸν εἶναί φατε καὶ ἄλλοις ἄλλας διανέμοντες τέχνας καθάπερ ἀνθρώποις τοῖς ὑμετέροις θεοῖς τούτῳ τὴν μαντικὴν ἀνεθήκατε καὶ οὐδὲ μεταδοῦναι αὐτόν σοι τῆς τέχνης ἀξιοῖς. Πῶς οὖν τὰς οἰκείας οὐκ ἔγνω συμφοράς; Καίτοι τοῦτο οὐδ᾽ ἂν ἄνδρα διέλαθεν. Ἀλλ᾽ ἆρα μὴ ἐκάθευδεν ἁπτομένου τοῦ πυρός; Ἀλλ᾽ οὐδὲ οὕτως ἀναίσθητός τίς ἐστιν ὡς αὐτῷ τῆς φλογὸς προσφερομένης μὴ διαναστῆναι εὐθέως καὶ τὸν προσάγοντα κατασχεῖν. Ἀληθῶς “Ἕλληνες ἀεὶ παῖδες γέρων δὲ Ἕλλην οὐδείς” δέον γὰρ τὴν οἰκείαν ἄνοιαν θρηνεῖν ὅτι τῶν πραγμάτων βοώντων τὴν τῶν δαιμόνων ἀπάτην οὐδὲ οὕτως ἀφίστασθε ἀλλ᾽ ἐκδόντες ἑαυτοὺς εἰς ἀπώλειαν καὶ τὴν ὑμετέραν ἀποδόμενοι σωτηρίαν ἄγεσθε δίκην θρεμμάτων ᾗπερ ἂν κελεύωσιν ἕπεσθαι οἳ κάθησθε ξοάνων πενθοῦντες ἀπώλειαν.

Σὺ δὲ καὶ τόξα ἀπαιτεῖς οὐδὲν ἐκείνου τοῦ ταῦτα ἐν τῇ τραγῳδίᾳ λέγοντος διεστηκώς. Πῶς γὰρ οὐ μανία πρόδηλος καὶ σαφὴς προσδοκᾶν τι τοῖς ὅπλοις τούτοις ἀνύειν ἃ τὸν κεκτημένον οὐδὲν ὤνησεν; Εἰ μὲν γὰρ αὐτὸς μείζονα καὶ τὴν τέχνην καὶ τὴν ἐμπειρίαν τοῦ δαίμονος ἔχειν φὴς οὐκ ἐχρῆν αὐτὸν τιμᾶν ἀμαθέστερόν τε ὄντα καὶ ἀσθενέστερον ἐν οἷς αὐτόν φατε πάντων κρατεῖν. Εἰ δὲ τῶν πρωτείων ἐκείνῳ παραχωρεῖς ἄν τε τοξεύειν ἄν τε μαντεύεσθαι δέῃ, πῶς ἐν τῷ μέρει τῆς τέχνης ταῦτα προσεδόκησας δράσειν ἅπερ ὁ τὴν ὅλην ἔχων οὐκ ἴσχυσε; Γέλως ταῦτα καὶ λῆρος· οὔτε γὰρ εἶχέ τε μαντικῆς οὔτε κἂν εἶχεν ἤνυσεν ἄν.

Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ ταῦτα ἐργασάμενος ἀνὴρ ἀλλὰ θεία δύναμις. Καὶ τὴν αἰτίαν δὲ μετὰ ταῦτα ἐρῶ, τέως δὲ ἄξιον μαθεῖν ὑπὲρ ὧν ἀγνωμοσύνην ἐγκαλεῖ τῷ Ἡφαίστῳ οὑτωσί πως λέγων· “Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ Θεῷ μηνύματος ἀρχαίου.” Ποίαν χάριν;

Ποίου μηνύματος ἀρχαίου, εἰπέ; Διὰ τί κρύπτεις σου τὰ σεμνὰ τῶν θεῶν κατορθώματα; Εἰ γὰρ καὶ τὴν εἶπες αὐτὴν μᾶλλον ἂν ἀγνώμονα τὸν Ἥφαιστον ἔδειξας. Ἀλλ᾽ αἰσχύνῃ καὶ ἐρυθριᾷς· οὐκοῦν ἡμεῖς μετὰ παρρησίας ἐροῦμεν τὰ σά. Τίς οὖν ἡ χάρις;

Ἐρασθέντα ποτὲ τὸν Ἄρην τῆς Ἀφροδίτης καὶ τὸν Ἥφαιστον—ἄνδρα γὰρ αὐτῆς εἶναι—δεδοικότα τὴν ἀπουσίαν ἐπιτηρήσαντα τὴν ἐκείνου πρὸς αὐτὴν εἰσελθεῖν φασι. Τὸν δὲ Ἀπόλλω θεασάμενον μιγνυμένους αὐτοὺς ἀπελθόντα πρὸς τὸν Ἥφαιστον τὴν μοιχείαν κατειπεῖν. Ἐλθόντα δὲ ἐκεῖνον καὶ ἀμφοτέρους ἐπὶ τῆς κλίνης εὑρόντα δεσμὰ αὐτοῖς οὕτως ὡς εἶχον περιβαλόντα καλέσαι τε τοὺς θεοὺς ἐπὶ τὴν ἀσχήμονα θεωρίαν καὶ ταύτην τῆς μοιχείας πράξασθαι δίκην αὐτούς.

Ταύτης οὖν τῆς χάριτος ὀφειλέτην ὄντα τὸν Ἥφαιστον καιροῦ καλοῦντος ἀγνωμονῆσαι περὶ τὴν ἀντίδοσίν φησι. Τί οὖν καὶ ὁ Ζεὺς, ὦ βέλτιστε; Καὶ γὰρ καὶ τούτῳ πάλιν ἀπήνειαν ἐγκαλεῖς, “Ἀλλ᾽ οὐδὲ ὁ Ζεύς,” λέγων, “ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ δυστυχήσαντι σβέσας πυράν.” Ἀλλὰ γὰρ καλῶς ποιῶν ἀνέμνησας ἡμᾶς καὶ τοῦ Λυδοῦ. Καὶ γὰρ κἀκεῖνον ὁ μιαρὸς οὗτος δαίμων ἠπάτησεν ἐλπίσι φυσήσας κεναῖς καὶ εἰς προὖπτον κακὸν ἐμβαλών.

Καὶ εἰ μὴ φιλάνθρωπος ἦν ὁ Κῦρος οὐδὲν ἂν αὐτὸν ὤνησεν ὁ Ζεύς. Ὥστε μάτην ἐγκαλεῖς τῷ Διὶ ὡς προτιμήσαντι τοῦ παιδὸς τὸν Λυδόν—οὐδὲ γὰρ ἑαυτῷ ἔνθα μάλιστα πασῶν ἐτιμᾶτο πόλεων (τὴν Ῥωμύλου λέγω) κεραυνωθεὶς ἤμυνεν.

Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων (οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς) Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον· ἡμερότητα μορφῆς, ἁπαλότητα δέρρης—ἐν λίθῳ καὶ ταῦτα—ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν τὰ δὲ ὑπανίστασθαι. Τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; Ἐῴκει γὰρ ᾄδοντι μέλος.

Καὶ πού τις καὶ ἤκουσεν ὥς φασιν ἐν μεσημβρίᾳ κιθαρίζοντος. Ὦτα εὐδαίμονα. Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου ὅτι τὴν κόρην ἔκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα.

Εἶτα μικρὰ πρὸς τὸν ἐμπρησμὸν ὀλοφυρόμενος, Ἐβόα μὲν φησίν, ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς ἐκυκᾶτο δ᾽ ἐφ᾽ ὕλῃ Δάφνης ἔνοικος ἱέρεια τοῦ θεοῦ. Πληγαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δραμοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. Ὁ δὲ ἐμμανὴς ἤλαυνε· πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζήτησιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι τὸν Ἀπόλλω μὲν εὐθὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους ἔπειτα δὲ τὰ ἄλλα κάλλη· Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν. Ὁ δὲ ὅμιλος ... ἐν ᾖ περιεστήκεσαν ὀλοφυρόμενοι βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ τῆς γῆς ναυαγίαν ὁρῶντας ὧν ἡ βοήθεια δακρῦσαι τὸ γινόμενον. Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαιτωμένων.

Οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλλιόπη τοῦ χαροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. Εἶτα πρὸς τῷ τέλει φησί· Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίησεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα ὅτι δή σοι τὰς στολὰς ἡμῶν ἀποδιδόντων καὶ ὅσον ἦν ἀπενεχθὲν ἀντικαθιστάντων προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλεκομένων ἤδη στεφάνων ἀπελθόντος.

Ὁ μὲν θρῆνος οὗτος μᾶλλον δὲ ὀλίγα τοῦ θρήνου μέρη. Ἐμοὶ δὲ θαυμάζειν ἔπεστι, πῶς ἐφ᾽ οἷς ἐγκαλύπτεσθαι ἐχρῆν ἐπὶ τούτοις αὐτὸν σεμνύνειν οἴεται, οὐδὲν ἄμεινον ἀκολάστου νέου καὶ αἰσχροῦ κατὰ μεσημβρίαν ποιῶν αὐτὸν κιθαρίζοντα καὶ τοῦ ᾄσματος ὑπόθεσιν εἶναι λέγων τὴν ἐρωμένην καὶ ὦτα εὐδαίμονα καλῶν τὰ τῆς ᾠδῆς ἐπακούσαντα τῆς αἰσχρᾶς. Καὶ τὸ μέν τινας τῶν τὴν Δάφνην οἰκούντων δακρύειν καὶ τοὺς προσκειμένους αὐτοῖς καὶ τὸν τῆς πόλεως ἄρχοντα φλέγεσθαι καὶ πλέον τῶν θρήνων μηδὲν ἐμποιεῖν, οὐδὲν θαυμαστόν, τὸ δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἐπὶ τῆς αὐτῆς ἀμηχανίας εἶναι καὶ δακρύειν μόνον κατ᾽ αὐτοὺς καὶ μήτε τὸν Δία μήτε τὴν Καλλιόπην μήτε τὸν πολὺν τῶν δαιμόνων ὅμιλον ἀλλὰ μηδὲ τὰς νύμφας αὐτὰς ἀρκέσαι πρὸς τὴν πυρὰν ἀλλὰ πάντας κωκυτοὺς καὶ οἰμωγὰς ἐγείρειν μόνον, τοῦτό ἐστι τὸ πολλοῦ γέλωτος γέμον. Ὅτι μὲν οὖν μεγάλην εἶχον πληγὴν ἱκανῶς ἐκ τῶν εἰρημένων ἀποδέδεικται—καὶ γὰρ καὶ ἐν μέσῳ που τῆς μονῳδίας ῥητῶς οὕτως περὶ τὰ καίρια πεπλῆχθαι αὐτοὺς ὡμολόγησεν. Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος.