Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων λόγος βʹ

Ἰωάννης ὁ Χρυσόστομος

Η παρανομία των σύγχρονων ιουδαϊκών εθίμων και η θεία παιδαγωγία

Απόδειξη της παρανομίας των ιουδαϊκών εορτών εκτός του ναού και ερμηνεία της ερήμωσης της Ιερουσαλήμ ως θείας παιδαγωγίας προς την πνευματική λατρεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Τί γὰρ ὄφελος ἦν ἐκείνου τοῦ χωρίου, εἰδώλων ἑστώτων ἐκεῖ καὶ δαιμόνων ἐν αὐτῷ θεραπευομένων; Συλλογίσασθαι δὴ βούλομαι λοιπὸν ἅπερ ὑπεσχόμην ὑμῖν ἐξ ἀρχῆς. Τίνα οὖν ἦν ἃ ὑπεσχόμην; δεῖξαι παρανομοῦντας αὐτοὺς ἐν ἅπασιν οἷς ποιοῦσι νῦν, καὶ πρῶτον ἐπὶ τῆς ἑορτῆς τοῦ πάσχα. Ὅτι γὰρ οὐχ ἁπλῶς νόμον παραβαίνουσιν, ἀλλὰ καὶ ἀνδροφόνοι φανερῶς εἰσιν ἔξω τῶν Ἱεροσολύμων ἐπιτελοῦντες αὐτό, δῆλον ἐκ τῶν εἰρημένων. Τοῦτο ἀποδέδεικται μετὰ πολλῆς τῆς περιουσίας τῇ τοῦ Θεοῦ χάριτι. Οὐκοῦν ὅταν τὸ πάσχα θύωσιν ἢ ἐνταῦθα ἢ ἀλλαχοῦ, ἀνδροφόνοι φανερῶς εἰσιν. Εἰ γὰρ τῷ μὴ φέροντι τὴν θυσίαν αὐτοῦ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, αἷμα καὶ φόνος ἡ θυσία λογίζεται, οὗτοι δὲ οὐ μόνον ἔξω τοῦ ναοῦ, ἀλλὰ καὶ ἔξω τῆς πόλεως καὶ πανταχοῦ τῆς γῆς θυσιάζουσιν, εὔδηλον ὅτι μετὰ πλείονος τῆς ὑπερβολῆς ἐνέχονται τῷ μιάσματι. Οὕτως καὶ ὅταν τὰς σκηνοπηγίας καὶ ὅταν τὰς ἄλλας ἑορτὰς ἐπιτελῶσιν, ἀκάθαρτοι πάλιν εἰσὶν καὶ ἐναγεῖς. Εἰ γὰρ πάντα διὰ τῶν θυσιῶν καθαίρεται καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις, τῶν οὖν θυσιῶν ἁπασῶν ἀνῃρημένων διὰ τῆς τοῦ ναοῦ καταπτώσεως ἀνάγκη πᾶσα καὶ τῶν καθαρμῶν ἀνῃρῆσθαι τοὺς τρόπους καὶ τῶν ἑορτῶν ἁπάντων, ἢ τελουμένους μειζόνως μιαίνειν διὰ τὸ παρανόμως ἐπιτελεῖσθαι.

Ὅτι δὲ οὐ μόνον οὐ θύειν, ἀλλ’ οὐδὲ ᾄδειν αὐτοῖς ἐξῆν ἔξω τοῦ ναοῦ, καὶ τοῦτο ὁ προφήτης ἐδήλωσεν. Ἐπεὶ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ποτὲ καὶ οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἐπεθύμουν ἀκοῦσαι τῆς Ἰουδαϊκῆς ᾠδῆς καὶ ἔλεγον πρὸς αὐτούς· Ἄισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών, δηλοῦντες αὐτοῖς ὅτι οὐ θέμις ἔξω τῶν Ἱεροσολύμων ᾄδειν ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ὅτι δὲ οὐδὲ ἐνήστευσαν ἐπὶ γῆς ἀλλοτρίας ἄκουσον τί πρὸς αὐτοὺς ὁ Θεὸς φησὶ διὰ Ζαχαρίου· Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα; τῆς αἰχμαλωσίας τὸν χρόνον αἰνιττόμενος. Καὶ τὰς θυσίας δὲ ὅτι ἐκεῖ μόνον θύειν ἐξῆν, καὶ τοῦτο ἀποδέδεικται. Διὰ τοῦτο καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Οὐκ ἔστιν ἄρχων οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ οὐδὲ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεον. Καὶ μὴν τόπος ἦν ἐν τῇ Βαβυλωνίᾳ, ἀλλ’ οὐκ ἦν ὁ νενομισμένος τόπος. Ἤκουσαν γὰρ τοῦ Μωσέως λέγοντος· Πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ὅταν οὖν μήτε θύειν ἐξῆν μήτε ᾄδειν μήτε καθαίρεσθαι μήτε νόμον ἀναγινώσκειν—καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἐνεκάλεσε πάλιν ἕτερος προφήτης λέγων καὶ ἀντὶ μεγάλης κατηγορίας προφέρων·

Ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίαν—ὅταν οὖν μηδὲν τούτων ἐξῆν ποιεῖν, τίς ἔσται αὐτοῖς ἀπολογία λοιπόν; Τοσούτοις τρόποις παραβάσεως ἑαυτοὺς καταδικάζουσι καὶ μολύνουσι. Διὰ τοῦτο καὶ ἀρχόμενος ἀκάθαρτον ἐκάλεσα τὴν νηστείαν, ἐπειδὴ παρανόμως γίνεται. Καὶ γὰρ τὸ πάσχα αὐτῶν καὶ αἱ σκηνοπηγίαι καὶ πᾶν ὅπερ ἂν πράττωσι βέβηλα καὶ βδελυκτά, καὶ οὐ λατρεία τὰ γινόμενα, ἀλλὰ παρανομία καὶ παράβασις καὶ εἰς τὸν Θεὸν ὕβρις. Εἰ γὰρ ὅτε προσεδόκων τὴν πατρώαν ἀπολήψεσθαι πόλιν καὶ πρὸς τὸν ναὸν ἐπανήξειν, οὐκ ἐτόλμων ἐπ’ ἀλλοτρίας γῆς διατρίβοντες ποιῆσαί τι τούτων, καθάπερ ὁ λόγος ἀπέδειξε, πολλῷ μᾶλλον νῦν σχολάζειν ἐχρῆν καὶ ἀργεῖν καὶ μηδὲν τούτων ἐπιτελεῖν, ὅτε οὐκέτι λοιπὸν ἐλπὶς ἀπολήψεσθαι τὰ Ἱεροσόλυμα. Οὐ γὰρ ἀναστήσεται λοιπὸν ἡ πόλις ἐκείνη οὐδὲ ἐπὶ τὴν λατρείαν ἐπανήξουσι τὴν προτέραν. Καὶ τοῦτο δηλῶν ὁ Θεὸς πᾶσαν μὲν αὐτοῖς τὴν γῆν ἀνέωξε, μόνον δὲ τὸ χωρίον ἄβατον ἐποίησεν ἐκεῖνο, καὶ νόμοι βασιλέως εἰσὶν αὐτοὺς πανταχόθεν ἀπείργοντες καὶ οὐκ ἐῶντες τῶν προθύρων τῆς πόλεως ἐπιβαίνειν, ἀλλ’ ἔστι καὶ ἔσται δὲ ἄβατος αὐτοῖς διαπαντὸς ἡ πόλις ἐκείνη.

Ἀλλ’ ὅτι μὲν οὐκ ἀναστήσεται, ἐν αὐτῇ τῇ ἡμέρα τῆς νηστείας αὐτῶν τοῦτο ὑμῖν ἀποδείξομεν, ἂν μετὰ τῆς αὐτῆς ἡμῖν παραγένησθε σπουδῆς καὶ λαμπρὸν οὕτως ἴδω καὶ τότε τὸ θέατρον τῷ πλήθει τῶν ἀκροατῶν γενόμενον.

Τίνος δὲ ἕνεκεν τὴν μὲν πᾶσαν αὐτοῖς γῆν ἀνέωξεν ὁ Θεός, τὴν δὲ πόλιν ἐκείνην μόνην ἄβατον αὐτοῖς ἐποίησεν, ἀνάγκη τήμερον εἰπεῖν. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησεν; Ἤιδει τὸ φιλόνεικον αὐτῶν καὶ ἀναίσχυντον τὸ δυσπειθὲς καὶ ἀνήκοον, καὶ ὡς οὐχ αἱρήσονται ῥᾳδίως, τὴν προτέραν ἀφέντες πολιτείαν τὴν διὰ τῶν θυσιῶν καὶ τῶν ὁλοκαυτωμάτων, ἐλθεῖν πρὸς τὴν τῶν εὐαγγελίων τὴν ὑψηλοτέραν καὶ πνευματικωτέραν. Τί οὖν ποιεῖ; Πᾶσαν αὐτῶν τὴν λατρείαν τῇ τῶν θυσιῶν ἐναποδήσας ἀνάγκῃ, αὐτὰς πάλιν τὰς θυσίας ἐναπέκλεισε τῷ ναῷ, καὶ τοῦτο ποιήσας ἄβατον αὐτοῖς εἰργάσατο τὸ χωρίον, ἵνα ἀπὸ μὲν τοῦ μὴ συγχωρεῖσθαι τῶν Ἱεροσολύμων ἐπιβαίνειν συνειδῶσιν, ὅτι θύειν αὐτοῖς οὐ θέμις. Ἀπὸ δὲ τοῦ μὴ θύειν παιδευθῶσιν μηκέτι τῆς λοιπῆς λατρείας ἀντέχεσθαι καὶ δυνηθῶσιν ἰδεῖν, ὅτι οὐκέτι καιρὸς τῆς πολιτείας ἐκείνης, ἀλλ’ ἐφ’ ἑτέραν αὐτοὺς μείζονα φιλοσοφίαν ὁ Θεὸς καλεῖ.

Καὶ καθάπερ μητὴρ φιλόστοργος ὑπομάζιον ἔχουσα παῖδα, εἶτα αὐτὸν ἀπαγαγεῖν τῆς γαλακτοτροφίας σπουδάζουσα καὶ πρὸς ἑτέραν ἀγαγεῖν τροφήν· ἐπειδὰν ἴδῃ μὴ βουλόμενον καὶ δυσανασχετοῦντα καὶ τὸν μαζὸν ἐπιζητοῦντα καὶ πρὸς τὸν κόλπον καταδυόμενον τὸν μητρικόν, αὐτὴν τοῦ μαζοῦ τὴν θηλὴν κύκλῳ χολὴν περιχρίσασα ἢ καὶ ἑτέρῳ τινὶ πικροτάτῳ χυμῷ, καὶ ἄκοντα ἀναγκάζει τοῦ γάλακτος ἀποστραφῆναι λοιπὸν τὴν πηγήν, οὕτω δὴ καὶ ὁ Θεός· βουλόμενος αὐτοὺς ἐπὶ στερεωτέραν τροφὴν ἀγαγεῖν, εἶτα ὁρῶν συνεχῶς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ τὴν ἐκεῖ καταφεύγοντας πολιτείαν, καθάπερ τινὰ θηλὴν τὴν πόλιν χολῇ καὶ χυμῷ πικροτάτῳ τῷ φοβῷ τῶν Ῥωμαίων αὐτὴν διετείχισε καὶ προστάγμασι βασιλικοῖς ἄβατον αὐτοῖς γενέσθαι παρεσκεύασεν, ἵνα καὶ διὰ τὴν ἐρημίαν καὶ διὰ τὰ τῶν στρατιωτῶν ὅπλα τῆς πατρίδος ἀποστάντες ἐκείνης κατὰ μικρὸν ἐθισθῶσιν ἐκβαλεῖν μὲν τοῦ γάλακτος τὴν ἐπιθυμίαν εἰς ἔρωτα δὲ καὶ πόθον τῆς στερεᾶς ἐμπεσεῖν τροφῆς. Εἰ γὰρ καὶ βασιλεῖς αὐτὴν ἠρήμωσαν, ἀλλὰ τοῦ Θεοῦ κινήσαντος, καὶ δῆλον ἐκ τῶν ἔμπροσθεν χρόνων, καθ’ οὓς οὐδὲ ὁ τῆς ἁπάσης κρατῶν ἴσχυσεν αὐτὴν ἑλεῖν, ἐπειδὴ ὁ Θεὸς ἵλεως αὐτοῖς ἦν. Διὰ τοῦτο καὶ ὁ ναὸς καθήρηται, ἵνα μηκέτι Θεὸν ἐν τόπῳ ζητῶσιν, ἀλλὰ πρὸς τὸν οὐρανὸν ἀναβλέψωσι. Διὰ τοῦτο θυσίαι ἀνῄρηνται, ἵνα καὶ τὴν ἀληθῆ θυσίαν, ἣ τὴν ἁμαρτίαν ᾖρε τοῦ κόσμου, δυνηθῶσιν ἰδεῖν.

Εἰ δὲ μὴ βούλονται, ὁ Θεὸς μὲν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδέδεικται, ἐκεῖνοι δὲ τῆς εὐεργεσίας ἀναξίους ἑαυτοὺς καταστήσαντες ἀπαραίτητον ἐπισπάσονται κόλασιν.