Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων λόγος βʹ

Ἰωάννης ὁ Χρυσόστομος

Η χάρις του Χριστού και η εισαγωγή στον έλεγχο των ιουδαϊκών εθίμων

Σύγκριση της σωτηριώδους χάριτος με την ανεπάρκεια του Νόμου και εισαγωγή στην επιχειρηματολογία κατά της τέλεσης των ιουδαϊκών εορτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Μεγάλα τὴν φύσιν τὴν ἡμετέραν ὠφέλησεν ὁ νόμος, ἀλλ’ ἐὰν τῷ Χριστῷ προσαγάγῃ γνησίως· ὡς ἐὰν μὴ τοῦτο ᾖ, καὶ κατέβλαψε, μειζόνων ἀποστερήσας ἡμᾶς τῇ τῶν ἐλαττόνων προσεδρίᾳ, καὶ τῷ πάλιν ἐν τοῖς μυρίοις τῶν παραβάσεων τραύμασιν ἔτι κατέχειν. Καὶ γὰρ εἰ δυοῖν ἰατρῶν ὄντων, τοῦ μὲν ἀσθενεστέρου, τοῦ δὲ δυνατωτέρου, ὁ μὲν τοῖς ἕλκεσι φάρμακα ἐπιτιθεὶς μὴ δύναιτο ἀπαλλάξαι καθάπαξ τῆς ἐξ ἐκείνων ὀδύνης τὸν ἄρρωστον, ἀλλὰ μικράν τινα παραμυθίαν εἰσάγοι μόνον· ὁ δὲ δυνατώτερος παραγενόμενος δυνηθείη, πάντα ἐκεῖνα ἀφελὼν τὰ φάρμακα καὶ λούσας μόνον τὸν κάμνοντα, καθαρὸν αὐτὸν ἀποφῆναι τῶν τραυμάτων, μηδὲ λείψανον ἔχοντα μηδὲ τὸ τυχὸν ἴχνος. Εἶτα ὁ πρότερος κωλύοι χρῆσθαι ἐκείνῳ. Τί τοσοῦτον ἀπὸ τῆς τῶν φαρμάκων ἐπιθέσεως ὠφελῆσαι δύναται, ὅσον παρέβλαψε πρὸς τὴν σύντομον ὑγιείαν καὶ τὴν ταχίστην διακωλύσας ἐλθεῖν.

Οὕτω δὴ καὶ ἐπὶ τοῦ Χριστοῦ καὶ ἐπὶ τοῦ νόμου λογιστέον· ὁ μὲν γὰρ νόμος φάρμακα ἡμῖν ἐπιτίθησι, πάντοθεν μικρὰν εἰσάγοντα τοῖς ἕλκεσι παραμυθίαν. Ὁ δὲ Χριστὸς ἐλθὼν πάντα ταῦτα ἀφελὼν καὶ λούσας ἡμᾶς τῷ βαπτίσματι τοῦ ὕδατος, οὐκ ἴχνος, οὐ λείψανον τῶν προτέρων ἀφῆκεν ἡμῖν ἐναπομεῖναι τραυμάτων. Ὁ τοίνυν ἀντεχόμενος ἔτι τοῦ νόμου οὐδὲν ἕτερον ἢ ἀπιστεῖ τῇ τέχνῃ τοῦ ἰατροῦ, καὶ οὔ φησι ἱκανὸν εἶναι τὸ βάπτισμα λῦσαι τὰ πλημμελήματα. Τὸ γὰρ τῷ νόμῳ προστρέχειν δεδοικότος ἐστί, μήποτε οὐκ ἰσχύσῃ ὁ Χριστὸς διὰ τῆς οἰκείας χάριτος ἀπαλλάξαι τῶν προτέρων ἡμᾶς ἁμαρτημάτων· ὅπερ ἐσχάτης ἐστὶν ἀπιστίας ἀπόδειξις, καὶ τὸν νόμον ὁμοῦ καὶ τὸν Χριστὸν ὑβριζόντων κἀκείνῳ καὶ τούτῳ διαπιστούντων. Τῷ μὲν γὰρ ἀντέχεσθαι τοῦ νόμου διαπιστοῦσι τῇ τοῦ Χριστοῦ χάριτι· τῷ δὲ ἐκ μέρους αὐτοῦ ἀντέχεσθαι πάλιν πολλὴν αὐτοῦ κατεγνώκασι τὴν ἀσθένειαν. Εἰπὲ γάρ μοι· δύναται δικαιῶσαι ὁ νόμος μόνος καθ’ ἑαυτόν; Τίνος οὖν ἕνεκεν οὐχ ἅπαντα αὐτὸν πληροῖς; Ἀλλ’ ἀσθενέστερός ἐστι καὶ ἀτονώτερος. Τί οὐκ, ἂν ἐκ μέρους αὐτὸν φυλάττῃς; Πάλιν ἰσχύει χαρίσασθαι πάντων τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ὁ Χριστός; Τί οὖν ἀντέχῃ τοῦ νόμου καὶ δέδοικας, μήποτε ὡς παραβεβηκὼς κριθῇς τῷ μὴ φυλάσσειν τινὰ τῶν νομικῶν ἐντολῶν; Τοῦτο γὰρ οὐ σφόδρα θαρρούντων ἐστὶν τῇ τοῦ Χριστοῦ φιλανθρωπίᾳ.

εὔκαιρον νῦν εἰπεῖν· Οὐαὶ καρδίᾳ δειλῇ καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. Ἃ γὰρ περὶ τῆς περιτομῆς εἴρηται, ταῦτα καὶ περὶ τῆς νηστείας ὑπολαμβάνειν εἰρῆσθαι χρὴ καὶ περὶ πάσης ἐντολῆς νομικῆς, ἀκαίρως φυλαττομένου νῦν, ὥσπερ οὖν ἐάν τις περιτέμνηται, Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει. Ἵνα γὰρ μὴ νομίσῃς περὶ τῆς περιτομῆς αὐτὸ τοῦτο μόνον εἰρῆσθαι, ἀλλὰ καὶ περὶ παντὸς τοῦ νόμου, εἴ τις αὐτὸν ἀκαίρως φυλάττοι νῦν, ἄκουσον τί φησι· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς ζημίας λοιπόν; Ἀλλὰ ταῦτα μὴ πρὸς τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Ἀδελφοὺς γὰρ αὐτοὺς καλῶ, κἂν μυριάκις νοσῶσι, διὰ τὴν ἐλπίδα τῆς ὑγείας.

Λοιπὸν δὲ καὶ πρὸς αὐτοὺς ἀποδυσώμεθα τοὺς Ἰουδαίους, ὥστε λαμπροτέραν γενέσθαι τὴν νίκην, ἵνα μάθητε ὅτι μιαροὶ καὶ παράνομοι καὶ ἀνδροφόνοι καὶ ἐχθροὶ τοῦ Θεοῦ εἰσι. Τούτου γὰρ οὐδὲν ἕτερον ἔχω πονηρίας τεκμήριον ἴσον εἰπεῖν. Ἵνα δὲ ἐκ περιουσίας ταῖς πρὸς αὐτοὺς δικαιολογίαις χρησώμεθα, ἐκεῖνο ἀποδεῖξαι πειράσομαι πρῶτον, ὅτι εἰ καὶ μηδέπω τῆς πατρώας ἐκπεπτώκασι πολιτείας, καὶ οὕτως ἐναγὴς αὐτῶν καὶ ἀκάθαρτος ἡ νηστεία, ἀπ’ αὐτοῦ τοῦ νόμου καὶ τοῦ Μωσέως παρέχων τὰς ἀποδείξεις. Ἂν γὰρ τοῦτο ἀποδειχθῇ, ὅτι καὶ πρὸ τοῦ Χριστοῦ ἀκάθαρτος ἦν αὐτῶν ἡ νηστεία, οὕτω γινομένη καθάπερ νῦν, πολλῷ μᾶλλον μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν.

Εἰ γὰρ ἐνεργοῦντος καὶ κρατοῦντος τοῦ νόμου παράνομος ἦν οὕτω τελουμένη, πολλῷ μᾶλλον παυσαμένου νῦν. Οὐ τὴν νηστείαν δὲ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα ἅπερ ἐπιτελοῦσι—καὶ θυσίας καὶ καθαρμοὺς καὶ ἑορτάς—βδελυκτὰ ὄντα ἀποδείξομεν ἅπαντα. Ὅταν δὲ αὐτὸς ὁ τοῦ καθαρμοῦ τρόπος παράνομος ᾖ γινόμενος καὶ βδελυρὸς ὢν ἀπελεχθείη, τί τῶν ἄλλων αὐτοὺς λοιπὸν καθᾶραι δυνήσεται;