Ἀλλ᾽ ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε [τοῦτο] ὁ Θεὸς, Τί λοιπὸν τὸ πλέον, τί τὸ ὄφελος; ἔφαγεν, ἔπεσε, παρέβη τὸν νόμον, ἐπίστευσε τῷ διαβόλῳ, ἠτίμωσέ μου τὴν ἐντολὴν, ἐδέξατο τὴν πληγὴν, νεκρὸς ἐγένετο, παρεδόθη τῷ θανάτῳ, ὑπὸ τὴν ἀπόφασιν ἦλθε, τί δεῖ λοιπὸν αὐτῷ διαλέγεσθαι; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ ἦλθε πρὸς αὐτὸν εὐθέως, καὶ διελέχθη, καὶ παρεμυθήσατο, καὶ πάλιν ἕτερον ἐπέθηκε φάρμακον, τὸ τῶν πόνων καὶ τῶν ἱδρώτων, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τὴν φύσιν τὴν πεσοῦσαν ἀνέστησε, καὶ ἀπήλλαξε τοῦ θανάτου, καὶ πρὸς τὸν οὐρανὸν ἐχειραγώγησε, καὶ μείζονα τῶν ἀπολωλότων ἔδωκεν ἀγαθὰ, διὰ τῶν ἔργων αὐτῶν τὸν διάβολον διδάξας, ὅτι οὐδὲν αὐτῷ πλέον ἐγένετο ἐκ τῆς ἐπιβουλῆς ταύτης· ἀλλ᾽ ἐκβαλὼν τοῦ παραδείσου τοὺς ἀνθρώπους, ὄψεται αὐτοὺς μικρὸν ὕστερον ἐν τοῖς οὐρανοῖς ἀναμεμιγμένους τοῖς ἀγγέλοις. Τοῦτο καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησε· καὶ γὰρ καὶ ἐκεῖνον πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο, καὶ προδιηγόρευε, λέγων, Ἥμαρτες, ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὅρα σοφίαν καὶ σύνεσιν.