Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Καθαρῶν

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των Καθαρών και αναπόφευκτη ανθρώπινη αμαρτωλότητα

Αντιπαραβολή της αποστολικής ταπεινοφροσύνης με την αλαζονεία της αίρεσης των Καθαρών, και θεολογική ανάλυση των παθών και των σφαλμάτων που χαρακτηρίζουν τον ανθρώπινο βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

βʹ. Οὐ καθάπερ ὑπόπτερος γῆν καὶ θάλατταν περιδραμὼν ὁ μυρία ἔθνη τῷ Χριστῷ προσαγαγὼν, ὁ τῶν ἀποῤῥήτων μυστηρίων κοινωνήσας, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ἆρά τι τοιοῦτον ἐτόλμησε περὶ ἑαυτοῦ εἰπεῖν; Οὐδαμῶς, ἀλλὰ τοὐναντίον ἅπαν· ἔκτρωμα ἑαυτὸν ἐκάλει, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ οὐδὲ τῆς προσηγορίας ἑαυτὸν ἄξιον εἶναι νομίζων· Οὐκ εἰμὶ γὰρ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος.

Τίς οὖν ἡ ἀπόνοια αὕτη; τίς ἡ ἀλαζονεία; τίς ἡ μανία; ἄνθρωπος ὢν, σεαυτὸν καθαρὸν καλεῖς, καὶ πέπεισαι εἶναι καθαρός, καὶ πόσης ταῦτα ἀνοίας; Καθαρὸν γὰρ ἑαυτὸν λέγων, ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις λέγοι τὸ πέλαγος κυμάτων εἶναι καθαρόν. Ὥσπερ οὖν ἐκεῖνο οὐκ ἐπιλείπει τὰ κύματα, οὕτως οὐδὲ ἡμᾶς τὰ ἁμαρτήματα.

Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι; Μυρία περιέστηκε τὴν ψυχὴν πάθη, μυρίαι πραγμάτων περιστάσεις, μυρία σώματος νοσήματα, μυρίαι πραγμάτων ἀνωμαλίαι, καὶ τολμᾷς εἰπεῖν ὅτι ἐν εὐρίπῳ σάλων τοσούτων καθαρὸς εἶ; καὶ τί τούτου γένοιτ᾽ ἂν ῥυπαρώτερον τοῦ οὕτω διακειμένου;

Καὶ τί λέγω τὸν βίον ἅπαντα; ἡμέραν γὰρ μίαν δυνήσεταί τις εἰπεῖν, εἰπέ μοι, ὅτι καθαρός ἐστι; κἂν γὰρ μὴ πορνεύῃ, μηδὲ μοιχεύῃ, μηδὲ ταῦτα τὰ ἀπειρημένα ἁμαρτάνῃ, δυνήσεται καυχήσασθαι, ὅτι οὐκ ἐκενοδόξησεν, ὅτι οὐκ ἀπενοήθη, ὅτι οὐκ ἀκολάστοις εἶδεν ὀφθαλμοῖς, ὅτι οὐκ ἐπεθύμησε τὰ τοῦ πλησίον, ὅτι οὐκ ἐψεύσατο, ὅτι δόλον οὐκ ἔῤῥαψεν, ὅτι οὐ κατηύξατο τῶν ἐχθρῶν, ὅτι οὐκ ἐβάσκηνε τῷ φίλῳ; Εἰ δὲ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔλαττον ἕξει τοῦ τελώνου κατὰ τοῦτο, τίνος ἔσται συγγνώμης ἄξιος ὁ καὶ τῷ φίλῳ βασκαίνων; Τοσούτοις περιαντλούμενος κακοῖς τολμᾷς σεαυτὸν καθαρὸν καλέσαι; Ἀλλ᾽ ἐκείνων μὲν ἡ ἀπόνοια οὐ μὲν ἐντεῦθεν, ἀλλὰ καὶ ἑτέρωθεν ἀποδειχθήσεται· ὑμᾶς δὲ παρακαλῶ καὶ τὴν ὑμετέραν ἀγάπην, ταῦτα πάντα ἐννοοῦντας τῆς μὲν ἀλαζονείας αὐτῶν ἀπαλλάττεσθαι, καὶ τῆς ἀπονοίας ἐκτὸς εἶναι, πειρᾶσθαι δὲ μετὰ σπουδῆς ἁπάσης τά τε ὄντα ἁμαρτήματα ἀποσμήχειν, τά τε προσιόντα ἀποκρούεσθαι. Κἂν γὰρ μυρία ἡμᾶς περιστοιχίζηται κακὰ, ἐὰν σωφρονῶμεν καὶ ἐγρηγορότες ὦμεν, δυνησόμεθα πολλῆς ἀπολογίας τυχεῖν, πολλῆς τῆς συγγνώμης, καὶ ἀπονίψασθαι τὰ πεπλημμελημένα.