Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Καθαρῶν

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματικά μέσα κάθαρσης και ακροτελεύτια δοξολογία

Παρουσίαση της συμμετοχής στη λατρεία, της μετάνοιας, της ελεημοσύνης, της ταπείνωσης και της συγχωρητικότητας ως οδών πνευματικής θεραπείας, με κατακλείδα την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Καὶ πῶς ἔσται τοῦτο ἄκουσον· ἂν εἰς ἐκκλησίαν ἀπαντῶμεν, ἂν στενάζωμεν ἐπὶ τοῖς πεπλημμελημένοις, ἂν ὁμολογῶμεν τὰ ἡμαρτημένα, ἂν ἐλεημοσύνας ποιῶμεν, ἂν εὐχὰς ἐπιδειξώμεθα, ἂν ἀδικουμένοις βοηθῶμεν, ἂν τοῖς ἐχθροῖς τὰ ἁμαρτήματα συγχωρῶμεν, ἂν δακρύωμεν ἐπὶ τοῖς ἡμαρτημένοις· ταῦτα γὰρ ἅπαντα φάρμακα τῶν ἁμαρτημάτων ἐστί. Ταῦτα δὴ πάντα, παρακαλῶ, κατασκευάζωμεν, καθ᾽ ἑκάστην ἡμέραν ἐκπλύνοντες ἑαυτοὺς, ἀποσμήχοντες· καὶ μετὰ τούτων ἁπάντων ταλανίζωμεν ἑαυτοὺς, λέγοντες ἀχρείους εἶναι δούλους· καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἶδος τῆς τῶν ἁμαρτημάτων δαπάνης, τὸ καὶ κατορθοῦντας μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, ἵνα μὴ πάθωμεν ἅπερ ἔπαθεν ὁ Φαρισαῖος. Ἂν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα φιλανθρωπίας τυχεῖν καὶ συγγνώμης ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ, καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.