Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων

Ἰωάννης ὁ Χρυσόστομος

Η εντολή της θυσίας του Ισαάκ και η υπακοή του πατριάρχη

Η θεία δοκιμασία, η άμεση συμμόρφωση του Αβραάμ, οι ευσεβείς του λογισμοί και η ρητορική αναπαράσταση των υποθετικών αντιρρήσεων της Σάρρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

Πῶς τὰ μετὰ ταῦτά σου διηγήσομαι κατορθώματα, θαυμάσιε; πῶς ὑψηλήν σου καὶ περιβόητον ἀπαγγελῶ πίστιν; Ὑπὲρ πίστιν ἡ πίστις σου, ὑπὲρ ἀκοὴν πᾶσαν ἡ πρὸς Θεόν σου καθοσίωσις. Τίς γὰρ πιστεύσει ποτὲ, ὅτι πατὴρ οἰκεῖον τέκνον θυσίαν προσήνεγκε γνησίως τῷ Θεῷ; Τάχα μόνοι πιστεύομεν οἱ μὴ γεγονότες πατέρες, οἱ τέκνων στοργὴν μὴ δεδιδαγμένοι παρὰ τῆς φύσεως.

Ἡκέτω δὲ τῶν εἰρημένων μάρτυς καὶ θεία Γραφὴ, καθάπερ κήρυξ ὑψηλὸς, ἐκβοῶσα τοῦ μακαρίου τὴν φιλόθεον γνώμην. Μετὰ ταῦτα, φησὶν, ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Ἐπείραζε δὲ, οὐχ ἵνα μάθῃ διὰ πείρας τὸ ἀγνοούμενον, μάρτυσι τῆς γνώμης τοῦ ἀνδρὸς τοῖς ἀποτελέσμασι χρώμενος· ἠγνόησε γὰρ οὐδὲν οὐδέπω ὁ Θεὸς, αὐτὸς τῇ ἑαυτοῦ θεωρίᾳ πάντοτε πρὸς τὴν πάντων γνῶσιν ἀρκούμενος· ἀλλ᾽ ὅπως ὃν σαφῶς προεγίνωσκε, τοῦτον διὰ πείρας μαθόντες οἱ ἄνθρωποι, καλὸν ἔχωσι πρὸς μίμησιν θεοσεβείας ὑπογραμμόν. Τίνα δὲ καὶ τὰ τοῦ πειρασμοῦ ῥήματα, φέρε σκοπήσωμεν. Ἀβραὰμ, φησὶν, Ἀβραάμ. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. Ἔφη αὐτῷ· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν. Ὢ πόσην ὁ Θεὸς διὰ τῶν οὕτως εἰρημένων ῥημάτων τῆς πίστεως τοῦ προπάτορος εἰργάσατο βάσανον! Ἤρκει μὲν γὰρ μόνον εἰπεῖν, Λάβε τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, μήτε υἱὸν εἰπόντα, μήτε τῇ τοῦ ἀγαπητοῦ μνήμῃ τὰ πατρῷα σπλάγχνα κινήσαντα.

Ἀλλ᾽ ἐπειδὴ τοῖς ἔνδον τῶν ἀγαθῶν διακεχυμένοις ἡ τῶν κακῶν αἰφνίδιος φορὰ βαρυτέραν ἐπάγει τὴν ἀλγηδόνα, διὰ τοῦτό φησι, Λάβε τὸν υἱόν σου, καὶ προστίθησι, Τὸν ἀγαπητὸν, καὶ πάλιν, Ὃν ἠγάπησας, ἵνα ταῖς ἀγαθαῖς ταύταις ἐπωνυμίαις εἰς χρηστῶν ὑποσχέσεων ἐλπίδας μετεωρίσας τὸν φιλόπαιδα γέροντα, ἀθρόαν αὖθις ἐπαγαγὼν τοῦ ἀγαπημένου τὴν ἀναίρεσιν, τοῖς παρ᾽ ἐλπίδα προστάγμασι πλήξῃ τὰ σπλάγχνα τοῦ γεγεννηκότος βαρύτερον, οὐ μισῶν τὸν δίκαιον, φανῆναι δὲ λαμπρότερον τῷ κόσμῳ τὴν τούτου πίστιν βουλόμενος. Τοιγαροῦν πρὶν εἴπῃ, Ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, ἐκ τῶν πρώτων ῥημάτων τῶν εὐφήμων πολλὰ ποιεῖ χρηστὰ τῷ δικαίῳ φαντάζεσθαι. Ἀκούσας γὰρ καλοῦντος τοῦ Θεοῦ καὶ λέγοντος, Ἀβραὰμ, Ἀβραὰμ, εὐθὺς ἐγήθησεν ὁ φιλόθεος πρὸς τὴν κλῆσιν, διεχύθη πρὸς τὴν φωνὴν, ἐνθυμούμενος, ὡς εἰκός· Ἆρά με ὁ Θεὸς ἄξιον πάλιν ἡγεῖται τῆς θαυμαστῆς πρὸς αὐτὸν ὁμιλίας· ἆρά με τοῖς θείοις αὐτοῦ καθαγιάσαι θέλει ῥήμασιν; ἢ μεταστῆσαι πάλιν εἰς χώραν βούλεται κρείσσονα; ἢ τοὺς πονηροὺς ἀπολέσαι θέλει Χαναναίους, ὡς Σοδομίτας, καὶ τὸν οἰκεῖον δοῦλον, ὡς ἐπὶ Σοδόμων, ἀγνοεῖν οὐ θέλει τὸ τῆς κρίσεως βούλημα; ἆρά μοι δευτέρου τέκνου μετὰ τὸν Ἰσαὰκ χρηστὰ φιλοτιμεῖται παρασχεῖν εὐαγγέλια, ὀφθαλμοῖς δύο τέκνων τὸ ἐμὸν θέλων ὀμματῶσαι γῆρας;

Ὡς δὲ ἤκουσε, Λάβε, πρὶν ἀκούσῃ, Τὸν υἱόν, ᾠήθη περὶ θυσιῶν αὐτῷ τὸν Θεὸν διαλέξεσθαι, αἰτοῦντα παρ᾽ αὐτοῦ τιμὴν εὐλογιῶν ἀντὶ τῆς δόσεως τοῦ παιδός. Ἀκούσας δὲ, Τὸν υἱόν σου, τέως τὸν Ἰσμαὴλ ἐνενόει, οἰόμενος λελύσθαι τὴν ζηλοτυπίαν τῆς Σάῤῥας, καὶ διὰ τοῦτο πρὸς τοῦ φιλανθρώπου ἀποκαθίστασθαι πάλιν εἰς τὴν πατρῴαν ἑστίαν. Ἐπειδὴ δὲ σαφῶς ἤκουσε, Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ, ἔζεσεν εὐθὺς τῇ καρδίᾳ, ἠγαλλιάσατο τῇ ψυχῇ, νομίσας ὅτι περὶ μνηστείας αὐτῷ διατάξεται, ἁρμόζων ὡς Θεὸς εἰς ἐπίδοσιν τοῦ γένους γυναῖκα τῷ νέῳ εὔφορον εἰς τέκνου φυήν. Εἰς δὲ τὴν γῆν αὐτὸν ὁ Θεὸς καλεῖ τὴν ὑψηλήν. Διὰ τί; Ἢ πάντως ἵνα ἐξ ἀπόπτου καὶ μετεώρου τόπου πᾶσαν ὡς κληρονόμῳ τῆς ἐπαγγελίας ἀποδείξῃ τὴν γῆν, ἢ πάντως αὐτὸν εἰς πατριάρχην θέλει χρῖσαι, ζῶντος ἐμοῦ, ἢ ἐνώπιος ἐνωπίῳ διαλεχθῆναι, καὶ φωνῇ ζώσῃ παραδοῦναι νόμους θεοφιλοῦς βίου, οἷς ὁδεύων εὐαρεστήσει τῷ κτίσαντι.

δʹ. Ταῦτα μὲν οὖν καὶ τοιαῦτα ἀκούσεσθαι παρὰ Θεοῦ προσεδόκησεν ὁ μακάριος· ὁ δὲ Θεὸς τί; Ἀνένεγκε, φησὶν, αὐτὸν εἰς ὁλοκάρπωσιν. Φορτικὸν τὸ ἐπίταγμα καὶ τῷ τυχόντι ἀνδρὶ, μήτιγε πατρὶ, καὶ ταῦτα φιλόπαιδι.

Ἀλλ᾽, ὢ τῆς ἀνυπερβλήτου πίστεως! ὢ τῆς φιλοθέου ψυχῆς! Οὐδέπω Θεὸς ἐπαύσατο καλῶν, καὶ πρὸς τὴν ὑπακοὴν Ἀβραὰμ ὑπῆρχεν εὐτρεπὴς, τὸ τέλος τοῦ προστάγματος ἀρχὴν ἤδη τῆς ὁδοιπορίας ποιούμενος. Τίς οὖν τῶν ἄλλων πατέρων ἤνεγκεν ἂν τὴν τοιαύτην φωνὴν, καὶ οὐ παραχρῆμα κατέπεσεν εἰς γῆν, ἀθυμίᾳ τὰ μέλη λυθείς; ἢ τάχα παρ᾽ αὐτῷ διεφθάρη τῷ προστάγματι, ὑπὸ πατρικῆς διαθέσεως πυρπολούμενος; Τὸ γὰρ τοῦ προστάγματος ἀπαραμύθητον ἄκουε. Οὐκ εἰς σφαγὴν ἁπλῶς ᾔτησε τὸν νέον ὁ Θεὸς, ἵνα ἔχοι τὸ λείψανον ὁ γέρων παραμυθίαν τοῦ πάθους τῷ τάφῳ παρακαθήμενος· ἀλλ᾽ εἰς ὁλοκάρπωσιν, εἰς ἐμπρησμὸν, εἰς ἀφανισμὸν παντελῆ, ὅπως μηδὲ προχέειν ἔχῃ τῆς καρδίας τὴν ἀλγηδόνα ἐπιδακρύων τῷ σώματι. Ἀλλ᾽ ὅμως εἰ καὶ ἀφόρητον ἦν τὸ πρόσταγμα, καὶ μόνῳ τῷ ῥηθῆναι πλῆξαι δυνάμενον, ἀλλ᾽ οὐκ ἐξέστησε τὸν ἄνδρα τοῦ θείου φρονήματος· πᾶν γὰρ ἠπίστατο συμφέρον εἶναι καὶ ἀγαθὸν, ὃ προστάσσει Θεός.

Τοιγαροῦν προθύμως ὑπομένει τὸ πρόσταγμα, καὶ μεθ᾽ ἡδονῆς ἀφράστου τὴν θυσίαν ἐργάζεται, ταῦτα λογισάμενος, ὡς εἰκός· ἄτεκνος ἀπὸ τοῦ νῦν, ἀλλ᾽ ἐγὼ τέκνον Θεοῦ δι᾽ ὑπακοῆς γίνομαι· ἀπολλύω τὸν κληρονόμον, ἀλλὰ κληρονομῶ τὰ μέλλοντα· οὐκ ὄψομαι τὸν υἱὸν, ἀλλ᾽ ὄψομαι τὸν Θεόν· οὐ γηροβοσκήσει με παῖς, ἀλλὰ γηροτροφήσει Θεός· μεμφθήσομαι παρὰ τῶν ἀνοήτων, ἀλλ᾽ ἀποδεχθήσομαι παρὰ τοῦ Πανσόφου· λυπήσω τὴν Σάῤῥαν, ἀλλ᾽ εὐαρεστήσω τῷ κτίσαντι· ἔχω πολλὴν παραμυθίαν· λυπεῖ με θανὼν, ἀλλ᾽ ἱερέα τοῦ Ὑψίστου ποιεῖ· ἄπαιδα καθίστησιν, ἀλλὰ πατέρα πρωτομάρτυρος.

Μὴ γὰρ ἀπόλλυται Ἰσαάκ; Καθαίρεται τῷ πυρὶ τὸ σῶμα, λύεται τῶν τῆς σαρκὸς ἡδονῶν, ἐκδημήσει τοῦ βίου, ἀλλ᾽ ἐνδημήσει πρὸς Κύριον. Τοιούτοις λογισμοῖς τὰ τῆς φύσεως νευρώσας συμπτώματα, ἐπὶ τὴν θυσίαν ἐπείγεται, ἐπισάξας τὴν ὄνον, θήξας τὴν μάχαιραν, τὰ ξύλα, τὸ πῦρ εὐτρεπίσας, τὸν υἱὸν ὡς ἀμνὸν ἐπαγόμενος, καὶ οὐδενὶ τὴν θείαν ἐξεῖπε φωνὴν, οὐκ ἀνεκοινώσατο φίλους, οὐδὲ αὐτῇ κοινωνῷ τῆς γονῆς, οὐ μισῶν τὴν σύζυγον, ἀλλὰ τὸν ὄφιν φοβούμενος, μὴ προφάσει φιλοτεκνίας ἀμβλύνῃ θεοσεβείας σπουδήν. Ὢ πίστεως ἄκρας! ὢ σοφίας ἀνυπερβλήτου! Ἐνενόησεν ὁ πατριάρχης πόσα συμβήσεται κακὰ, ἐκπύστου γινομένου τοῦ θείου προστάγματος, πόσος ἔσται θρῆνος, πόσος κλαυθμὸς, πόσα δάκρυα.

Διὰ τοῦτ᾽ ἐχεμυθεῖ, σιωπῇ σβεννύων μεγάλην ὀδυρμῶν φλόγα. Τί γὰρ οἴει δρᾶσαι τὴν Σάῤῥαν ἀκούσασαν περὶ τῆς ἀναιρέσεως τοῦ τέκνου; οὐ περιεπλάκη ἂν εὐθὺς τῷ Ἰσαὰκ, ἔνδον αὐτὸν πάλιν, εἰ οἷόν τε ἦν, τῇ γαστρὶ κατακρύψαι μηχανωμένη, τέκνον φίλτατον ἀπόλλυσαι, λέγουσα, ἐν θυσίαις πολιορκούμεθα; Θᾶττον ἂν ἀφῆκεν, οἶμαι, τὴν ἰδίαν ψυχὴν, ἢ τὸν παῖδα προέδωκε· καὶ ἦν ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ γενέσθαι τὴν θυσίαν, ἢ τὴν μητέρα συγκαρπωθῆναι τῷ τέκνῳ. Εἶπε δ᾽ ἂν καὶ πρὸς τὸν Ἀβραὰμ τοιούτους τινὰς λόγους· Σωφρόνησον, ὦ ἄνερ, σωφρόνησον, ὑποφῆτα φιλανθρώπου Θεοῦ. Οὐδὲν κατὰ ἀνθρώπου προστάσσει θεία φωνή· βασκαίνει σοι τῆς εὐπαιδίας πονηρὸς δαίμων, καὶ τὴν τοῦ Θεοῦ χάριν ἀνατρέψαι βούλεται, ἐν εὐσεβείας προσχήματι παιδοκτονίας προσάγων ἀράν. Οὐκ οἶσθα τὸν θαυμάσιον Μελχισεδὲκ τὸν ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου; Μάθε παρ᾽ αὐτοῦ θυσιῶν νόμους, μάθε ποίαις Θεὸς ἐπαγάλλεται θυσίαις, καίτοι πάλαι σε πρὸς ἱερωσύνην ἐμυσταγώγησεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων ἐπανιόντα. Οὐκ ἄρτος οὖν ἦσαν αὐτῷ καὶ οἶνος, εὐαγεῖς προσφοραὶ, ἀναίμακτοι καὶ καθαραὶ θυσίαι; μὴ μόσχος; μὴ πρόβατον; μὴ τέκνον; Αἵματι γὰρ Θεὸν ὅλως οὐκ ᾤετο τέρπεσθαι.

Μὴ φάγεται Θεὸς κρέα ταύρων, ἢ αἷμα τράγων πίεται; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου Εἰ δὲ ὁ Θεός ἐστιν ἀληθῶς ὁ φανεὶς, σύνες, ἄνερ, τοῦ φανέντος τὸ βούλημα. Ἀποπειρᾶταί σου ὁ Θεὸς τῆς περὶ τὸν παῖδα διαθέσεως, γνωσθῆναί σε θέλει, πῶς ἔχεις περὶ γέννημα· εἰ φιλεῖς τὸν υἱὸν, εἰ διάκεισαι πατρικῶς, εἰ τοῖς σπλάγχνοις τῆς φύσεως ἥττησαι, εἰ θανεῖν ἀντὶ τοῦ τέκνου προῄρησαι.

Θέλει σε καὶ φιλοτεκνίας καλὸν γενέσθαι τοῖς Χαναναίοις παράδειγμα, τοιγαροῦν οὐχ ὑπακοῦσαι, ἀντειπεῖν σε μᾶλλον περὶ τῆς σφαγῆς τοῦ τέκνου, ἰδεῖν πολιὰς τιλλομένας, πικρὰ ῥέοντα δάκρυα, φανῆναι διὰ τούτων φιλόπαιδα.

Δέδοικα μὴ τεκνοκτονίας μέμψεις ὑποσχῇς παρὰ τῷ φιλανθρώπῳ διὰ μόνην τὴν συγκατάθεσιν. Ἄνερ, πείσθητί μοι, Μὴ γίνου δίκαιος πολύ. Ταύτην σου τὴν παρακοὴν Θεὸς ἐπαινέσεται. Εἰ δὲ καὶ Θεὸς ἀληθῶς θέλει καρπωθῆναι τὸν Ἰσαὰκ, στέναξον πικρῶς, ἱκέτευσον, πρόσπεσον, ἐπιδάκρυσον τῆς ἱκετηρίας τοῖς ῥήμασιν.

Ἀγαθός ἐστιν ὁ τὴν θυσίαν αἰτῶν, πολὺ Πατρὸς φιλανθρωπότερος· ἀλλάξει τὴν ψῆφον, ἀλλάξει τὴν κρίσιν. Οὐκ ἂν ἀπώλετο κατακλυσμῷ τὸ γένος τῶν ἀνθρώπων ποτὲ, εἰ δάκρυσιν ἱκετηρίοις οἱ παρανομοῦντες ἐλούσαντο.

Ἦν ἂν ἔτι τὰ Σόδομα, εἰ στεναγμῷ καρδίας τὸν κριτὴν ἐξιλάσαντο. Εἰ οὖν ἐλεεῖ παρανόμους, πολλῷ πλέον τὸν δίκαιον σέ. Ἔσωσάς ποτε τὸν Λὼτ τοῦ θεηλάτου πυρὸς, εὐξάμενος τῷ κριτῇ· σῶσον καὶ νῦν τὸν παῖδα τοῦ ἱλαστηρίου πυρὸς, δεηθεὶς τοῦ Θεοῦ. Ὑπὲρ Σοδομιτῶν ἱκέτευσας, ἀνδρῶν ἀδίκων, καὶ πολλάκις ἀπολωλέναι μελλόντων δικαίως, καὶ ὑπὲρ παιδὸς οὐχ ἱκετεύσεις ἀμώμου; Χρῆσαι πάλιν τῇ παῤῥησίᾳ· εἰπὲ, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; Οὐκ ἀπολέσεις δίκαιον μετὰ ἀσεβοῦς. Ὑπομνήσθητι τῆς παλαιᾶς φιλοτεκνίας, ἧς εἶχες, ὅτε οὐκ εἶχες τέκνον. Πρὶν γὰρ λάβῃς τὸν Ἰσαὰκ, ὑποσχέσεις αὗταί σου τοῦ Δεσπότου λαμπραί· γῆς κατάσχεσις γλυκείας, χρημάτων καὶ κτημάτων περιουσία πολλὴ, αὔξησις τοῦ γένους τοσαύτη, ὡς καὶ ταῖς ἀναριθμήτοις αὐτὸ συναριθμεῖσθαι φύσεσιν, ἄμμῳ παραλίᾳ, καὶ ἄστροις οὐρανοῦ· ἀλλ᾽ ὅμως τοσούτων ὄντων τῶν ἐν ἐπαγγελίαις χρηστῶν, χλεύην ἡγοῦ τὰ λεγόμενα, καὶ μετὰ παῤῥησίας ἐβόας, τὴν ἀπαιδίαν ὀλοφυρόμενος καὶ λέγων· Τί μοι δώσεις, Κύριε; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος. Ταύτην ἀφεὶς τὴν φωνὴν, ἔλαβες τέκνον. Γενοῦ πατὴρ, ταύτην ἄφες νῦν, ἵνα σώσῃς τὸ τέκνον. Εἰπὲ πάλιν, Τί μοι δώσεις, Δέσποτα, ἀναιρῶν μου τὸν κληρονόμον; Οἴμοι, τάχα τότε φιλότεκνος ἦς, ὅτε οὐκ ἦς πατήρ.

Ταῦτα λεγούσης τῆς Σάῤῥας, τί ποιεῖν ἔδει τὴν Ἀβραάμ; Δηλονότι ἀφέμενον τοῦ θείου προστάγματος, τοὺς περὶ θεοσεβείας ποιεῖσθαι λόγους, καὶ πείθειν τὴν Σάῤῥαν, ὅτι, τοῦτον ἂν λάβῃ Θεὸς, δίδωσί σοι κρείσσονα.

Καὶ πῶς ἂν ἔπεισε γυναῖκα τῷ πάθει μεθύουσαν; Ἀλλὰ δὴ πέπεικε. Θεοσεβὴς γὰρ ἡ γυνὴ, καὶ ἀνδρὸς πιστοτάτου σύνοικος· πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐτὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέγειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως ἐξαγομένην. Πόσοι θεράποντες ἐκεῖ τῷ πόθῳ τοῦ νέου δακνόμενοι; πόσαι θεράπαιναι τῇ δεσποίνῃ συμπάσχουσαι;

Χαναναῖοι πόσοι, συνήθεις καὶ γείτονες, οἱ ἐπὶ τοῖς τούτῳ συμβεβηκόσι θαυμάζοντες; Θόρυβος ἐκ τούτων πολὺς, καὶ οἰμωγὴ, καὶ θρῆνος, καὶ δάκρυα, ὡς ἐπὶ προπεμπομένῳ νεκρῷ. Εἶπε δ᾽ ἂν ἡ μήτηρ ἀνακωκύσασα μέγα· Δός μοι, τέκνον, τελευταίας περιπλοκάς.

Ἐγὼ μὲν ἤλπιζον ὑπὸ σοῦ προπεμφθῆναι, τέκνον, καὶ τὸν ἐμὸν θάνατον τοῖς σοῖς κοσμηθῆναι δακρύοις· ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ θρηνῶ τοῦτον, ὑφ᾽ οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευσον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα. Δεξιὰν γὰρ πατρὸς αἵματι παιδὸς ἰδεῖν ᾑμαγμένην οὐ δύναμαι. Ἡ μὲν οὖν μήτηρ τοσαῦτα. Τίς δ᾽ ἂν ἤνεγκε τὰ παρὰ τῶν Χαναναίων ὀνείδη, τῶν ἐπὶ τῇ θέᾳ τότε συνδεδραμηκότων;

Ὁ μὲν γὰρ εἶπεν ἄν· Ὢ, ἐφ᾽ οἷον θάλαμον τὸν υἱὸν ὁ καλὸς ἄγει πατήρ! Ὁ δὲ, Ἐκ ποίας ἄρα ποίμνης αὐτῷ τὸ ἱερεῖον; Ὁ δὲ, Καλῶς αὐτῷ ὁ Θεὸς πληθῦναι θέλει τὸ γένος, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἄλλος, Ὢ πόσοι γέροντες ὡς υἱὸν θρηνοῦσι τὸν ἄθλιον, οὗτος δὲ ἠλίθιος γέρων οὐδὲ δακρύει τὸ ἴδιον τέκνον! Ταῦτα μὲν οἱ Χαναναῖοι· τῶν δὲ θεραπόντων ὁ μὲν ἀνοιμώξας εἶπεν· Ὦ παιδίον ἄθλιον, καὶ γενόμενον ὄψιμον, καὶ ἀπολλύμενον ἄωρον! Σοῦ καὶ παράδοξος ἡ γέννησις, καὶ παράδοξος ἡ τελευτή. Μόνος ἐκ πάντων ἐξ ἀγόνου μήτρας, μόνος ἐκ πάντων ἀκούων τὸν ἐπὶ τῇ ταφῇ σου θρῆνον. Ὢ, οἵαν ὁ δεσπότης αὐτοῦ εἰκόνα ἐξαλείφει τοῦ βίου! Ταῦτα μὲν οὖν οἱ καθ᾽ ἕκαστον· ὁμοῦ δὲ πάντες ὑποστρέψαντες οἴκαδε, ὡς ἀφ᾽ ἑνὸς στόματος εἶπον ἄν· Ὅδευε λοιπὸν, ὦ πρεσβῦτα, τοῦτο μόνον ἐνθυμούμενος, ὅτι τοῦτον ἂν θύσῃς, ἄλλον υἱὸν ἀπὸ Σάῤῥας οὐχ ἕξεις. Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μακάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.