Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων

Ἰωάννης ὁ Χρυσόστομος

Η πορεία προς το θυσιαστήριο και ο τυπολογικός παραλληλισμός

Η τριήμερη οδοιπορία, η θεολογική σύνδεση της θυσίας του Ισαάκ με το Πάθος του Χριστού και ο διάλογος μεταξύ πατέρα και υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Ὦ θησαυρὲ κρύφιε δεσποτικῶν ἐντολῶν! ὦ ταμιεῖον ἀποῤῥήτων, ταμιεῖον ἱερῶν Θεοῦ λόγων! Ταῦτά σε τὰ μυστήρια καθ᾽ ὅλης τῆς οἰκουμένης ἀνεκήρυξεν. Ὁδεύει διὰ ταῦτα σιγῇ μετὰ τοῦ Ἰσαὰκ ὁ πατὴρ, δύο μόνους θεράποντας ἐπαγόμενος, καὶ τούτους οὐκ εἰδότας τῆς θυσίας τὸν τρόπον· ὁδεύει δὲ τριῶν ἡμερῶν ὁδόν. Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ᾽ ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ.

Οὐ γὰρ ἐγγὺς αὐτῷ Θεὸς δείκνυσι τὸ θυσιαστήριον, ἵνα μὴ τῇ θερμότητι τῆς πίστεως κλαπῇ φύσεως τὴν στοργήν· ἀλλ᾽ ὅπως μακρὰν βαδίζων ὁδὸν, καὶ τὸν υἱὸν ἐπὶ πλεῖστον θεώμενος χρόνον συνήθως προσπαίζοντα, ταῖς ἀγκάλαις προστρέχοντα, τῇ ἐννοίᾳ τοῦ πρακτέου, καθάπερ χρυσὸς ἐν πυρὶ, τῷ πόθῳ πολλῷ χρόνῳ δοκιμασθεὶς, λαμπροτέραν τῆς ὑπακοῆς ἐπιδείξηται τὴν προαίρεσιν. Ὢ, ποσάκις ἐν τῷ τριημέρῳ τούτῳ διαστήματι καθ᾽ ἑαυτὸν ὁ πατὴρ ἀνετυπώσατο τοῦ υἱοῦ τὴν σφαγήν! ποσάκις ἐπέθηκε τῇ πυρᾷ τοῦ τέκνου τὸ λείψανον, τοσαυτάκις τὴν καρδίαν πληγεὶς, ὁσάκις ἂν τὴν θυσίαν ἀνελογίζετο! Τὸ μὲν γὰρ πεπραγμένον κακὸν εὐθὺς πρὸς λήθην ὁρᾷ, τὸ δὲ ἐν ἐλπίσι λυπεῖ τοσαυτάκις, ὁσάκις ἂν ἐλπισθῇ. Ὁρᾷ λοιπὸν ὁ μακάριος πόῤῥωθεν τῆς λειτουργίας τὸν τόπον, ἀῤῥήτου φωνῆς προσδειξάσης αὐτῷ, καὶ μόνον παραλαμβάνει τὸν υἱὸν ὁ πατὴρ, ἀπολιπὼν μετὰ τῆς ὄνου τοὺς δούλους· μόνος ὁδεύει λοιπὸν μετὰ μόνου τοῦ Ἰσαὰκ, οὐχ ὡς πατὴρ μετὰ τέκνου, ἀλλ᾽ ὡς ἱερεὺς μετὰ θύματος. Ἐπιτίθησι δὲ καὶ τῷ Ἰσαὰκ τῆς θυσίας τὰ ξύλα, αὐτὸς φέρων τὴν μάχαιραν καὶ τὸ πῦρ. Βαρύνει τῷ φορτίῳ τὸν νέον, ἵνα ἐφιδρώσας ὁ παῖς τῷ καμάτῳ, καὶ τοῖς τῆς φύσεως λουτροῖς καθηράμενος, εὐαγεστέρα γένηται τῷ Θεῷ προσφορά. Ἐνταῦθα δὲ γενομένου τοῦ λόγου, τὸν τύπον ἰδὼν, ἀνεμνήσθην τῆς ἀληθείας.

Ἰδὼν γὰρ πῶς Ἰσαὰκ ἑαυτῷ βαστάζει τῆς θυσίας τὰ ξύλα, δοξάζω τὸν Χριστὸν τὸν διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἑαυτοῦ τὸν σταυρὸν βαστάσαι θελήσαντα.

Ὅλης γὰρ τῆς κατὰ Χριστὸν οἰκονομίας τὴν σκιὰν ἐνταῦθα προλαβοῦσαν ὁρῶ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Χριστός· τούτου τύπος Ἰσαὰκ εἰς θυσίαν ἀγόμενος. Ἐν ὀφθαλμοῖς ἡ σφαγὴ, καὶ οὐκ ἀπειθεῖ τῷ γεννήσαντι Ἰσαάκ· τύπος γὰρ ἦν Χριστοῦ, Ὃς ὑπήκουσε Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

Ἰσαὰκ καὶ τέκνον ἦν ἐν ταὐτῷ καὶ θῦμα. Ὁμοίως καὶ ὁ Χριστὸς Υἱὸς Θεοῦ, καὶ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ φείδεται τοῦ Ἰσαὰκ ὁ πατὴρ, ἀλλ᾽ οὐδὲ Θεὸς τοῦ Χριστοῦ. Ὣς (sic) γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τριήμερον μετὰ τὴν θυσίαν ἡ μήτηρ ὁρᾷ ζῶντα τὸν Ἰσαάκ· τριήμερον καὶ ἡ Ἐκκλησία ἄφθαρτον ὁρᾷ τὸν Σωτῆρα. Καὶ ταῦτα μὲν περὶ τύπων, ὡς ἐν παρόδῳ.

Ἀβραὰμ δὲ ἐφέστηκεν ἤδη τῷ τόπῳ τῆς λειτουργίας, εἴσω λοιπὸν τοῦ ἀγῶνος γενόμενος, ἐν ᾧ φύσις μὲν καὶ προαίρεσις μάχεται, στεφανοῦται δὲ γνώμη κατὰ τῆς φύσεως, καὶ φέρει φιλοθεΐα δικαίως κατὰ φιλοτεκνίας τὰ νικητήρια. Ἦλθεν ὁ πατὴρ μετὰ τοῦ τέκνου, μόνος ὁ ἱερεὺς μετὰ μόνου τοῦ θύματος. Πάντα δὲ ἦν ὁ παῖς τῷ πατρὶ, καὶ λειτουργὸς πρὸς ὑπηρεσίαν, καὶ θῦμα πρὸς ἱερουργίαν.

ϛʹ. Ἐγὼ δὲ καὶ τοῦ νέου θαυμάζω τὴν σύνεσιν, ὅπως αἰδεσίμως προσέρχεται τῷ πατρὶ, καί φησι· Πάτερ, ἰδοὺ τὸ πῦρ, καὶ τὰ ξύλα· τὸ πρόβατον ποῦ; Οὐ καταγελᾷ τῆς λήθης τοῦ πατρός· εἶδε γὰρ Χαναναίους δουλεύοντας διὰ γέλωτα Χάμ· ἀλλ᾽ ἐρωτᾷ, Ποῦ; σχήματι πεύσεως λήθης διορθούμενος σφάλμα. Πάτερ, φησὶν, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ· τὸ πρόβατον ποῦ; Ποῖος ἀρκέσει λόγος πρὸς παράστασιν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας;

Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθητοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ᾽ ἔμεινε διαπαντὸς ἄτρωτος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμενος.

Φησὶν οὖν πρὸς αὐτὸν εὐσταθῶς· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον, τέκνον. Οὐ προαπαγγέλλει τῷ νέῳ τὸ ἐπ᾽ αὐτῷ τοῦ Θεοῦ βούλημα, ἵνα μὴ ἁπαλῇ διανοίᾳ ἑαυτῷ ἐπιθρηνήσας ὁ νέος, δάκρυσι σπιλώσῃ τὸ θῦμα. Πῶς ὑμῖν, ἀδελφοὶ, ἀδακρυτὶ τὰ μετὰ ταῦτα διηγήσομαι;