Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων
Η θεία παρέμβαση, η αμοιβή της πίστεως και η κατακλείδα
Η λύση της δοκιμασίας με την επέμβαση του Θεού, η αναγνώριση του Αβραάμ ως πατέρα πολλών εθνών και η τελική προτροπή προς τους πιστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία παρέμβαση, η αμοιβή της πίστεως και η κατακλείδα
Η λύση της δοκιμασίας με την επέμβαση του Θεού, η αναγνώριση του Αβραάμ ως πατέρα πολλών εθνών και η τελική προτροπή προς τους πιστού.
Δεῦρο δὴ, λοιπὸν ἄκουσον ἡμῶν, καὶ τῶν δεσμῶν τὸν υἱὸν ἄφες ἐλεύθερον, ῥῖψον τὸ ξίφος, σβέσωμεν τὸ πῦρ, αὐτὸν τὸν βωμὸν κατασκάψωμεν· μηδὲν ὅλως ἴχνος ἐάσῃς ἀπίστου τολμήματος ἐπὶ γῆς. Εἰ δὲ ἀπειθεῖς μετὰ τοσαύτην παραίνεσιν, καὶ πονηρῷ φιλονεικεῖς διακονήσασθαι δαίμονι, τοῦτο μόνον δεόμεθα, πρώτους ἀπόκτεινον ἡμᾶς, καὶ ἡδέως δεχόμεθα τὴν σφαγήν. Ἄμεινον γὰρ ἡμῖν ἐνταῦθα πεσεῖν, ἢ δούλους κληθῆναι παιδοκτόνου δεσπότου. Πῶς οὖν, τοιαῦτα καὶ λεγόντων καὶ πραττόντων ἐξ ἀνοίας τῶν δούλων, ὁ προπάτωρ καθωσιώθη τῷ τοῦ Δεσπότου προστάγματι; πῶς ἂν οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγαθὴ φιλοθεΐας ἔλαμψε πρᾶξις; πῶς ἂν ὑψηλὴ πίστεως ἀνωρθώθη στήλη; πῶς ἂν ἔργοις ἔμαθε κόσμος, ὅτι φόβος Θεοῦ πόθου παιδὸς τιμιώτερος;
Διὰ τοῦτο μόνος ἐπὶ τὴν θυσίαν παραγίνεται, μόνος τὸν μονογενῆ διὰ Μονογενοῦς τῷ μόνῳ προσφέρων Θεῷ. Ἐμάθετε, ἀγαπητοὶ, διὰ τῶν εἰρημένων τοῦ προπάτορος τὴν φιλοθεΐαν· μάθετε διὰ τῶν ἑξῆς καὶ τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· μάθετε πῶς οἱ διὰ τὸν Θεὸν τῶν παρόντων καταφρονήσαντες καὶ προκόπτουσιν εἰς ἀρετὴν, καὶ τῶν προσκαίρων οὐχ ἁμαρτάνουσιν. Ἔκειτο τοίνυν συμπεποδισμένος ὁ Ἰσαάκ, καὶ γυμνὸν τῷ πατρὶ παρέχων τὸν λαιμὸν εἰς σφαγὴν, ἡ δὲ χεὶρ τοῦ ἱερέως ὑψηλὴ τὴν πληγὴν ἐπισπεύδουσα, καὶ παραχρῆμα φέρεται οὐρανόθεν ἐλέου φωνὴ, καθάπερ χεὶρ τὴν χεῖρα κωλύουσα, καὶ ταχυτάτῳ προστάγματι τὴν προθυμίαν τοῦ ἱερέως ἐπέχουσα. Μὴ γὰρ, φησὶν, ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἀρκοῦμαι τῇ προθυμίᾳ, κἂν ἡ πρᾶξις ἀπείη. Οὐκ ἤθελον σφαγῆναι τὸν παῖδα σου, ἀλλ᾽ ἤθελον φανῆναι τὴν πίστιν σου ἐν ὅλῳ τῷ κόσμῳ. Ἐπειδὴ γὰρ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμὲ, ἀλλὰ, τὸ σὸν μέρος, ἀπόλωλεν Ἰσαὰκ, ὅσον ἐπὶ σοὶ, ἠτέκνωται Σάῤῥα, καὶ οὔτε σὺ ὀνομάζῃ πατὴρ, ἀπὸ τοῦ νῦν διὰ τὴν ἀγάπην τὴν εἰς ἐμὲ σῶον ἀπολάμβανέ σου τὸν υἱὸν, μακρόβιόν τε καὶ πολυχρόνιον.
Τὸ γὰρ ἔργον ἐμοὶ πέπρακται τῷ τὰς διαθέσεις τῶν ἐννοιῶν βλέποντι. Ἀμείψομαι δέ σε πρὸς τούτοις, θέραπον, πάντη καταλλήλῳ δωρεᾷ, καὶ προσφόρῳ προσηγορίᾳ τιμήσω σε, πᾶς ὅσιός σε καλέσει πατέρα. Ἡ πρᾶξις αὕτη πολλούς σοι δικαίους ἀπογεννήσει παῖδας, σὺ πάντων τῶν εἰς ἐμὲ πιστευόντων κληθήσῃ πατήρ· ἐγώ σοι κατ᾽ ἐξαίρετον ἐκ λίθων ἐγερῶ τέκνα. Ἑνὸς υἱοῦ κατεφρόνησας, ἕξεις ἀπείρους ἀπὸ τοῦ νῦν· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα· ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον· ὅπως ὁμοιότητι πίστεως τέκνα γενόμενοι τοῦ προπάτορος Ἀβραὰμ, εἰς τοὺς φωτεινοὺς αὐτοῦ κόλπους μετὰ Ἰσαὰκ ἀναπαυσώμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ δεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.