Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Δ΄: Η αγαλλίαση της Εκκλησίας και η πνευματική ανακαίνιση των πιστών

Η χαρά της Εκκλησίας για τη μεταστροφή των πιστών, το πρότυπο του Αποστόλου Παύλου και η ανάδειξη της ηθικής και οντολογικής ανακαίνισης μέσω των αγαθών έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 16

ΛΟΓΟΣ Δʹ ☩Τοῦ αὐτοῦ πρὸς τοὺς νεοφωτίστους καὶ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά». Φαιδρότερον σήμερον ὁρῶ τοῦ συνήθους τὸν σύλλογον καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀγαλλομένην ἐπὶ τοῖς οἰκείοις τέκνοις. Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς. Σκόπει δέ μοι, ἀγαπητέ, τῆς χάριτος τὴν ὑπερβολήν. Ἰδοὺ γὰρ ἐν μιᾷ νυκτὶ πόσους ἀθρόον ἀπέτεκεν ἡ πνευματικὴ αὕτη μήτηρ. Καὶ μὴ θαυμάσῃς· τοιαῦται γὰρ αἱ ὠδῖνες αἱ πνευματικαί· οὐ δέονται χρόνου καὶ περιόδου μηνῶν.

Φέρε οὖν καὶ ἡμεῖς συνησθῶμεν καὶ κοινωνήσωμεν αὐτῇ τῆς εὐφροσύνης. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει προσήκει σκιρτᾶν ἡμᾶς καὶ εὐφραίνεσθαι καὶ δοξάζειν τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ γὰρ ἀληθῶς πάντα λόγον ὑπερβαίνει τῶν τοῦ Θεοῦ δωρεῶν τὸ μέγεθος. Ποῖος νοῦς, ποία διάνοια, ποῖος λογισμὸς καταλαβεῖν δυνήσεται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν καὶ τῶν ἀφάτων δωρεῶν τὰ μεγέθη ἃ τῇ τῶν ἀνθρώπων φύσει κεχάρισται.

Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις. Ἐκεῖνοι μὲν γὰρ ἐν νυκτὶ μόνον φαίνουσιν· ἐν ἡμέρᾳ δὲ οὐκ ἄν ποτε φανεῖεν. Οὗτοι δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁμοίως λάμπουσιν, ἀστέρες γάρ εἰσι πνευματικοί, καὶ πρὸς αὐτὸ τὸ ἡλιακὸν ἁμιλλῶνται φῶς, μᾶλλον δὲ καὶ τοῦτο πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσιν. Εἰ γὰρ καὶ ταύτῃ τῇ εἰκόνι ἐχρήσατο ὁ δεσπότης Χριστὸς δεικνὺς τῶν δικαίων τὴν ἐν τῷ μέλλοντι αἰῶνι φαιδρότητα εἰπών· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος», οὐκ ἐπειδὴ τοσοῦτον λάμπουσιν μόνον ἀλλ᾽ ἐπειδὴ οὐκ ἦν ἕτερον αἰσθητὸν παράδειγμα εὑρεῖν τούτου φαιδρότερον, διὰ τοῦτο ταύτῃ τῇ εἰκόνι παρέβαλε τὴν τῶν δικαίων λῆξιν.

Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύσασθαι κατηξιώθησαν. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας. Ὅταν δὲ εἴπω τὸν Χριστόν, καὶ τὸν Πατέρα λέγω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ γὰρ αὐτὸς ὑπέσχετο λέγων· «Ἐάν τις ἀγαπᾷ με καὶ τὰς ἐντολάς μου τηρήσῃ, ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.» Ὁ τοιοῦτος λοιπὸν κἂν ἐν γῇ βαδίζῃ, ὡς ἐν οὐρανοῖς διατρίβων οὕτω διακείσεται, τὰ ἄνω φρονῶν, τὰ ἄνω φανταζόμενος, οὐκέτι δεδοικὼς τοῦ πονηροῦ δαίμονος τὰς ἐπιβουλάς.

Ὅταν γὰρ ἴδῃ τὴν τοσαύτην μεταβολὴν ὁ διάβολος καὶ ὅτι οἱ πρότερον ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντες εἰς τοσοῦτον ὕψος ἀνηνέχθησαν καὶ τοσαύτης ἠξιώθησαν φιλανθρωπίας παρὰ τοῦ δεσπότου, κατῃσχυμμένος ἄπεισιν οὐδὲ ἀντιβλέψαι τολμῶν· οὐδὲ γὰρ φέρει τὰς μαρμαρυγὰς τὰς ἐντεῦθεν ἀπαστραπτούσας, ἀλλ᾽ ὑπὸ τῆς αὐγῆς τοῦ φωτὸς τοῦ ἐντεῦθεν ἐκπεμπομένου ἀποτυφλωθεὶς τὰς ὄψεις ἄπεισι νῶτα δούς.

Ἀλλ᾽ ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε. Φιλάνθρωπος γὰρ ὢν ὁ δεσπότης ὁ ἡμέτερος, ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν εὐγνώμονας γενομένους καὶ πολλὴν τὴν φυλακὴν περὶ τὸ τῶν δωρεῶν μέγεθος ἐπιδειξαμένους, ἐπιδαψιλεύεται τὴν χάριν κἂν μικρόν τι εἰσενέγκωμεν μεγάλαις αὐτὸς ἡμᾶς φιλοτιμεῖται ταῖς δωρεαῖς.

Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος πρὸ τούτου διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προλαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Εἶδες εὐγνωμοσύνην; Εἶδες δι᾽ αὐτῶν τῶν πραγμάτων ἡμῖν δεικνύντα ὅτι καὶ τὰ πρότερα ἐξ ἀγνοίας ἔπραττεν; Εἶδες πῶς δι᾽ αὐτῆς τῆς πείρας τῶν πραγμάτων ἅπαντας ἡμᾶς ἐδίδαξεν ὅτι δικαίως ἠξιώθη τῆς ἄνωθεν φιλανθρωπίας καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ἐχειραγωγήθη.

Ὁ γὰρ ἀγαθὸς Θεός, ἐπειδὰν ἴδῃ τὴν ψυχὴν εὐγνώμονα μέν, δι᾽ ἄγνοιαν δὲ πλανωμένην, οὐ περιορᾷ οὐδὲ ἀφίησιν ἐπὶ πολὺ ἀπρονόητον ἀλλὰ τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται καὶ οὐδὲν παραλιμπάνει τῶν εἰς τὴν ἡμετέραν σωτηρίαν συντεινόντων, μόνον ἐὰν ἡμεῖς ἑαυτοὺς ἀξίους κατασκευάσωμεν τοῦ μετὰ δαψιλείας τὴν ἄνωθεν ἐπισπάσασθαι χάριν, καθάπερ καὶ ὁ μακάριος οὗτος· Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ᾽ αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ᾽ εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν· «Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον ὅτι ἐπιστολὰς δεξάμενος παρ᾽ αὐτῶν εἰς Δαμασκὸν ἐπορευόμην πρὸς τοὺς ἀρχιερεῖς ὥστε καὶ τοὺς ἐκεῖ ὄντας δεδεμένους ἀναγαγεῖν εἰς Ἱερουσαλήμ.» Εἶδες αὐτὸν καθάπερ λέοντα μεμηνότα καὶ πανταχοῦ περιτρέχοντα;

Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προβάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πιστεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰουδαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας. Εἶδες, ἀγαπητέ, ὅση ἡ μεταβολή; Εἶδες ὅση ἡ μετάστασις γέγονεν; Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ᾽ ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πίστιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον. Διὸ καὶ πλείονος ἠξιώθη τῆς ἄνωθεν ῥοπῆς. Ὅθεν καὶ γράφων ἔλεγε· «Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί».

Τοῦτον δή, παρακαλῶ, καὶ ὑμεῖς μιμήσασθε, οἱ τὸν τοῦ Χριστοῦ ζυγὸν νῦν ὑπελθεῖν καταξιωθέντες καὶ τῆς υἱοθεσίας ἀπολαύσαντες, καὶ τοσαύτην ἐκ προοιμίων εὐθέως ἐπιδείξασθε τὴν θερμότητα καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν ἵνα πλείονα ἐφελκύσησθε τὴν ἄνωθεν χάριν καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα φαιδρότερον ἀπεργάσησθε καὶ δαψιλοῦς ἀπολαύσητε τῆς εὐνοίας τῆς παρὰ τοῦ δεσπότου. Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ᾽ ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;

Ἠκούσατε γὰρ σήμερον τοῦ μακαρίου Παύλου τοῦ νυμφαγωγοῦ τῆς ἐκκλησίας γράφοντος καὶ λέγοντος· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»· οὐχ ἵνα περὶ τῆς αἰσθητῆς ταύτης κτίσεως νομίσωμεν εἶναι τὸ εἰρημένον, διὰ γὰρ τοῦτο προσέθηκεν· «εἴ τις ἐν Χριστῷ» διδάσκων ἡμᾶς ὅτι εἴ τις πρὸς τὴν εἰς τὸν Χριστὸν πίστιν μετετάξατο, καινὴν κτίσιν ἡμῖν ἐπιδείκνυσι. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον. Τοῦτο γὰρ καινὴν κτίσιν καὶ ὁ μακάριος οὗτος ὠνόμασε, διὸ καὶ ἐπήγαγεν εὐθέως· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες· διὰ τοῦτο ἔλεγεν· «εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά».

Πῶς γὰρ οὐ καινὰ καὶ παράδοξα ὅταν ὁ χθὲς καὶ πρώην περὶ τὴν τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐσχολακὼς ἀθρόον ἐγκράτειαν καὶ λιτότητα διαίτης ἀσπάζηται; Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ.

Εἶδες πῶς ὄντως καινὴ κτίσις ἐστὶ τὸ γεγενημένον; Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἐπεισελθοῦσα μετέπλασε καὶ μετερρύθμισε τὰς ψυχὰς καὶ ἄλλας ἀντ᾽ ἄλλων αὐτὰς εἰργάσατο, οὐ τὴν οὐσίαν μεταβαλοῦσα ἀλλὰ τὴν προαίρεσιν μετασκευάσασα καὶ τῶν ὀφθαλμῶν τῆς διανοίας τὸ κριτήριον οὐκ ἀφιεῖσα λοιπὸν ἐναντίαν περὶ τῶν πραγμάτων ἔχειν τὴν ὑπόληψιν, ἀλλὰ καθάπερ λήμην τινὰ τῶν ὀφθαλμῶν ἀποσκεδάσασα παρέσχεν ἀκριβῶς ὁρᾶν καὶ τῆς κακίας τὸ δυσειδὲς καὶ ἄμορφον καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐμορφίαν καὶ τὴν φαιδρότητα.

Εἶδες πῶς καθ᾽ ἑκάστην ἡμέραν καινὴν ἐργάζεται κτίσιν ὁ δεσπότης; Τίς γὰρ ἕτερος ἔπεισεν, εἰπέ μοι, τὸν πᾶσαν τὴν ζωὴν πολλάκις καταναλώσαντα εἰς τὰς τοῦ βίου ἡδυπαθείας καὶ λίθους προσκυνοῦντα καὶ ξύλα καὶ ταῦτα θεοὺς ἡγούμενον, ἀθρόον εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ὡς ἐκείνων μὲν ἁπάντων ὑπεριδεῖν καὶ καταγελᾶν καὶ τοὺς λίθους λίθους ὁρᾶν ὡσαύτως καὶ τὰ ξύλα ξύλα, τὸν δὲ τῶν ὅλων δημιουργὸν προσκυνεῖν καὶ τὴν εἰς αὐτὸν πίστιν τῶν ἐν τῷ παρόντι βίῳ πάντων προτιμᾶν.

Εἶδες πῶς ἡ εἰς τὸν Χριστὸν πίστις καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐπάνοδος καινὴ κτίσις λέγεται; Ἀκούωμεν τοίνυν, παρακαλῶ, καὶ οἱ πάλαι μεμυημένοι καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς δεσποτικῆς, τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά» καὶ τῶν προτέρων ἁπάντων ἐπιλαθόμενοι, ὥσπερ ἐν καινῇ πολιτευόμενοι ζωῇ οὕτω τὸν ἑαυτῶν βίον μεταρρυθμίσωμεν, καὶ ἐννοοῦντες τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὸ ἀξίωμα οὕτως ἅπαντα καὶ λέγωμεν καὶ πράττωμεν.

Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ᾽ ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.

Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθεστήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες, δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν. Καὶ ὃν τρόπον νῦν ἡ τῆς ἐσθῆτος ὑμῶν περιβολὴ καὶ τὸ φαιδρὸν τῶν ἱματίων πάντων ἐπισπᾶται τὰς ὄψεις, οὕτω καὶ εἰς τὸ διηνεκές, εἰ βουληθείητε, δυνήσεσθε τὴν φαιδρότητα τοῦ ἐνδύματος τοῦ βασιλικοῦ διατηροῦντες, ἀκριβέστερον ἢ νῦν διὰ τῆς κατὰ Θεὸν πολιτείας καὶ τῆς πολλῆς ἀκριβείας τοὺς ὁρῶντας ἅπαντας εἰς τὸν ὅμοιον ἐπισπάσεσθαι ζῆλον καὶ εἰς τὴν τοῦ δεσπότου δοξολογίαν.

Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶδες πῶς παραινεῖ λάμπειν τὸ φῶς τὸ ἐν ἡμῖν οὐ διὰ τῶν ἱματίων ἀλλὰ διὰ τῶν ἔργων; Εἰπὼν γάρ· «Λαμψάτω τὸ φῶς ὑμῶν», ἐπήγαγεν· «ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν.» Τοῦτο τὸ φῶς οὐ μέχρι τῶν σωματικῶν αἰσθήσεων ἵσταται, ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ὁρώντων καὶ τὴν διάνοιαν καταυγάζει καὶ τῆς κακίας τὸ σκότος διασκεδάσαν πρὸς τὴν ἔλλαμψιν τοῦ οἰκείου φωτὸς καὶ τὴν τῆς ἀρετῆς μίμησιν ἐπισπᾶται τοὺς ἐντυγχάνοντας. «Λαμψάτω, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.» Καὶ καλῶς εἶπεν «ἔμπροσθεν τῶν ἀνθρώπων».

Τοσοῦτον ὑμῶν ἔστω, φησί, τὸ φῶς ὥστε μὴ μόνον ὑμᾶς καταλάμπειν ἀλλὰ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων φαίνειν τῶν δεομένων τῆς τούτου χορηγίας. Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλάνης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυναμένους ἀκριβῶς ἰδεῖν τῆς ἀρετῆς τὴν ὁδὸν καταυγάζει καὶ τὴν λήμην τῶν ὀφθαλμῶν τῆς διανοίας ἀποκαθαίρει καὶ πρὸς τὴν εὐθεῖαν ἄγει καὶ ποιεῖ βαδίζειν λοιπὸν ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν. «Ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἡ ἀρετή, φησίν, ἡ ὑμετέρα καὶ ἡ περὶ τὴν πολιτείαν ἀκρίβεια καὶ ἡ τῶν καλῶν ἔργων κατόρθωσις εἰς δοξολογίαν διεγειρέτω τοὺς ὁρῶντας τοῦ κοινοῦ πάντων δεσπότου. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, σπουδαζέτω μετὰ τοσαύτης ἀκριβείας βιοῦν ἵνα παρὰ πάντων τῶν εἰς ὑμᾶς ὁρώντων ἡ εὐφημία εἰς τὸν δεσπότην ἀναφέρηται.