Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Η΄: Πρακτικές οδηγίες προσευχής και η προτεραιότητα των πνευματικών μεριμνών

Συμβουλές για την καθημερινή προσευχή, την πνευματική εγρήγορση και την προτεραιότητα της μέριμνας για την ψυχή με εμπιστοσύνη στη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 16

Ἐπειδὴ τοίνυν ἐν ταῖς παρελθούσαις ἡμέραις παρὰ τοὺς τάφους τῶν ἁγίων μαρτύρων συνεχῶς παραγινόμενοι πολλὴν ἐκεῖθεν τὴν εὐλογίαν ἐκαρπωσάμεθα καὶ δαψιλοῦς ἀπελαύσαμεν τῆς διδασκαλίας, μέλλει δὲ λοιπὸν ἡ τῶν συνάξεων συνέχεια διακόπτεσθαι, ἀναγκαίως ὑπομιμνῄσκω τὴν ὑμετέραν ἀγάπην ὥστε ἔναυλον ἔχειν τῆς τοσαύτης διδασκαλίας τὴν μνήμην καὶ τῶν βιωτικῶν ἁπάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά.

Καὶ μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὰς ὑπὸ τὸν ὄρθρον εὐχὰς καὶ ἐξομολογήσεις ἐνταῦθα παραγινομένους ἀποδιδόναι τῷ τῶν ὅλων Θεῷ καὶ εὐχαριστεῖν ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παρακαλεῖν πολλῆς ἀξιωθῆναι τῆς συμμαχίας πρὸς τὴν εἰς τὸ ἑξῆς φυλακήν· καὶ οὕτω μετὰ τὴν ἐντεῦθεν ἔξοδον μετὰ πάσης εὐλαβείας τῶν προσηκόντων ἕκαστον ἅπτεσθαι πραγμάτων. Καὶ ὁ μὲν πρὸς τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν ἐπειγέσθω, ὁ δὲ εἰς τὸν τῆς στρατείας κατάλογον σπευδέτω, ἕτερος περὶ τὰ πολιτικὰ πράγματα· ἕκαστος μέντοι μετὰ φόβου καὶ ἀγωνίας τοῖς πράγμασι προσίτω καὶ τὸν τῆς ἡμέρας καιρὸν οὕτω διανυέτω ὡς ὀφείλων περὶ τὸν τῆς ἑσπέρας καιρὸν πάλιν ἐνταῦθα παραγενέσθαι καὶ τῆς ἡμέρας ἁπάσης τὸν λόγον ἀποδοῦναι τῷ δεσπότῃ καὶ συγγνώμην αἰτῆσαι περὶ τῶν ἐπταισμένων. Οὐδὲ γὰρ οἷόν τε κἂν μυριάκις ἀσφαλισώμεθα μὴ πολλοῖς καὶ διαφόροις σφάλμασιν ὑπευθύνους ἡμᾶς καταστῆσαι· ἢ γὰρ ἀκαίρως τι ἐφθεγξάμεθα, ἢ ματαίαν ἀκοὴν παρεδεξάμεθα, ἢ λογισμὸν ἀπρεπῆ κατὰ τὴν διάνοιαν ἐκινήσαμεν, ἢ προπετῶς εἴδομεν, ἢ μάτην καὶ εἰκῇ τὸν καιρὸν ἀναλώσαμεν καὶ εἰς οὐδὲν δέον.

Καὶ διὰ τοῦτο προσήκει ἡμᾶς καθ᾽ ἑκάστην ἑσπέραν ὑπὲρ τούτων ἁπάντων τὴν συγγνώμην αἰτεῖν παρὰ τοῦ δεσπότου καὶ ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταφεύγειν καὶ παρακαλεῖν. Καὶ τῆς νυκτὸς τὸν καιρὸν μετὰ νήψεως ἡμᾶς διαγαγόντας, οὕτω πάλιν ἐπὶ τὴν ὑπὸ τὸν ὄρθρον ἐξομολόγησιν ἀπαντᾶν ἵν᾽ οὕτως ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ βίον οἰκονομῶν, καὶ τοῦ παρόντος βίου τὸ πέλαγος ἀκινδύνως διαδραμεῖν δυνηθῇ καὶ τῆς παρὰ τοῦ δεσπότου φιλανθρωπίας ἀξιωθῆναι. Καὶ ἐπειδὰν καιρὸς συνάξεως καλῇ, πάντων προτιμάσθω τὰ πνευματικὰ καὶ ἡ ἐνταῦθα συνέλευσις, ἵνα καὶ τὰ ἐν χερσὶν ἡμῖν μετὰ ἀσφαλείας οἰκονομῆται.

Ἐὰν γὰρ ταῦτα ἡμῖν ᾗ προηγούμενα, ἐν ἐκείνοις οὐδένα ἕξομεν πόνον, τοῦ φιλανθρώπου Θεοῦ πολλὴν ἡμῖν τὴν εὐμάρειαν ἐν αὐτοῖς παρέχοντος· ἐὰν δὲ τῶν πνευματικῶν ἀμελοῦντες περὶ ἐκεῖνα μόνα σπουδάζωμεν καὶ τῆς ψυχῆς οὐδένα ποιούμενοι λόγον περὶ τὰ βιωτικὰ διηνεκῶς στρεφώμεθα, καὶ τούτων ὑπομενοῦμεν τὴν ζημίαν καὶ ἐν ἐκείνοις οὐδὲν πλέον ἕξομεν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, παρακαλῶ, ἀλλ᾽ εἰδότες τοῦ δεσπότου τοῦ ἡμετέρου τὴν ἀγαθότητα αὐτῷ πάντα παραχωρῶμεν καὶ μὴ κατατείνωμεν ἑαυτοὺς ταῖς βιωτικαῖς φροντίσιν. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγῶν διὰ τὴν οἰκείαν φιλανθρωπίαν, πολλῷ μᾶλλον τὴν λοιπὴν ἅπασαν ἡμῖν παρέξει πρόνοιαν· «Οἶδε γάρ, φησίν, ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.» Διά τοι τοῦτο βούλεται ἡμᾶς πάσης τοιαύτης ἀπηλλάχθαι φροντίδος καὶ περὶ τὰ πνευματικὰ ἅπασαν ἔχειν τὴν σχολήν. Ζήτει γὰρ σύ, φησί, τὰ πνευματικὰ κἀγώ σοι μετὰ δαψιλείας παρέξω πάντα τὰ σωματικά. Ἐντεῦθεν καὶ οἱ δίκαιοι πάντες εὐδοκίμησαν. Ἀπὸ γὰρ τῆς τούτων ἀρετῆς καὶ ὁ λόγος ἡμῖν οὗτος εἰς μέσον ἤχθη· ἐλέγομεν γὰρ ὅτι αἰσθητῶν ἐπαγγελίαν ἐκεῖνοι δεξάμενοι πραγμάτων τὰ νοητὰ ἐπεζήτουν· ἡμεῖς δὲ ἀπεναντίας ἐκείνοις πράττομεν καὶ νοητῶν ἐπαγγελίαν ἔχοντες περὶ τὰ αἰσθητὰ κεχήναμεν.

Διά τοι τοῦτο, παρακαλῶ, κἂν νῦν γοῦν ἡμεῖς οἱ ἐν τῇ χάριτι, ἐκείνους μιμησώμεθα τοὺς οἴκοθεν καὶ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας πρὸς τοσοῦτον ἀρετῆς ὕψος φθάσαι δυνηθέντας, καὶ πᾶσαν τὴν σπουδὴν μεταθῶμεν ἐπὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἐναλλάξωμεν ἡμῶν τὰς φροντίδας καὶ καταμερίσωμεν τὴν μέριμναν καὶ τῆς μὲν ψυχῆς αὐτοὶ τὴν ἐπιμέλειαν ἀναδεξώμεθα, ἐπειδὴ τοῦτό ἐστι τὸ κυριώτερον ἐν ἡμῖν· τοῦ δὲ σώματος ἅπασαν τὴν φροντίδα καὶ τὴν μέριμναν τῷ κοινῷ πάντων δεσπότῃ παραχωρῶμεν.

Καὶ τοῦτο γὰρ τῆς αὐτοῦ σοφίας καὶ τῆς ἀφάτου φιλανθρωπίας τεκμήριον μέγιστον ὅτι τοῦ μείζονος ἐν ἡμῖν, τῆς ψυχῆς λέγω, τὴν ἐπιμέλειαν ἡμῖν ἐνεχείρισε διδάσκων ἡμᾶς δι᾽ αὐτῶν τῶν πραγμάτων ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο καὶ ἐφ᾽ ἡμῖν εἶναι κατέλιπε καὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ καὶ τὸ τὴν ἀρετὴν ἑλέσθαι καὶ τὸ πρὸς τὴν κακίαν αὐτομολῆσαι· τῶν δὲ σωματικῶν ἁπάντων αὐτὸς ὑπέσχετο τὴν πρόνοιαν παρέξειν, ἐντρέψαι βουλόμενος καὶ διὰ τούτου τὴν ἀνθρωπείαν φύσιν ὥστε μὴ τῇ οἰκείᾳ πεποιθέναι δυνάμει μηδὲ νομίζειν δύνασθαί τι συνεισφέρειν πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν.

Διὰ δὴ τοῦτο ἡμᾶς τοὺς λόγῳ τετιμημένους καὶ τοσαύτης ἀξιωθέντας προσεδρείας ἐπὶ τὴν τῶν ἀλόγων μίμησιν παρορμᾷ καί φησιν· «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», ὡσεὶ ἔλεγεν· Εἰ τῶν ἀλόγων τῶν πετεινῶν τοσαύτην ποιοῦμαι φροντίδα ὡς ἄσπαρτα καὶ ἀνήροτα αὐτοῖς ἅπαντα παρέχειν, πολλῷ μᾶλλον ὑμῶν τῶν λογικῶν πλείονα ποιήσομαι τὴν ἐπιμέλειαν, εἰ τὰ πνευματικὰ τῶν σαρκικῶν προτιμῆσαι ἕλοισθε. Εἰ γὰρ καὶ ταῦτα δι᾽ ὑμᾶς παρήγαγον καὶ τὴν κτίσιν ἅπασαν, ἐγὼ δὲ καὶ τούτων τοσαύτην ποιοῦμαι τὴν πρόνοιαν, πόσης οὐκ ἂν ὑμᾶς ἀξιώσω τῆς κηδεμονίας δι᾽ οὓς καὶ ταῦτα ἅπαντα παρήχθη.

Θαρρῶμεν τοίνυν, παρακαλῶ, τῇ τοῦ Θεοῦ ὑποσχέσει καὶ ὅλην ἡμῶν τὴν διάνοιαν τείνωμεν περὶ τὸν τῶν πνευματικῶν πόθον καὶ δεύτερα πάντα ἡγώμεθα τῆς τῶν μελλόντων ἀπολαύσεως, ἵνα καὶ τῶν παρόντων μετὰ δαψιλείας ἐπιτύχωμεν καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν καὶ τῆς ἐν τῇ γεέννῃ τιμωρίας ἐλευθερωθῆναι. Μή μοι πάλιν εἰς ῥᾳθυμίαν καὶ ἀνονήτους διατριβὰς καὶ εἰς διεφθαρμένους συλλόγους καὶ εἰς συμπόσια καὶ μέθην καθημερινὴν ἅπας τῆς ἡμέρας ὁ καιρὸς καταναλισκέσθω, μὴ τὰ καλῶς συλλεγέντα διὰ τῆς μετὰ ταῦτα ἀμελείας διαρρυῆναι ποιήσωμεν ἀλλὰ μετὰ ἀσφαλείας κατέχωμεν τὰ δωρηθέντα ἡμῖν ἅπαντα παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.

Καὶ μάλιστα ὑμεῖς οἱ νεωστὶ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν ὑποδεξάμενοι, καθ᾽ ἑκάστην ἡμέραν, παρακαλῶ, ὑμῶν περισκοπεῖτε τοῦ ἐνδύματος τὴν φαιδρότητα ὥστε μηδαμοῦ σπίλον ἢ ῥυτίδα δέξασθαι, μὴ διὰ λόγων ἀκαίρων, μὴ δι᾽ ἀκοῆς ματαίας, μὴ διὰ λογισμῶν πονηρῶν, μὴ δι᾽ ὀφθαλμῶν ἁπλῶς καὶ εἰκῇ τοῖς προστυγχάνουσιν ἐπιπηδώντων. Πανταχόθεν τοίνυν ἑαυτοὺς ἅπαντας τειχίζωμεν τῇ διηνεκεῖ μνήμῃ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἵνα ἐν φαιδρότητι διαμείναντες καὶ τὸ τῆς ἀφθαρσίας ἔνδυμα ἄσπιλον καὶ ἀκηλίδωτον διαφυλάξαντες τῶν ἀπορρήτων ἐκείνων ἀξιωθῶμεν δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.