Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Β΄: Θεία φιλανθρωπία, εξορκισμοί και ο ρόλος των αναδόχων

Ανάλυση του μεγέθους της δωρεάς του Θεού, ο σκοπός των προβαπτισματικών ιεροπραξιών και η πνευματική ευθύνη των αναδόχων για την καθοδήγηση των νεοφωτίστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 16

ΛΟΓΟΣ Βʹ ☩Τοῦ αὐτοῦ ἀκολουθία πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ σαφὴς ἀπόδειξις τῶν συμβολικῶς τε καὶ τυπικῶς ἐν τῷ θείῳ βαπτίσματι τελουμένων. Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας.

Ἐννόησον γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν. Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ᾽ ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;

Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν. Ἐπὶ δὲ τοῦ δεσπότου τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι ἡμᾶς τῶν πόνων καὶ ἐπιδείξασθαι τὰ παρ᾽ ἑαυτῶν, προλαμβάνων τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπισπάσηται ἡμᾶς πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν.

Οὕτως οὖν ἄνωθεν καὶ ἐξ ἀρχῆς εὐεργετῶν διετέλεσε τὸ τῶν ἀνθρώπων γένος. Ὁμοῦ γὰρ ἐδημιούργησε τὸν πρωτόπλαστον καὶ εὐθέως καὶ ἐκ προοιμίων τῷ παραδείσῳ τοῦτον ἐγκατῴκισε καὶ τὸν ἀταλαίπωρον αὐτῷ βίον ἐκεῖνον ἐδωρήσατο, πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν πλὴν ἑνὸς ξύλου παρασχών. Ἀλλ᾽ ὑπὸ ἀκρασίας ἐκεῖνος ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατεπάτησε τὴν δοθεῖσαν ἐντολὴν καὶ ὕβρισεν εἰς τὴν τοσαύτην τιμήν.

Ἀλλ᾽ ὅρα καὶ ἐνταῦθα τὸ μέγεθος τῆς φιλανθρωπίας. Δέον γὰρ τὸν οὕτως ἀγνώμονα περὶ τὰς προλαβούσας εὐεργεσίας γεγενημένον μηκέτι συγγνώμης τινὸς ἀξιῶσαι ἀλλ᾽ ἔξω τῆς αὐτοῦ προνοίας τοῦτον καταστῆσαι· οὐ μόνον τοῦτο οὐκ ἐποίησεν ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἄτακτον ἔχων, ὑπὸ τῆς φυσικῆς φιλοστοργίας κινούμενος, οὐ πρὸς τὸ πλημμέλημα τὰς ἐπιτιμήσεις ἐπάγει οὐδ᾽ αὖ πάλιν πάντη αὐτὸν ἀνίησιν ἀλλὰ σωφρονίζει μετρίως ὥστε μὴ εἰς πλείονα κακίαν ἐξοκεῖλαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρόνημα ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων πρὸς αὐτόν· Ἡ ἄνεσις ἡ πολλὴ καὶ ἡ ἄδεια εἰς τοσαύτην σε παρακοὴν ἤγαγε καὶ ἐποίησεν ἐπιλαθέσθαι τῶν ἐμῶν ἐντολῶν, καὶ τὸ μηδὲν ἔχειν ποιεῖν παρεσκεύασέ σε πλέον τι τῆς οἰκείας φύσεως ἐννοῆσαι, «πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία», διὰ τοῦτο πόνῳ σε καὶ ταλαιπωρίᾳ καταδικάζω ἵνα τὴν γῆν ἐργαζόμενος ὑπόμνησιν ἔχῃς διηνεκῆ καὶ τῆς παρακοῆς καὶ τῆς εὐτελείας τῆς οἰκείας φύσεως. Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω· «Γῆ γὰρ εἶ φησι καὶ εἰς γῆν ἀπελεύσῃ.»

Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα καθ᾽ ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν δι᾽ ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν. Ὅταν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ αἰσθανώμεθα ὃν χρὴ τρόπον τῆς εὐεργεσίας, ἐπειδὰν ἐν στερήσει αὐτῶν γενώμεθα, τότε πλείονα τὴν αἴσθησιν λαμβάνοντες ἐκ τῆς ἀφαιρέσεως μείζονα καὶ τὴν ὀδύνην ὑπομένομεν.

Ὃ δὴ καὶ ἐπὶ τοῦ πρωτοπλάστου τότε γέγονεν. Ἀλλ᾽ ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκόπησον τί μὲν ὁ διάβολος ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσασθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν περὶ αὐτὸν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Ἐκεῖνος γὰρ ὁ πονηρὸς δαίμων φθονήσας αὐτῷ τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τῶν ἐν χερσὶν ἐξέβαλεν· ἰσοθεΐαν γὰρ αὐτὸν φαντασθῆναι παρασκευάσας εἰς τὸ ἐπιτίμιον τοῦ θανάτου ἤγαγε. Τοιαῦτα γὰρ αὐτοῦ τὰ δελεάσματα καὶ οὐ μόνον τῶν ἐν χερσὶν ἡμᾶς ἀγαθῶν ἐκβάλλει ἀλλὰ καὶ εἰς μείζονα κρημνὸν ἐμβάλλειν ἐπιχειρεῖ. Ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν ἐδωρήσατο. Σκόπει γάρ· ἐξέβαλεν αὐτὸν ἐκεῖνος τοῦ παραδείσου, εἰσήγαγεν ὁ δεσπότης εἰς τὸν οὐρανόν· μείζων τῆς ζημίας ἡ ἐμπορία.

Ἀλλ᾽ ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ᾽ αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν; Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται.» Ὁ γὰρ περὶ τὰ ἤδη δοθέντα ἄξιον ἑαυτὸν ἀπεργαζόμενος δίκαιος ἂν εἴη καὶ μειζόνων ἀπολαῦσαι.

Πάντες τοίνυν ὅσοι κατηξιώθητε ἐγγραφῆναι τῇ ἐπουρανίῳ ταύτῃ βίβλῳ, δαψιλῆ τὴν πίστιν εἰσενέγκατε καὶ ἐρρωμένον τὸν λογισμόν. Πίστεως γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον προσέχειν ἀλλ᾽ ἀπὸ τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα.

Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως ὀφθαλμοί· καθάπερ γὰρ οἱ τοῦ σώματος ἐκεῖνα μόνα ὁρᾶν δύνανται τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, οὕτω καὶ οἱ τῆς πίστεως ἀπεναντίας ἐκείνοις. Οὐδὲν γὰρ τῶν ὁρωμένων βλέπουσιν ἀλλὰ τὰ μὴ βλεπόμενα ὡς πρὸ τῶν ὀφθαλμῶν κείμενα οὕτως ὁρῶσι. Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν. «Ἔστι γάρ, φησί, πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.» Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι; Ἵν᾽ ὅταν ἴδῃς τῶν ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος τὰ τελούμενα ἀλλ᾽ ἡ τοῦ Πνεύματος χάρις ἐστὶν ἡ καὶ τῶν ὑδάτων τὴν φύσιν ἁγιάζουσα καὶ μετὰ τῆς χειρὸς τοῦ ἱερέως ἐφαπτομένη σου τῆς κεφαλῆς. Οὐ καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύωμεν;

Καὶ γὰρ τάφος ἐστὶ καὶ ἀνάστασις τὸ βάπτισμα· «Συνθάπτεται γὰρ ὁ παλαιὸς ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ ἀνίσταται ὁ νέος ὁ ἀνακαινούμενος κατ᾽ εἰκόνα τοῦ κτίσαντος.» Ἀποδυόμεθα καὶ ἐνδυόμεθα· ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμάτιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον. Τί δὲ λέγω; Αὐτὸν τὸν Χριστὸν ἐνδυόμεθα· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἀλλ᾽ ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ᾽ ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι οὕτως ἐντεῦθεν ἀναχωρήσητε. Δεῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος ἕνεκεν μετὰ τὴν διδασκαλίαν τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων ὑμᾶς φωνὰς παραπέμπομεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ᾽ ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ᾽ ἡμῶν νουθεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθάπερ οἰκίαν τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατασκευάζοντες.

Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι. Μετὰ τούτου δὲ καὶ αὐτὸ τὸ γινόμενον πολλὴν εὐλάβειαν ἐντίθησι τῇ ψυχῇ καὶ εἰς πολλὴν αὐτὴν ἄγει κατάνυξιν.

Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον ὅτι πᾶσα ἀνωμαλία καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται· κἂν γὰρ ἐν ἀξιώματι κοσμικῷ τις τυγχάνῃ, κἂν ἐν τῇ τοῦ πλούτου περιφανείᾳ, κἂν ἐπ᾽ εὐγενείᾳ μέγα φρονῇ καὶ ἐν τῇ δόξῃ τοῦ παρόντος βίου, ἕστηκε καὶ αὐτὸς ὁμοίως τῷ προσαίτῃ καὶ τῷ τὰ ῥάκια περιβεβλημένῳ, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένῳ καὶ τὸ σκέλος πεπηρωμένῳ, καὶ οὐ δυσχεραίνει τοῖς γινομένοις· οἶδε γὰρ ὅτι ἐν τοῖς πνευματικοῖς πάντα ταῦτα ἀπελήλαται καὶ ψυχῆς εὐγνωμοσύνη μόνον ζητεῖται.

Καὶ αἱ μὲν φωναὶ καὶ αἱ ἐπικλήσεις ἐκεῖναι φοβεραὶ καὶ θαυμασταὶ τοσοῦτον ἔχουσαι τὸ κέρδος· τὸ δὲ σχῆμα τῆς τῶν ποδῶν γυμνότητος καὶ τῆς τῶν χειρῶν ἐκτάσεως ἕτερόν τι ἡμῖν ἐνδείκνυται. Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην τὴν σωματικὴν ὑπομένοντες καὶ διὰ τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς, οὕτω καὶ οὗτοι αἰχμάλωτοι γενόμενοι ὑπὸ τοῦ διαβόλου, ἐπειδὴ μέλλουσιν ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον διὰ τοῦ σχήματος ὑπομιμνήσκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν᾽ εἰδέναι ἔχωσι τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐγνωμοσύνης.

Βούλεσθε καὶ πρὸς τοὺς ἀναδεχομένους ὑμᾶς μεταγάγωμεν τὸν λόγον, ἵνα εἰδέναι ἔχωσι κἀκεῖνοι οἵων μὲν ἀξιοῦνται τῶν ἀμοιβῶν εἰ πολλὴν σπουδὴν περὶ ὑμᾶς ἐπιδείξαντο, οἵα δὲ αὐτοῖς κατάγνωσις ἕπεται ῥᾳθυμήσασιν. Ἐννόησόν μοι, ἀγαπητέ, τοὺς ἐπὶ χρήμασί τινας ἀναδεχομένους ὅπως μᾶλλον τοῦ ὑπευθύνου καὶ τὰ χρήματα δεχομένου ἐκεῖνοι πλείονα ὑφίστανται τὸν ἀγῶνα. Ἄν τε γὰρ εὐγνώμων φανῇ ὁ δανεισάμενος τῷ ἀναδεχομένῳ ἐπεκούφισε τὸ φορτίον, ἄν τε πάλιν ἀγνώμων γένηται ἐκείνῳ πλείονα τὸν κρημνὸν κατεσκεύασε.

Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Ἐὰν ἐγγυήσῃ ὡς ἀποτίσων φρόντιζε.» Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.

Καὶ μὴ νομιζέτωσαν τὸ τυχὸν εἶναι τὸ γινόμενον ἀλλ᾽ εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν αὐτῶν πολλὴ αὐτοῖς κείσεται ἡ κατάγνωσις. Διὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι᾽ αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυσθαι.

Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν. Ἐμάθετε καὶ οἱ ἀναδεχόμενοι ὡς οὐ μικρὸς ὑμῖν ἐπήρτηται κίνδυνος ῥᾳθυμήσασι.