ἀλλ᾽ οὐκ ἐβουλόμην στοχάζεσθαι καὶ νομίζειν, ἀλλ᾽ εἰδέναι σαφῶς· καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον. ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην. ἔδειξα ἂν ἔνδον οὐ πρόβατον ἄμωμον ἐσφαγιασμένον, ἀλλὰ τὸν ἀμνὸν τοῦ θεοῦ τεθυμένον, θυσίαν μυστικήν, ἣν καὶ αὐτοὶ τρέμουσιν οἱ ἄγγελοι βλέποντες. ἔδειξα ἂν ὑμῖν οὐ τὸν Ἀαρὼν εἰσιόντα μετὰ χρυσῆς στολῆς, ἀλλὰ τὸν μονογενῆ εἰσιόντα, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἔχοντα, αὐτῷ δεικνύντα τῷ πατρὶ τοῦ κατορθώματος τὸ μέγεθος· “οὐ γὰρ εἰς χειροποίητα”, φησίν, “ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ”. ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον. ἄκουσον γοῦν, οἷόν ἐστι τοῦτο τὸ καταπέτασμα, ἵνα μάθῃς οἷα μὲν ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, οἷα δὲ ταῦτα. “