Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ο πνευματικός χειμώνας των Ιουδαίων και η μαρτυρία των έργων του Χριστού

Ερμηνευτική προσέγγιση του ευαγγελικού χωρίου, όπου ο χειμώνας ταυτίζεται με την πώρωση των απίστων, και στηλίτευση της υποκριτικής απαίτησής τους για λεκτική επιβεβαίωση της μεσσιανικής ιδιότητας παρά τα καταφανή θαύματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Πολλοὶ γὰρ καὶ κυκλοῦντες Ἰησοῦν μακρύνονται· καὶ οἱ μακρὰν ἀπέχοντες ἐγγὺς τῆς χάριτος εὑρίσκονται. Τοῦτο γὰρ καὶ ἡ θεία γραφὴ μαρτυρεῖ λέγουσα ὅτι «Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀναπαύσονται εἰς τὸν κόλπον Ἀβραάμ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον.» Διὰ τοῦτο σήμερον ὁ μακάριος Ἰωάννης ἐβόα λέγων· «Ἐγένετο τότε τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν.» «Τότε.» Πότε; Ὅτε οἱ Ἰουδαῖοι ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον· ὅτε τὴν ζωὴν ψηλαφῶντες πρὸς θάνατον ὥδευον. «Τότε.» Πότε; Ὅτε τὴν εἰρήνην ἔχοντες πρὸς θάνατον ὠξύνοντο· ὅτε θεότητος ἀπολαύοντες τὸν διάβολον ἐνεδύσαντο.

Ἐγένετο οὖν τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, οὐ σωματικός, ἀλλὰ ψυχικός· χειμών, οὐκ ἀπὸ τῶν ἀνέμων, ἀλλ’ ἀπὸ τῶν δαιμόνων· χειμών, οὐκ ἀπὸ καιροῦ, ἀλλ’ ἀπὸ τοῦ διαβόλου· χειμών, οὐκ ἀπὸ τῆς τοῦ καιροῦ τροπῆς, [μᾶλλον] ἀλλ’ ἀπὸ τῆς ψυχικῆς ταραχῆς. Ἀεὶ γὰρ οἱ ἐκ περιτομῆς ἐπὶ τῆς παρουσίας τῶν ἀγαθῶν ὑπὸ τοῦ διαβόλου ταράττονται. Ὅτε οὖν ἦλθον ἀπὸ τῆς ἀνατολῆς μάγοι τὸν Χριστὸν εὐαγγελιζόμενοι καὶ λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν», τότε φησὶν ἡ γραφή· «Ἐταράχθη Ἡρῴδης, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ.» Οὕτω καὶ νῦν ἑορτὴν ἐν χειμῶνι τελοῦσι τὸν κυβερνήτην τοῦ γένους τῶν ἀνθρώπων ἀθετήσαντες.

Χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ στοᾷ Σολομῶντος. Ἰησοῦς ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ περιπατῶν ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης· καὶ ὁ προφήτης ἔλεγε πρὸς αὐτόν· «Κύριε, ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἔτη σου οὐ γνωσθήσονται.» Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι. Ἐκύκλωσαν οὐ πιστεύοντες, ἀλλὰ πειράζοντες ἐκύκλωσαν. Τοῦτο καὶ αὐτὸς ὁ προφήτης ἔλεγε<ν>· «Περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με.» Καὶ πάλιν· «Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.» Ἐκύκλωσαν οὖν αὐτὸν καὶ ἔλεγον· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;» Ἀποροῦσι πρὸς τὴν τῶν θαυμάτων ἐξουσίαν· ἀμφιβάλλουσι πρὸς τὴν τῆς θεότητος οἰκονομίαν· οὐκ ὀξυδορκοῦσι πρὸς τὴν τῶν γινομένων θαυματουργίαν. «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Οὐκ ἔχομεν, πόθεν σε δοκιμάσομεν. Ἐνεργεῖς θαύματα, ἀλλ’ ὑπομένεις ταπεινά. Ὅταν πεινῶντά σε βλέπωμεν, σκανδαλιζόμεθα· ὅταν ἐκ πέντε ἄρτων πεντακισχιλίους ἴδωμέν σε τρέφοντα, καταπληττόμεθα. Βλέπομέν σε πιεῖν αἰτοῦντα παρὰ γυναικὸς Σαμαρείτιδος, καὶ καταπίπτομεν. Ὅταν σου πάλιν ὡς ἀνδρὸς ψιλοῦ καταφρονήσωμεν, βλέπομέν σε διὰ πηλοῦ ὀφθαλμοὺς χαριζόμενον ἐκ γενετῆς τυφλῷ· καὶ τὸν τοῦ παραδείσου κεραμέα φανταζόμεθα. Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;

Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.» Ὢ τῆς πολλῆς ἀγνωμοσύνης. Οὐκ ἤρκεσεν ὑμῖν ἄνωθεν ὁ πατὴρ ἐκ τῶν οὐρανῶν ἐπ’ ὄψεσιν ὑμῶν πάντων εἰπών· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.» Οὐκ ἐπληροφόρησεν ὑμᾶς ὁ ἀρχάγγελος Γαβριὴλ παραγενόμενος πρὸς ὑμᾶς καὶ πρὸς τὴν ὑμετέραν παρθένον εἰπών· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Οὐ πρώην συνηγάγετε τοὺς γραμματεῖς ὑμῶν καὶ τοὺς φαρισαίους λέγοντες· «Ποῦ ὁ Χριστὸς γεννᾶται;» Κἀκεῖνοι φανερῶς διὰ τοῦ προφήτου γεγράφθαι <ἔ>λεγον· «Καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐ[υ]φρα[ν]θά, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος;» Οὐκ ἐπληροφόρησεν ὑμᾶς ἡ τῶν τυφλῶν ἀνάβλεψις, ἡ τῶν κωφῶν ἀκρόασις, ἡ τῶν νεκρῶν ἀνάστασις, ἡ τῶν μογ[γ]ιλάλων τράνωσις; Καὶ μετὰ ταῦτα Ἡσαΐας ὁ προφήτης λέγων· «Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς»;

Εἶτα καὶ τὸν καιρὸν σαφῶς διαγράφων ἔλεγε<ν>· «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογ[γ]ιλάλων.» Διὰ τοῦτο καὶ πάλιν ἐπήγαγε <ὁ Ἰησοῦς> λέγων· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετέ μοι. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ.» Τούτοις τοῖς ἔργοις οὐ πιστεύουσιν, καὶ λόγους ἐπιζητοῦσιν;