Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὁμιλία λεχθεῖσα παρουσίᾳ τοῦ βασιλέως

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η παρουσία του αυτοκράτορα και η δόξα των μαρτύρων

Εισαγωγικές αναφορές στην παρουσία του αυτοκράτορα στο μαρτύριο του αποστόλου Θωμά, εγκώμιο της ταπεινοφροσύνης του και σύγκριση της επίγειας δόξας με το οράνιο μεγαλείο των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Γʹ. Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ Δρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος.

αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην.

Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ᾽ ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. Διά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδειξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί. Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη· εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα; Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος. Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπονον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων.