Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὁμιλία μετὰ τὴν τοῦ Γότθου πρεσβυτέρου ὁμιλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία συγκατάβαση και η φθορά ως παιδαγωγία κατά της αλαζονείας

Η ταπεινή έλευση του Χριστού για τη σωτηρία του πεπτωκότος κόσμου και η θεώρηση του θανάτου ως ιαματικού φαρμάκου απέναντι στην ανθρώπινη υπερηφάνεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Μὴ τοίνυν αἰσχύνην νομίζωμεν τὸ βαρβάρους ἐντῇ Ἐκκλησίᾳ εἶναι, ἀλλὰ καὶ πολὺν κόσμον· καὶ γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παραγενόμενος εἰς τὴν οἰκουμένην, βαρβάρους πρώτους ἐκάλεσεν. Ἐπειδὴ γὰρ ἐτέχθη καὶ ἐπὶ τῆς φάτνης ἐτέθη, καὶ μάγοι ἐλθόντες ἀπὸ Περσίδος αὐτὸν προσεκύνουν· ὢ καινῶν καὶ παραδόξων πραγμάτων! βασιλέως μὲν εἰς πόλιν εἰσιέναι μέλλοντος, παραπετάσματα καὶ λαμπάδες, καὶ οἱ ἐν ἀξιώμασι καὶ οἱ ἐν δυναστείαις ἀπαντῶσιν ἅπαντες μετὰ φαιδροῦ τοῦ σχήματος, καὶ αὐλοὶ καὶ σύριγγες καὶ κιθάραι, καὶ πᾶν μουσικῆς γένος, καὶ ἐσθήματα λαμπρὰ καὶ στεφανώματα, καὶ πολλὴ ἡ περιφάνεια· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν εἰσιέναι μέλλοντος εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη, μήτηρ εὐτελὴς τὸ φαινόμενον, καὶ πτωχεία πολλὴ καὶ πενίας ἐπίτασις.

Καίτοι γε, εἴπερ ἐβούλετο, ἠδύνατο παραγενέσθαι τὸν οὐρανὸν σείων, τὴν γῆν σαλεύων, ἀστραπὰς ἀφιεὶς, καὶ τί λέγω ταῦτα; γυμνὴν μόνην εἰ ἔδειξε τὴν θεότητα, τοῦτο πόσης λαμπρότητος καὶ φαιδρότητος μεῖζον οὐκ ἂν ἦν; Ἀλλ᾽ οὐκ ἐποίησεν οὕτως· οὐ γὰρ ἀπολέσαι, ἀλλὰ σῶσαι ἐβούλετο, οὐκ ἐκπλῆξαι, ἀλλὰ διορθῶσαι, καὶ ἐκ προοιμίων τὸν τῦφον καταπατῆσαι τὸν ἀνθρώπινον καὶ τὴν ἀπόνοιαν κατενεγκεῖν, Διὰ δὴ τοῦτο οὐκ ἄνθρωπος γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος. Ποία γὰρ, εἰπέ μοι, γυνὴ, κἂν ἁπάντων ἀνθρώπων πτωχοτέρα ᾖ, κἂν αὐτοπροσαῖτις, οὐκ ἔχει κλίνην ὥστε τὸ τεχθὲν παιδίον κατακλῖναι;

Ἀλλ᾽ αὐτὸς οὐδὲ ἐν κλίνῃ κατεκλίνετο, ἀλλ᾽ ἐν φάτνῃ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ἐν καλύβῃ καὶ οὐκ ἐν καταλύματι. Τοιαῦτα τῆς εἰσόδου αὐτοῦ τὰ προοίμια, οὕτω λαμπρὰ καὶ περιφανῆ· εἴσοδον δὲ ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ᾽ οἰκονομίας συγκατάβασιν.

γʹ. Καὶ γὰρ ὁ Παῦλος ὅταν λέγῃ, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τὴν οἰκονομίαν ἡμῖν ἀπαγγέλλει· ὁ γὰρ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, ποῦ ἂν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκονομίας φανέρωσιν οὕτως ἐκάλεσεν. Εἰσιὼν τοίνυν εἰς τὴν οἰκουμένην, μετὰ ταπεινοῦ τοῦ σχήματος εἰσῄει, τὸν τῦφον καταπατῶν, τὴν ἀπόνοιαν καταστέλλων, μετριάζειν ἅπαντας πείθων, μὴ ἀτιμάζειν πενίαν μήτε ἐξευτελίζειν πτωχείαν, μὴ κεχηνέναι πρὸς πλοῦτον, μὴ μέγα νομίζειν εἶναι τὴν φαντασίαν τὴν ἀνθρωπίνην, ἀλλὰ σκιᾶς ἀδρανεστέραν, καὶ φύλλων εὐτελεστέραν, [καὶ] ὀνειράτων ἀπατηλοτέραν. Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος.

Ἐπειδὴ γὰρ τὰ τῆς οἰκουμένης ἅπαντα κακῶς διέκειτο, καὶ ἀσέβεια πανταχοῦ ἐκράτει, καὶ κνῖσσα καὶ καπνὸς, καὶ οὔτε νόμος ἴσχυεν, οὔτε προφῆται διώρθωσαν, οὐ παραινέσεις ὠφέλησαν, οὐ θαύματα, οὐ κόλασις, οὐ τιμωρίαι, καὶ ἡ γῆ δὲ ἀνθρωπίνοις αἵμασιν ἐμολύνετο, καὶ ἡ φύσις αὐτὴ ἠγνοεῖτο· Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις· θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο· Τὸ γὰρ ὄνομά μου δι᾽ ὑμᾶς βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι· καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ᾽ ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα· πῶς γὰρ, τῶν μὲν προφητῶν κατηγορούντων, τῶν δὲ ἀγγέλων τῶν καθ᾽ ἕκαστον ἔθνος ἐπιστατούντων ἐγκαλυπτομένων;

τὸν δημιουργὸν τοῦ παντὸς ὁ καιρὸς ἐκάλει λοιπὸν, αὐτὸν τὸν πλάστην τὸν καὶ ἐξ ἀρχῆς τὸ γένος ἡμῶν ποιήσαντα.

Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο· ἥλατο ἐκ τῶν θρόνων τῶν πατρικῶν, καὶ εἰς τὴν γῆν ἦλθεν. Τὸ δὲ ἥλατο πάλιν ὅταν ἀκούσῃς, μὴ μετάβασιν τόπου νόμιζε, μὴ ἐρήμωσιν οὐρανῶν· καὶ γὰρ ἐν τῇ μήτρᾳ ὢν τῇ παρθενικῇ, μετὰ τοῦ Πατρὸς ἦν· τὸ δὲ πῶς μὴ ζήτει μηδὲ εὐθύνας ἀπαίτει· ὅταν γὰρ ὁ Θεὸς ἐργάζηται, πίστεως χρεία μόνης καὶ συγκαταθέσεως καὶ ὁμολογίας.

Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ᾽ ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρωπον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα· ὅρα ἐκ προοιμίων τί ποιεῖ· τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι᾽ αὐτῆς· καὶ ἐκ τῶν προπυλαίων εὐθέως αὐτῶν καὶ τῶν προοιμίων πρόῤῥιζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν· καὶ γὰρ πάντων αἴτιον τῶν κακῶν τοῦτο γέγονε. Τὸν γοῦν διάβολον οὐκ ὄντα διάβολον, τοῦτο διάβολον εἶναι πεποίηκε· καὶ δείκνυσιν ὁ Παῦλος λέγων· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Τοῦτο τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέβαλεν· ἐπειδὴ γὰρ ἤκουσεν, Ἔσεσθε ὡς θεοὶ, τῇ ἐλπίδι ταύτῃ ἀπατηθεὶς, ἥψατο τοῦ δένδρου, καὶ τὸν νόμον ἐπάτησε, καὶ τὴν ἐντολὴν παρέβη.

Διά τοι τοῦτο καὶ ὁ Θεὸς κατάλληλον τῷ τραύματι τὸ φάρμακον κατεσκεύασεν.

Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰατικὰ, καθάπερ καὶ ἰατρῶν παῖδές φασι, καὶ τὸ κατεψυγμένον θερμαίνομεν, καὶ τὸ καταξηρανθὲν ὑγραίνομεν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐπὶ τῶν παθῶν τῆς ψυχῆς ἐποίησεν. Ἐπειδὴ γὰρ ἀπόνοια αὐτὴν ἐπῆρε καὶ φλεγμᾶναι παρεσκεύασε, φάρμακον ἐπέθηκε καταστέλλον αὐτῆς τὸ φύσημα καὶ καθαιροῦν τὸ οἴδημα. Ποῖον δὲ φάρμακον; Τὸν θάνατον ἐπιτειχίσας αὐτῇ. Διὰ τοῦτο οὐχὶ θνητὸν τὸ σῶμα μόνον εἰργάσατο, ἀλλὰ καὶ σήπεσθαι παρεσκεύασε καὶ φύρεσθαι, καὶ πηγὰς βρύειν σκωλήκων, καὶ εἰς ἰχῶρα καταλύειν καὶ δυσωδίας πληροῦσθαι, θεμέλια ταπεινοφροσύνης προαποτιθέμενος, καὶ οὐδέποτε οὐδὲ τὸν σφόδρα ἀπονενοημένον ἀφιεὶς μέγα φρονεῖν. Τί γὰρ δυσωδέστερον ἀνθρωπίνου σώματος; τί δὲ εὐτελέστερον τελευτήσαντος;

δʹ. Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητὲ, ἀλλὰ κἀνταῦθα σκόπει τοῦ Θεοῦ τὴν κηδεμονίαν. Οὔτε γὰρ ὁ τελευτήσας αἰσθάνεται τῶν γινομένων, ἵνα ἀλγῇ, ὅ τε ζῶν ἐν ἀλλοτρίῳ σώματι παιδεύεται φιλοσοφεῖν. Κἂν γὰρ μυριάκις τὴν ὀφρὺν ἀνασπάσῃ καὶ μέγα κομπάσῃ, εἰς τάφον ἀπελθὼν, καὶ δυσωδίας προσπιπτούσης αἰσθανόμενος, καὶ τῆς εὐτελείας ἡμῶν ἀναμνησθεὶς, καταστέλλεται καὶ συμπίπτει, καὶ πρὸς αὐτὸν καταβαίνει τὸν ᾅδην. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο διὰ τοῦτο γέγονεν, οὐκ ἀτιμάζοντος αὐτοῦ τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ τὴν ἀπόνοιαν τῆς διανοίας χαλινοῦντος, καὶ διατηροῦντος ἐν διηνεκεῖ ταπεινοφροσύνῃ τὸν ἄνθρωπον, ἐπειδὴ ἐξ ἀρχῆς αὐτῷ τὸ ἁμάρτημα ἐντεῦθεν γέγονεν· ἄκουσον τί φησιν ὁ προφήτης Ἡσαΐας· Ὅπως ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων· οὐ περὶ ἑωσφόρου λέγων· οὐδὲ γὰρ ἐξέπεσέ ποτε ὁ ἑωσφόρος, ἀλλ᾽ ἐμπέπηγε θεμελιωθεὶς ἅπαξ ἐν τῷ οὐρανῷ, καὶ τὸν οἰκεῖον δρόμον διατηρεῖ. Τί οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; Περὶ βαρβάρου τινὸς λέγει βασιλέως· ἑωσφόρον δὲ αὐτὸν καλεῖ διὰ τὴν περιφάνειαν, διὰ τὸ διάδημα, διὰ τὴν πορφυρίδα, διὰ τὴν λαμπρότητα τῶν δορυφόρων, διὰ τὴν αἴγλην τὴν ἀπὸ τῶν ὅπλων, διὰ τὸν λάμποντα χρυσὸν, διὰ τὰ δόρατα τὰ ἠκονημένα καὶ ἀποστίλβοντα, διὰ τὴν ἄλλην ἅπασαν φαντασίαν, διὰ τὸ ἄγειν ἅπαντα καὶ φέρειν.

Ὅτι γὰρ οὐ περὶ ἑωσφόρου φησὶν, ἀλλὰ μεταφορικῶς κέχρηται τῷ ὀνόματι εἰπὼν, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; προϊὼν λέγει, Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Ὅτι δὲ ἀστὴρ οὔτε διάνοιαν ἔχει οὔτε νοῦν οὔτε ῥήματα, παντί που δῆλόν ἐστιν ἀλλὰ περὶ βασιλέως λέγει βλασφήμου τινὸς καὶ ἀλαζόνος καὶ μεγαληγόρου, καὶ τοιαῦτα κομπάζοντος. Τίς δὲ ὁ βασιλεύς;

Δυνατὸν καὶ ἡμῖν εἰπεῖν, ἀλλ᾽ ἵνα μὴ πάντα παρ᾽ ἡμῶν μανθάνητε, ἀλλὰ καὶ αὐτοὶ φροντίζοντες καὶ ἀγρυπνοῦντες ἐρευνᾶτε τῆς θείας Γραφῆς τοὺς θησαυροὺς, ἐπέλθετε τὸ χωρίον τοῦ προφήτου, καὶ εἴσεσθε, τίς τε ὁ βασιλεὺς, καὶ ποίου ἔθνους, καὶ πότε γενόμενος· Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἐπειδὴ τοίνυν οὗτος ὁ βασιλεὺς λαμπρὸς ὢν καὶ περιφανὴς, καὶ πολλὴν ἔχων πλούτου περιουσίαν, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπελθὼν, καὶ τὴν βασιλείαν ἐκτείνας τὴν ἑαυτοῦ, ἀθρόον ἀνηρπάσθη καὶ ἀπέθανεν· εἰδὼς τῶν ἀνθρώπων τὴν μεταβολὴν ὁ προφήτης, Πῶς ἐξέπεσεν, εἶπεν, ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον; καὶ πρὸς αὐτὸν ἀποτεινόμενος καὶ κωμῳδῶν αὐτὸν, φησί· Σὺ δὲ εἶπας, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· νῦν δὲ εἰς ᾅδην καταβήσῃ, ὑποκάτω σου στρώσουσι σῆψιν· καὶ τὸ κάλυμμά σου σκώληξ. Ὁρᾷς πῶς, ὅπερ ἔφην, διὰ τοῦτο τοιαύτην λῆξιν ἔχειν ἡμῶν τὸ σῶμα παρεσκεύασεν, ἵνα φάρμακον ἀπονοίας ᾖ; Ἰδὼν γοῦν αὐτὸν ἀπονενοημένον, ἀπὸ τῶν μετὰ τὴν τελευτὴν αὐτὸν παιδεύει, τῶν σκωλήκων ἀναμιμνήσκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, ἵνα ἐκεῖνο λογισάμενος, καθυφῇ τῆς ἀπονοίας, μὴ τὰ παρόντα σκοπῶν καὶ φυσώμενος, ἀλλ᾽ εἰς οἷον ἀπαντήσεται τέλος, οἵαν δέξεται μεταβολήν.

Διὰ δὴ τοῦτο παθητὸν τὸ σῶμα ἐλάχομεν, καὶ μετὰ τὴν τελευτὴν οὕτω δυσῶδες. Εἰ γὰρ, τῆς φύσεως τοιαύτης οὔσης, πολλοὶ τῶν ἀνοήτων εἰς τοῦτο ἀπονοίας ἐξώκειλαν, ὡς ἰσοθεΐαν φαντάζεσθαι καὶ τὸν οὐρανὸν σκοπεῖν· εἰ μὴ τούτῳ κατείχοντο τῷ χαλινῷ, ποῦ οὐκ ἂν ἐξεῤῥάγησαν παρανομίας; Οὐχ οὗτος δὲ μόνον βασιλεὺς, ἀλλὰ καὶ ἕτερος εὑρίσκεται τοῦτο αὐτὸ φανταζόμενος· ὃν γοῦν ὁ Ἰεζεκιὴλ κωμῳδῶν ἔλεγε προφήτης ἕτερος· Σὺ δὲ εἶπας, Θεός εἰμι καὶ οὐκ ἄνθρωπος, κατοικῶν ἐν τῇ καρδίᾳ τῆς γῆς· μὴ ἐν τῇ χειρὶ τῶν ἀποκτενούντων σε ἐρεῖς, ὅτι Θεός εἰμι καὶ οὐκ ἄνθρωπος; Ὁρᾷς ὅτι καὶ οὗτος ᾐνίξατο, ὅτι ὁ θάνατος διὰ τοῦτο ἐπεισῆλθεν, ἵνα τὴν ἀπόνοιαν καταστείλῃ, ἵνα τὴν πονηρὰν ἐκείνην ἔννοιαν, ἣν ἐξ ἀρχῆς ἐνέσπειρε τῷ πρωτοπλάστῳ ὁ διάβολος, πρόῤῥιζον ἀνασπάσῃ; Καὶ γὰρ εἰδωλολατρεία ἐντεῦθεν γέγονεν, ὁ κολοφὼν τῶν κακῶν τῶν ἀνθρώπων, τῶν πολλῶν εἰς ἀπόνοιαν αἰρομένων καὶ ἰσοθεΐας ἐπιθυμούντων.