Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται

Ἰωάννης ὁ Χρυσόστομος

Πρότυπα ταπεινοφροσύνης της Παλαιάς Διαθήκης

Παρουσίαση του προφήτη Ησαΐα, του πατριάρχη Αβραάμ και των τριών παίδων ως διαχρονικών υποδειγμάτων ταπείνωσης μετά από θείες αποκαλύψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Θέλεις ἰδεῖν, πῶς διὰ ταπεινοφροσύνης οἱ δίκαιοι καλλωπίζονται; Ὅτε τῶν θαυμάτων κατηξιοῦντο, ὅτε τῆς μεγίστης ἀπήλαυον ὀπτασίας, τότε μᾶλλον πρὸς τὴν ταπεινοφροσύνην κατήρχοντο. Βλέπε γὰρ Ἡσαΐαν τὸν μέγα<ν> προφήτην, ὃ<ς> τῆς μεγίστης ὀπτασίας καταξιωθεὶς καὶ μεγίστην ταπεινοφροσύνην μετέλαβεν· «Εἶδον,» γάρ φησιν, «τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.

Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξιν ἐκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶν τοὺς πόδας καὶ ταῖς δυσὶ πετόμεναι ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· “Ἅγιος, ἅγιος, ἅγιος, κύριος Σαβαώθ”.» Καὶ τί πρὸς τὴν ὀπτασίαν ταύτην ὁ σοφὸς οὗτος καὶ μέγας τοῦ θεοῦ προφήτης εἶπεν; «Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.» Τί λέγεις, ὦ προφῆτα;

Τοσαύτην δόξαν ἐθεώρησας, καὶ τοσοῦτον ἑαυτὸν ταλανίζεις; «Ναί,» φησίν, «ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» «Τὸν βασιλέα κύριον Σαβαώθ,» λέγεις, «εἶδον τοῖς ὀφθαλμοῖς μου», ὦ προφῆτα; Καὶ πῶς ταύτην τὴν ὀπτασίαν ἀπηγόρευσας; Οὗτος αὐτὸς ὁ βασιλεὺς Ἰησοῦς, ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ. Ὅτε Μωϋσῆς ἔλεγεν ἐν τῷ ὄρει Σινά· «Δεῖξόν μοι σεαυτόν, ἵνα ἴδω σε», καὶ πρὸς ταύτην τὴν αἴτησιν ἀποκρινόμενος ὁ θεὸς καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἔλεγεν· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται,» καὶ λέγεις· «Εἶδον τοῖς ὀφθαλμοῖς μου»; «Ναί,» φησίν, «εἶδον· οὐχ ὅσον ἐστίν, ἀλλ’ ὅσον ἠδυνήθην. Ἐμὲ γὰρ τὸν ἐλάχιστον διὰ τὴν πολλὴν αὐτοῦ εὐσπλαγχνίαν ἠξίωσεν τῆς ὀπτασίας ταύτης. Ἐπειδὴ ἐνεπιστεύθην κηρύξαι καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν †λευκωτέρω ἦν καὶ ἐπλήρωσεν θελήματι πατρὸς καὶ ἰδίῳ† καὶ πάντα τὰ γινόμενα παρ’ αὐτοῦ θαυματουργήματα, ἐμιμησά<μην> διὰ τῆς αὐτοῦ χάριτος λέγων· “Ἰδοὺ ὁ θεὸς κρίσιν ἀνταποδίδωσι· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται.” Τὴν ἄχραντον καὶ σωτήριον σάρκωσιν τοῦ σωτῆρος ἐκ Δαυὶδ προευηγγελισάμην λέγων· “Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.” Ὁμοίως δὲ καὶ τὸ σωτήριον πάθος αὐτοῦ προεσήμανα εἰπών· “Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.”

Ἀλλὰ τὴν ἀκατάληπτον αὐτοῦ γενεαλογίαν ἐκήρυξα εἰπών· “Τὴν δὲ γενεὰν αὐτοῦ, τίς διηγήσεται;” Καὶ ὅτι τῷ σταυρῷ προσήλωσεν τὰς ἁμαρτίας ἡμῶν εἴρηκα· “Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἴρει καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.” Καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον προεῖπον, ὅτι “Αἴρεται ἡ ζωὴ αὐτοῦ”, καὶ πρὸς τούτοις πᾶσιν ἑαυτὸν ταλανίζων “Ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων τὸν βασιλέα κύριον Σαβαὼθ τεθέαμαι”, ἀλλὰ δι’ ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας ἐγὼ οὕτως ἠξιώθην.

Διὰ τί; Ἵνα ἐμοὶ πρῶτον δειχθῇ ἡ ἄμετρος αὐτοῦ εὐσπλαγχνία ὁποίαν στοργὴν ἔχει πρὸς τοὺς ἀνθρώπους.» Εἶδες ἀποκαλύψεων μέγεθος; Εἶδες [τα] ταπεινοφροσύνην ἄμετρον; Οὕτω καὶ ὁ Ἀβραάμ, ὅτε τὸν κύριον εἶδεν καὶ συνόμιλος αὐτοῦ ἐγένετο, ὅτε καὶ δικαστὴν αὐτὸν ἔλαβεν ὁ θεὸς λόγος εἰς τὴν κατὰ τῶν Σοδομιτῶν παρανομίαν· τότε ἔλεγεν ὁ Ἀβραάμ· «Ἐγώ εἰμι γῆ καὶ σποδός.» Διὰ τί; Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται Διὰ τοῦτο καὶ οἱ τρεῖς παῖδες ὅτε μάλιστα εὐδοκίμησαν ἐν καμίνῳ, ὅτε τὸ πῦρ ἐχαλίνωσαν, ὅτε τὸ μέσον τοῦ πυρὸς ὡς πνεῦμα δρόσου διασυρίζοντος ἀπήλαυον, ὅτε τὸ μέσον τῆς καμίνου παράδεισον ἀπειργάσαντο διὰ τῆς προσευχῆς αὐτῶν, ὅτε τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν τέταρτον ἐν τῇ καμίνῳ συναπηριθμοῦντο καὶ τὴν κάμινον οὐρανὸν εἶχον, καθὼς ὁ Ναβουχοδονόσωρ ἐμαρτύρησεν εἰπών· «Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν τῇ καμίνῳ; Καὶ ἰδοὺ ὁρῶ ἐγὼ τέσσαρας, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.» Τότε μάλιστα ἑαυτοὺς ἐταπείνουν λέγοντες· «Ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ταῦτα πάντα ἐποίησας διὰ τὰς ἁμαρτίας ἡμῶν·» ὑπευθύνους ἑαυτοὺς ἀπεγράψαντο λέγοντες· «Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν.» Εἶδες ταπεινοφροσύνης ὕψωσιν; Πόσον τοὺς μετόχους διήγειρεν;

Οἱ γὰρ τοσοῦτον ἑαυτοὺς ταπεινώσαντες εὐθέως ὑπ’ αὐτοῦ τοῦ βασιλέως προσεκυνήθησαν.

Τί γὰρ ὁ Ναβουχοδονόσωρ εἶπεν πρὸς αὐτούς· «Σεδράχ, Μισάκ, Ἀβδεναγώ οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθατε καὶ δεῦτε.» Διὰ τί; Ἐπειδὴ ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Οὕτω καλὸν τὸ τῆς ταπεινοφροσύνης καύχημα.