Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν στεῖρα ἦν. Βίου ἦν θαυμαστοῦ καὶ πολλῆς γέμοντος σωφροσύνης καὶ αὐτὴ, καὶ ὁ ἀνήρ. Οὐκ ἔχομεν ἐπιλαβέσθαι τῆς ζωῆς τῶν δικαίων, καὶ εἰπεῖν, ὅτι ἔργον ἁμαρτιῶν ἡ στείρωσις. Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα, ἡ τεκοῦσα αὐτόν· οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός; Πάντες δίκαιοι, πάντες ἐν ἀρετῇ ζῶντες, πάντες ὑπὸ τοῦ Θεοῦ ἐμαρτυρήθησαν. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Περὶ τῶν αὐτῶν καὶ Παῦλος οὕτω πως λέγει· Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ αὐτῶν οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ εὐδόκιμοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ μέχρι πολλοῦ διετέλεσαν χρόνου. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως τὴν ἀπαιδίαν ἀνταπόδοσιν.