Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὰ τῶν ἀδελφῶν ἁμαρτήματα ἐκπομπεύειν

Ἰωάννης ὁ Χρυσόστομος

Η καταδίκη της μνησικακίας και της εκδικητικής προσευχής

Στηλίτευση της προσευχής κατά των εχθρών ως ύβρεως προς τον Θεό και παραβίασης της εντολής της αγάπης, με εκτενή αναφορά στην παραβολή του ανελέητου δούλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

ιʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐγκαλυπτόμεθα, τὸν μὲν δίκαιον ὁρῶντες εἴκοσιν ἔτη παραμένοντα καὶ οὐκ ἀφιστάμενον· ἡμεῖς δὲ ἐκ πρώτης αἰτήσεως ἢ δευτέρας πολλάκις ἀπαγορεύοντες καὶ δυσχεραίνοντες; Καίτοι ὁ μὲν πολλὴν πρὸς τὸν Θεὸν εἶχε τὴν παῤῥησίαν. καὶ ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὴν ἀναβολὴν τῆς δόσεως, ἀλλ᾽ ἔμενε καρτερῶν· ἡμεῖς δὲ μυρίων ἁμαρτημάτων γέμοντες, πονηρῷ συνειδότι συζῶντες, οὐδεμίαν εὔνοιαν περὶ τὸν Δεσπότην ἐπιδεικνύμενοι, ἂν μὴ, πρὶν ἢ φθέγξασθαι, ἀκουσθῶμεν, ἀλύομεν, ἀποδυσπετοῦμεν, ἀφιστάμεθα τῆς αἰτήσεως· διὰ τοῦτο κεναῖς ἀεὶ ἀναχωροῦμεν χερσί. Τίς εἴκοσιν ἔτη ὑπὲρ ἑνὸς πράγματος παρεκάλεσε τὸν Θεὸν, καθάπερ οὗτος ὁ δίκαιος; μᾶλλον δὲ τίς εἴκοσι μῆνας μόνους;

Χθὲς μὲν οὖν ἔλεγον, ὅτι πολλοί εἰσιν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ χασμώμενοι, καὶ διατεινόμενοι, καὶ μεταστρεφόμενοι συνεχῶς, καὶ ὀλιγωρίᾳ πάσῃ περὶ τὰς εὐχὰς κεχρημένοι· σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέραν ἐκείνης. Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας. Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ.

Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ κατὰ τῆς τιμωρίας τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται· ὅπερ ἐστὶ καθ᾽ ἑαυτῶν τὸ ξίφος ὠθεῖν. Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάντοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ διὰ σπουδῆς. Οἱ μὲν γὰρ τῇ περὶ τὰς εὐχὰς ὀλιγωρίᾳ παροξύνουσι τὸν Θεὸν, τὴν καταφρόνησιν διὰ τῆς ῥᾳθυμίας ἐπιδεικνύμενοι· οἱ δὲ ἐπειδὴ σπουδὴν ἐπιδείκνυνται, τὴν σπουδὴν πάλιν κατὰ τῆς ἑαυτῶν ἐπιδείκνυνται σωτηρίας. Ὁ δεῖνα, φησὶ, ῥᾳθυμεῖ· ἀρκεῖ μοι πρὸς τὸ μηδενὸς αὐτὸν ἐπιτυχεῖν· οὗτος σπουδαῖός ἐστι καὶ διεγηγερμένος· τί οὖν ἵνα γένηται;

Οὐ δύναμαι ἐκλῦσαι τὴν σπουδὴν, οὐδὲ εἰς ὀλιγωρίαν ἐμβαλεῖν· ἑτέρως αὐτοῦ περιοδεύσω τὴν ἀπώλειαν. Πῶς; Εἰς παρανομίαν τῇ σπουδῇ χρήσασθαι παρασκευάσω· τὸ γὰρ κατὰ τῶν ἐχθρῶν εὔχεσθαι, παράνομόν ἐστιν. Ἀπελεύσεται τοίνυν οὐ μόνον οὐδὲν κερδάνας ἀπὸ τῆς σπουδῆς, ἀλλὰ καὶ πλείονα τὴν βλάβην ὑπομείνας τῆς διὰ ῥᾳθυμίας. Τοιαῦται αἱ τοῦ διαβόλου μηχαναί· τοὺς μὲν διὰ τῆς ῥᾳθυμίας, τοὺς δὲ δι᾽ αὐτῆς ἀπόλλυσι τῆς σπουδῆς, ὅταν μὴ κατὰ νόμους αὕτη γίνηται.

ιαʹ. Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς. Αἰσχύνομαι μὲν οὖν αὐτὰ μέλλων ἐρεῖν, πλὴν ἀνάγκη πάντως εἰπεῖν καὶ μιμήσασθαι τὴν ἀπαίδευτον γλῶτταν ἐκείνην. Τίνα οὖν ἐστι τὰ ῥήματα; Ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· δεῖξον αὐτοῖς, ὅτι Θεὸν ἔχω κἀγώ. Οὐ τότε μανθάνουσιν, ἄνθρωπε, ὅτι Θεὸν ἔχομεν, ὅταν ἀγανακτῶμεν, καὶ ὀργιζώμεθα, καὶ δυσχεραίνωμεν· ἀλλ᾽ ὅταν ἐπιεικεῖς ὦμεν, καὶ πρᾶοι, καὶ ἥμεροι, καὶ πᾶσαν ἀσκῶμεν φιλοσοφίαν. Οὕτω καὶ ὁ Θεὸς εἶπε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἐννοεῖς ὅτι ὕβρις ἐστὶν εἰς τὸν Θεὸν, τὸ αἰτεῖν κατὰ τῶν ἐχθρῶν τὸν Θεόν; Καὶ πῶς ὕβρις ἐστί; φησίν. Ὅτι αὐτὸς εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, καὶ τὸν θεῖον τοῦτον εἰσήγαγε νόμον. Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ᾽ ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς. Καὶ πῶς δυνατὸν ἀκουσθῆναι εὐχόμενον, εἰπέ μοι, ὅταν τὸν μέλλοντα ἀκούειν παροξύνῃς;

Ταῦτα γὰρ ποιῶν εἰς βάραθρον τὴν οἰκείαν ὠθεῖς σωτηρίαν, καὶ κατὰ κρημνοῦ φέρῃ, τὸν ἐχθρὸν ἐπ᾽ ὄψεσι τύπτων τοῦ βασιλέως. Εἰ γὰρ καὶ μὴ ταῖς χερσὶ τοῦτο ποιεῖς, τοῖς ῥήμασιν αὐτὸν τύπτεις· ὅπερ οὐδὲ ἐπὶ τῶν ὁμοδούλων ποιῆσαι τολμᾷς. Τόλμησον γοῦν ἐπὶ ἄρχοντος τοῦτο ποιῆσαι· κἂν μυρία ᾖς κατωρθωκὼς, τὴν ἐπὶ θάνατον εὐθέως ἀπαχθήσῃ πάντως. Εἶτα ἐπὶ ἄρχοντος μὲν οὐ τολμᾷς τὸν ὁμότιμον ὑβρίσαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο ποιῶν, εἰπέ μοι, οὐ φρίττεις, οὐδὲ δέδοικας ἐν καιρῷ δεήσεως καὶ εὐχῆς ἀγριαίνων οὕτω καὶ ἐκθηριούμενος, καὶ μείζονα ἀγνωμοσύνην ἐπιδεικνύμενος τοῦ τὰ ἑκατὸν ἀπαιτοῦντος δηνάρια;

Ὅτι γὰρ ἐκείνου σὺ μᾶλλον ὑβρίζεις, αὐτῆς ἄκουσον τῆς ἱστορίας. Μύρια τάλαντα ὤφειλέ τις τῷ δεσπότῃ· εἶτα οὐκ ἔχων ἀποδοῦναι, ἠξίου μακροθυμῆσαι, ἵνα πραθείσης αὐτοῦ τῆς γυναικὸς καὶ τῆς οἰκίας καὶ τῶν παίδων, διαλύσηται τὸ ὄφλημα τὸ δεσποτικόν.

Ἰδὼν δὲ αὐτὸν ὀδυρόμενον ὁ δεσπότης κατηλέησε καὶ τὰ μύρια ἀφῆκε τάλαντα. Ἐξελθὼν ἐκεῖνος καὶ εὑρὼν οἰκέτην ἕτερον ὀφείλοντα αὐτῷ δηνάρια ἑκατὸν, ἄγχων ἀπῄτει μετὰ πολλῆς τῆς ὠμότητος καὶ τῆς ἀπανθρωπίας. Ἀκούσας ταῦτα ὁ δεσπότης ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον, καὶ ὃ πρότερον ἀφῆκεν ὄφλημα τῶν μυρίων ταλάντων, ἐπέθηκεν αὐτῷ πάλιν, καὶ τῆς εἰς τὸν σύνδουλον ὠμότητος ἔδωκε τὴν τιμωρίαν ἐκεῖνος.

ιβʹ. Σὺ δὲ κἀκείνου θέα πόσον ἀγνωμονέστερος καὶ ἀναισθητότερος γέγονας, τῶν ἐχθρῶν κατευχόμενος, Ἐκεῖνος οὐχὶ τὸν δεσπότην ἠξίου ἀπαιτῆσαι, ἀλλ᾽ αὐτὸς ἀπῄτει τὰ ἑκατὸν δηνάρια· σὺ δὲ καὶ τὸν Δεσπότην ἐπὶ τὴν ἀπαίτησιν ταύτην τὴν ἀναίσχυντον καὶ κεκωλυμένην παρακαλεῖς. Κἀκεῖνος μὲν οὐκ ἐπ᾽ ὄψεσι τοῦ κυρίου, ἀλλ᾽ ἔξω τὸν σύνδουλον ἦγχε· σὺ δὲ ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς πρὸ τοῦ βασιλέως ἑστὼς ταῦτα ποιεῖς. Εἰ δὲ ἐκεῖνος οὔτε τὸν δεσπότην παρακαλέσας ἐπὶ τὴν ἀπαίτησιν, καὶ μετὰ τὸ ἐξελθεῖν ταῦτα ποιῶν, οὐδεμιᾶς ἔτυχε συγγνώμης, σὺ καὶ τὸν Δεσπότην ἐπὶ τὴν κεκωλυμένην ταύτην ἔκτισιν διεγείρων, καὶ ἐπ᾽ ὄψεσιν αὐτοῦ ταῦτα ποιῶν, ποίαν οὐ δώσεις τιμωρίαν, εἰπέ μοι; Ἀλλὰ φλεγμαίνει σου τῇ μνήμῃ τῆς ἔχθρας ἡ διάνοια καὶ οἰδεῖ, καὶ ἀνέστηκεν ἡ καρδία, καὶ τοῦ λελυπηκότος ἀναμιμνησκόμενος οὐ δύνασαι καταστεῖλαι τὸ οἴδημα τῶν λογισμῶν; Ἀλλ᾽ ἀντίστησον τῇ φλεγμονῇ ταύτῃ τὴν ἀπὸ τῶν σῶν ἁμαρτημάτων μνήμην, τὸν ἀπὸ τῆς μελλούσης κολάσεως φόβον. Ἀναμνήσθητι πόσων ὑπεύθυνος εἶ τῷ Δεσπότῃ, καὶ ὅτι πάντων ἐκείνων δίκας ὀφείλεις αὐτῷ, καὶ κρατήσει πάντως οὗτος ὁ φόβος τῆς ὀργῆς ἐκείνης, ἐπειδὴ καὶ πολὺ δυνατώτερον τοῦτο ἐκείνου τοῦ πάθους. Ἀναμνήσθητι γεέννης καὶ κολάσεως καὶ τιμωρίας κατὰ τὸν καιρὸν τῆς εὐχῆς, καὶ οὐδὲ εἰς νοῦν λαβεῖν δυνήσῃ τὸν ἐχθρόν.