Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὰ τῶν ἀδελφῶν ἁμαρτήματα ἐκπομπεύειν

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε αυτομεμψία και τελική δοξολογία

Τελική προτροπή προς τους πιστούς για την εξέταση των προσωπικών τους σφαλμάτων αντί της κατακρίσεως των αδελφών, η οποία επισφραγίζεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Σύντριψον τὴν διάνοιαν, ταπείνωσον τὴν ψυχὴν τῇ μνήμῃ τῶν σοι πεπλημμελημένων, καὶ οὐδὲ ἐνοχλῆσαι δυνήσεταί σοι θυμός. Ἀλλὰ τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα μετὰ πολλῆς ἐξετάζομεν τῆς ἀκριβείας, τὰ δὲ ἡμέτερα μετὰ πολλῆς παραπεμπόμεθα τῆς ῥᾳθυμίας.

Τοὐναντίον δὲ ποιεῖν ἐχρῆν· τὰ μὲν οἰκεῖα κακὰ ἄληστα ἔχειν, τῶν δὲ ἀλλοτρίων μηδέποτε ἔννοιαν λαμβάνειν. Ἂν τοῦτο ποιῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἵλεων, καὶ τοῖς πλησίον παυσόμεθα ἀθάνατα ὀργιζόμενοι, καὶ ἐχθρὸν οὐδένα οὐδέποτε ἕξομεν· εἰ δὲ καὶ σχοίημέν ποτε, ταχέως καὶ τὴν ἀπέχθειαν καταλύσομεν, καὶ τῶν οἰκείων ἁμαρτημάτων ταχεῖαν λάβωμεν συγχώρησιν. Ὥσπερ γὰρ ὁ τῷ πλησίον μνησικακῶν οὐκ ἀφίησι τὴν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι καταλυθῆναι κόλασιν, οὕτως ὁ καθαρὸς ὢν ὀργῆς, καθαρὸς καὶ ἁμαρτημάτων ἔσται ταχέως. Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ δουλεύοντες, διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα πάντα τὰ εἰς ἡμᾶς παρορῶμεν ἁμαρτήματα, πολλῷ μᾶλλον ὁ φιλάνθρωπος καὶ ἀγαθὸς καὶ παντὸς καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλοφροσύνης, ἐν τῇ τῶν οἰκείων ἁμαρτημάτων συγχωρήσει, τὴν ἀμοιβὴν ἡμῖν ἀποδιδούς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.