Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὰ τῶν ἀδελφῶν ἁμαρτήματα ἐκπομπεύειν

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της προσευχής και η τυπολογία της ενανθρωπήσεως

Αναφορά στην προσευχή των δικαίων της Παλαιάς Διαθήκης, την καρτερία του Ισαάκ και τη θεολογική ερμηνεία της στειρότητας ως προετοιμασίας για το θαύμα της παρθενικής γεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

εʹ. Διελέχθημεν ὑμῖν χθὲς περὶ τῆς δυνάμεως τῆς κατὰ τὴν εὐχήν. Ἔδειξα πῶς ὁ διάβολος τότε ἐφεδρεύει κακοῦργος ὤν. Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς ὁρᾷ γινόμενον ἡμῖν, τότε μάλιστα ἐπιτίθεται· ἵνα ἡμᾶς ἐκκρούσῃ τῆς ἀπολογίας, ἵνα κεναῖς οἴκαδε ἀποπέμψῃ χερσί. Καὶ καθάπερ ἐπὶ τῶν ἀρχόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κωλύοντες προσελθεῖν καὶ ἀποδύρασθαι καὶ φιλανθρωπίας τυχεῖν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ προσιόντας τῷ δικαστῇ, πόῤῥωθεν ἀπελαύνει, οὐ διὰ ῥάβδου, ἀλλὰ διὰ ῥᾳθυμίας. Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτημένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λαβόντες συγγνώμην ἀπέρχονται· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός· καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπιτύχωσιν.

Ἀλλ᾽ οἱ μὲν στρατιῶται τῶν ἀρχόντων μετὰ βίας ἀποσοβοῦσι τοὺς ἐντυγχάνοντας· ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ᾽ ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλων. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν. Φῶς ἐστι διανοίας καὶ ψυχῆς ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές. Διὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐδέποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς ἡμῶν. Καὶ καθάπερ ἄνεμοι πολλάκις ἀπεναντίας προσπίπτοντες, λυχνιαῖον πῦρ ἀναπτόμενον ῥιπίσαντες ἔσβεσαν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς. Ἀλλ᾽ ὅπερ οἱ τοὺς λύχνους ἐκείνους ἀνάπτοντες ποιοῦσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον. Ἕως μὲν γὰρ ἂν ἔξωθεν προσβάλλῃ, δυνησόμεθα ἀντιστῆναι· ἐπειδὰν δὲ ἀνοίξωμεν αὐτῷ τὰς θύρας τῆς διανοίας, καὶ ἔνδον δεξώμεθα τὸν ἐχθρὸν, οὐκ ἔτι λοιπὸν οὐδὲ μικρὸν ἀντιστῆναι δυνάμεθα· ἀλλὰ πανταχόθεν κατασβέσας ἡμῶν τὴν μνήμην, ὥσπερ λύχνον καπνιζόμενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά.

Ἀλλ᾽ ὥσπερ ἐκεῖνοι τὸν δάκτυλον ἐπιτιθέασι τῇ ὀπῇ τοῦ λύχνου, οὕτως ἡμεῖς ἐπιθῶμεν τὸν λογισμὸν τῇ ἡμετέρᾳ διανοίᾳ· ἀποφράξωμεν τοῦ πονηροῦ πνεύματος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐχῆς. Μέμνησθε τούτων ἀμφοτέρων τῶν παραδειγμάτων, καὶ τοῦ τῶν στρατιωτῶν, καὶ τοῦ ἄρχοντος, καὶ τοῦ κατὰ τὸν λύχνον; Διὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων. Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια.

ϛʹ. Ἠκούσατε χθὲς, πῶς οἱ τρεῖς παῖδες πεπεδημένοι κατέλυσαν τὴν τοῦ πυρὸς δύναμιν, πῶς κατεπάτησαν τὴν φλόγα, πῶς περιεγένοντο τῆς καμίνου, καὶ τῆς ἐνεργείας ἐκράτησαν τοῦ στοιχείου; Ἀκούσατε σήμερον πάλιν, πῶς ὁ γενναῖος καὶ μέγας Ἰσαὰκ αὐτῆς περιεγένετο τῆς τῶν σωμάτων φύσεως δι᾽ εὐχῆς.

Ἐκεῖνοι κατέλυσαν τοῦ πυρὸς τὴν δύναμιν, οὗτος σήμερον τῆς φύσεως πεπηρωμένης ἔλυσε τὰ δεσμά. Καὶ μάθε πῶς τοῦτο ἐποίει. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ταῦτα σήμερον ὑμῖν ἀνεγνώσθη· χθὲς περὶ εὐχῆς ὁ λόγος, καὶ σήμερον πάλιν ἀπόδειξις τῆς δυνάμεως τῆς εὐχῆς. Ὁρᾶτε πῶς ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις σύμφωνα τοῖς χθὲς εἰρημένοις ἀναγνωσθῆναι τὰ τήμερον;

Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν στεῖρα ἦν. Βίου ἦν θαυμαστοῦ καὶ πολλῆς γέμοντος σωφροσύνης καὶ αὐτὴ, καὶ ὁ ἀνήρ. Οὐκ ἔχομεν ἐπιλαβέσθαι τῆς ζωῆς τῶν δικαίων, καὶ εἰπεῖν, ὅτι ἔργον ἁμαρτιῶν ἡ στείρωσις. Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα, ἡ τεκοῦσα αὐτόν· οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός; Πάντες δίκαιοι, πάντες ἐν ἀρετῇ ζῶντες, πάντες ὑπὸ τοῦ Θεοῦ ἐμαρτυρήθησαν. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Περὶ τῶν αὐτῶν καὶ Παῦλος οὕτω πως λέγει· Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ αὐτῶν οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ εὐδόκιμοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ μέχρι πολλοῦ διετέλεσαν χρόνου. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως τὴν ἀπαιδίαν ἀνταπόδοσιν.

Πολλοὶ γὰρ τῆς οἰκονομίας οἱ τοῦ Θεοῦ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐχὶ τοὺς παιδία μὴ κεκτημένους.

Πολλάκις ὁ Θεὸς ποιεῖ συμφερόντως· ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γινομένων οὐκ ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν χρὴ αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἄφατον. ζʹ. Ἀλλὰ οὗτος μὲν εἰς ἦθος ὁ λόγος ἡμᾶς παιδεῦσαι δύναται· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι᾽ ἢν ἦσαν αἱ γυναῖκες ἐκεῖναι στεῖραι. Τίς οὖν ἡ αἰτία; Ἵν᾽, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Οὐκοῦν γύμνασόν σου τὴν διάνοιαν ἐν τῇ μήτρᾳ τῶν στειρῶν· ἵν᾽, ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι.

Ὅταν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; Δύο κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς Παρθένου ἓν κώλυμα μόνον ἦν, τὸ μὴ μετασχεῖν γάμου.

Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αἱ στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἄκουσον τῶν ῥημάτων τοῦ Γαβριὴλ τῶν πρὸς αὐτήν. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη ἡ Παρθένος καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος;

Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Μὴ ζήτει φύσεως ἀκολουθίαν, φησὶν, ὅταν ὑπὲρ φύσιν ᾖ τὸ γινόμενον· μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκεις.

Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι᾽ ὃ ἀπιστεῖς, διὰ τοῦτο πίστευε. Οὐκ ἂν δὲ κατηξιώθης τοιαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ᾽ ἐπειδὴ κρείσσων ἡ παρθενία· τὴν δὲ τοῦ Δεσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν· ὁ δὲ βασιλεὺς διὰ σεμνοτέρας εἰσέρχεται. Ἔδει καὶ κοινωνεῖν τὴν γέννησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Οὐκοῦν ἀμφότερα ταῦτα οἰκονομεῖται. Τὸ μὲν γὰρ ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ᾽ ἡμᾶς. Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρωπίνης· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης Διὰ τοῦτο δὲ ἀμφότερα ταῦτα γέγονεν, ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς τοῦ τικτομένου.

ηʹ. Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ᾽ ἑκατέρα ἐδείκνυτο διὰ τῶν πραγμάτων ἁπάντων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐξηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ᾽ ὅπερ ἔλεγον, ὅτι διὰ τοῦτο προέλαβον αἱ στεῖραι, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὐτὴ χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως ἐκείνης, ἧς ἤκουσε παρὰ τοῦ ἀγγέλου λέγοντος, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· οὕτω, φησὶν, ἔχεις τεκεῖν. Μὴ βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Πνεύματός ἐστι χάρις τὸ γινόμενον, μὴ ζήτει μοι φύσιν καὶ νόμους γάμων. Ἀλλ᾽ ἐπειδὴ μείζονα ταύτης ἐκεῖνα ἦν τὰ ῥήματα, βούλεται καὶ ἑτέραν παρασχεῖν ἀπόδειξιν. Σὺ δέ μοι παρατήρει, πῶς ἡ στεῖρα αὐτὴν ὁδηγεῖ πρὸς τὴν πίστιν τούτου. Ἐπειδὴ γὰρ ἐκείνη ἡ ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς Παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Ὁρᾷς ὅτι ἡ στεῖρα διὰ τὴν Παρθένον; ἐπεὶ, τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγενίδος; τίνος ἕνεκεν ἔλεγεν, Ἐν γήρᾳ αὐτῆς;

τίνος ἕνεκεν ἐπήγαγε, Τῇ καλουμένῃ στείρᾳ;

Διὰ πάντων τούτων ἐνάγων αὐτὴν δηλονότι πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τὸν ἀπὸ τῆς συλλήψεως· οὐ γὰρ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ᾽ ἀνέμεινεν ἑξαμηνιαῖον χρόνον τῇ στείρᾳ γενέσθαι· ἵνα ὁ τῆς γαστρὸς ὄγκος λοιπὸν τὴν κύησιν ἐγγυήσηται, καὶ ἀναμφισβήτητος ἀπόδειξις γένηται τῆς συλλήψεως. Καὶ θέα μοι πάλιν τὴν σύνεσιν τοῦ Γαβριήλ. Οὐδὲ γὰρ ἀνέμνησεν αὐτῆς τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ· καίτοι καὶ αὗται στεῖραι ἦσαν, καὶ αὗται γεγηρακυῖαι, καὶ θαῦμα τὸ γινόμενον ἦν· ἀλλὰ παλαιὰ τὰ διηγήματα ἦν.

Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν γενεὰν συμβαίνοντα τὴν ἡμετέραν μᾶλλον ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων ἐνάγειν εἴωθε. Διὰ τοῦτο ἐκείνας ἀφεὶς, ἀπ᾽ αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς Ἐλισάβετ τὸ ἐπ᾽ αὐτῇ προεβάλλετο, ὥστε ἀπ᾽ ἐκείνης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρικωδέστατον ἐκεῖνον καὶ σεμνότατον. Μέσος γὰρ τοῦ τε ἡμετέρου καὶ τοῦ δεσποτικοῦ ὁ τόκος ὁ τῆς στείρας ἦν, ἐλάττων μὲν τοῦ τῆς Παρθένου, μείζων δὲ τοῦ ἡμετέρου. Διὰ τοῦτο, ὥσπερ διά τινος γεφύρας, μέσης τῆς Ἐλισάβετ, ἀπὸ τῶν κατὰ φύσιν ὠδίνων ἐπὶ τοὺς ὑπὲρ φύσιν ἀνάγει τῆς Παρθένου τὴν διάνοιαν.

θʹ. Ἐβουλόμην πλείονα εἰπεῖν, καὶ ἑτέρους λόγους ὑμᾶς διδάξαι, δι᾽ οὓς στεῖρα ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχὴλ ἦν· ἀλλ᾽ ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν. Διὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ εὐχὴ τοσούτου χρόνου. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ γὰρ νομίσῃς ὅτι ἐκάλεσε τὸν Θεὸν, καὶ εὐθέως εἰσηκούσθη· πολὺν γὰρ ἀνάλωσε χρόνον δεόμενος τοῦ Θεοῦ. Καὶ εἰ βούλεσθε μαθεῖν πόσον, ἐγὼ ὑμῖν καὶ τοῦτο μετὰ ἀκριβείας ἐρῶ. Εἴκοσι ἐτῶν ἀριθμὸν ἀνάλωσε δεόμενος τοῦ Θεοῦ. Πόθεν τοῦτο δῆλον; Ἐκ τῆς ἀκολουθίας αὐτῆς. Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπεσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λανθανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ᾽ οὐκ ἀφῆκεν εἶναι ἀφανῆ. Ἄκουσον γοῦν πῶς λανθανόντως ἡμῖν τὸν χρόνον ἐδήλωσεν. Ἰσαὰκ δὲ ἦν ἐτῶν τεσσαράκοντα, φησὶν, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες πόσων ἐτῶν ἦν, ὅτε τὴν γυναῖκα ἠγάγετο; Τεσσαράκοντα ἐτῶν, φησὶν, ἦν ὅτε ἔλαβε τὴν Ῥεβέκκαν.

Ἀλλ᾽ ἐπειδὴ ἐμάθομεν πόσων ἐτῶν ὢν ἔγημε τὴν γυναῖκα, μάθωμεν καὶ πότε ἐγένετο λοιπὸν πατὴρ, καὶ πόσων ἐτῶν ἦν τότε, ὅτε ἐγέννησε τὸν Ἰακώβ· καὶ δυνησόμεθα ἰδεῖν πόσον ἔμεινε χρόνον στεῖρα ἡ γυνὴ, καὶ ὅτι τοῦτον ἅπαντα ἐδέετο τοῦ Θεοῦ τὸν χρόνον. Πόσων οὖν ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Ἰακώβ;

Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἐπειλημμένος τῇ δεξιᾷ τῆς πτέρνης τοῦ ἀδελφοῦ αὐτοῦ· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰακὼβ, ἐκεῖνον δὲ Ἡσαῦ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἐγέννησεν αὐτούς. Εἰ τοίνυν, ὅτε μὲν ἠγάγετο τὴν Ῥεβέκκαν, τεσσαράκοντα τῶν ἦν, ὅτε δὲ ἐγέννησε τοὺς υἱοὺς, ἑξήκοντα, εὔδηλον ὅτι εἴκοσιν ἔτη μεταξὺ στεῖρα ἔμεινεν ἡ γυνὴ, καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἐδέετο τοῦ Θεοῦ ὁ Ἰσαάκ.