ιαʹ. Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς. Αἰσχύνομαι μὲν οὖν αὐτὰ μέλλων ἐρεῖν, πλὴν ἀνάγκη πάντως εἰπεῖν καὶ μιμήσασθαι τὴν ἀπαίδευτον γλῶτταν ἐκείνην. Τίνα οὖν ἐστι τὰ ῥήματα; Ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· δεῖξον αὐτοῖς, ὅτι Θεὸν ἔχω κἀγώ. Οὐ τότε μανθάνουσιν, ἄνθρωπε, ὅτι Θεὸν ἔχομεν, ὅταν ἀγανακτῶμεν, καὶ ὀργιζώμεθα, καὶ δυσχεραίνωμεν· ἀλλ᾽ ὅταν ἐπιεικεῖς ὦμεν, καὶ πρᾶοι, καὶ ἥμεροι, καὶ πᾶσαν ἀσκῶμεν φιλοσοφίαν. Οὕτω καὶ ὁ Θεὸς εἶπε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἐννοεῖς ὅτι ὕβρις ἐστὶν εἰς τὸν Θεὸν, τὸ αἰτεῖν κατὰ τῶν ἐχθρῶν τὸν Θεόν; Καὶ πῶς ὕβρις ἐστί; φησίν. Ὅτι αὐτὸς εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, καὶ τὸν θεῖον τοῦτον εἰσήγαγε νόμον. Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ᾽ ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς. Καὶ πῶς δυνατὸν ἀκουσθῆναι εὐχόμενον, εἰπέ μοι, ὅταν τὸν μέλλοντα ἀκούειν παροξύνῃς;