Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὸν ἀσκητὴν σκώπτειν

Ἰωάννης ὁ Χρυσόστομος

Η απόρριψη του γέλωτος και η αναγκαιότητα του πνευματικού πένθους

Η καταδίκη της ευτραπελίας και της ραθυμίας, με προτροπή των ασκητών σε διαρκή εγρήγορση και πένθος ενώπιον του πνευματικού αγώνα και της μέλλουσας κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΤΙ ΟΥ ΧΡΗ ΕΥΤΡΑΠΕΛΙΖΕΙΝ ΤΟΝ ΑΣΚΗΤΗΝ Πανάγιαι αἱ παραινέσεις τοῦ μακαρίου Παύλου, μετὰ φόβου κελεύουσαι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμελείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπὰς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι᾽ ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας· διὸ καὶ πρὸς τὸν Θεὸν εὐχαὶ ἀδιάλειπτοι ὁδηγοὶ εἰς τὸ ἀγαθὸν γίνονται, Ὁδήγησόν με, λεγόντων, ἐπὶ τὴν ἀλήθειάν σου· καὶ, Κατάρτισον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου. Ἀγαθὸν οὖν ἡ χρηστότης, καὶ ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀγαθῶν· τούτοις δὲ ἀκολουθεῖ φαιδρότης πολλὴ, καὶ γέλως ὑπερβάλλων τὸ μέτρον, καὶ ἡ τὴν σεμνότητα ταπεινοῦσα εὐτραπελία. Δεινὸν δὴ τὸ διαχυθῆναι τῇ εὐτραπελίᾳ. Ὁ γὰρ γέλως χαυνοῖ τὸν δεσμὸν τῆς σωφροσύνης, γέλως ἀπωθεῖ σεμνότητα, γέλως οὐ μιμνήσκεται φόβου Θεοῦ, γέλως οὐ φοβεῖται ἀπειλὴν γεέννης, γέλως πορνείας ὁδηγὸς, εὐτραπελία ἔλεγχός ἐστι τοῦ ἀκολάστου ἀνθρώπου, γελωτοποιία εἰς ῥᾳθυμίαν κατενεχθῆναι ποιεῖ, γελωτοποιία καταφρονήσεως πρόφασις. Διὰ τοῦτο ὁ μακάριος Ἀπόστολος ἀπαγορεύει λέγων· Μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον εὐχαριστία· τοῦτο λέγων, ὅτι τὴν εὐθυμίαν μὴ πρόφασιν κτήσησθε ῥᾳθυμίας, ἀλλὰ εὐχαριστίας ὑπόθεσιν πρὸς τὸν δεδωκότα.

Διὰ τοῦτο μαρτυρεῖ μὲν Ἰὼβ ὑπὲρ ἑαυτοῦ λέγων· Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. Ἐπιπλήττει δὲ τῷ φιλογέλωτι τρόπῳ Σολομών· Ἀγαθὸν, φησὶ, θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.

Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφῶν ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων. Τὸ δὲ ἀπρεπὲς καὶ ἄτιμον τῶν εἰς γέλωτα ἐγκειμένων ἐλέγχων, φησί· Φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Πρὸς τί δὲ προσήκει τὸ πάνυ φαιδρὸν καὶ ἱλαρὸν εἰς τὸ σοφὸν ἡσύχιον καὶ σεμνὸν αἰσθήτι.

Καὶ διὰ φόβου καὶ μερίμνης τοῦ ὀφθῆναι Θεῷ περιαιρεῖν τὸ ἄγαν ἱλαρόν. Οἱ γὰρ φαιδρότησιν ἀμέτροις καὶ γελοίοις διαχεόμενοι ἐοίκασιν ἀγνοεῖν τὰ καθ᾽ ἑαυτοὺς, λήθῃ τινὶ βεβαρημένοι τὴν ψυχὴν, καὶ μηδὲ τοῦ Δεσπότου τὴν παρουσίαν προσδοκῶντες. Οὔπω τοῦ Δεσπότου τὴν εὐμένειαν, ὦ ἄνθρωπε, οὔπω τῶν κακῶν βεβαίως ἔχεις τὴν ἀπαλλαγήν· οὐ γινώσκεις τὸ μικρὸν ὕστερον ἐσόμενον, ὅ τι μὲν αὐτὸς ἔσῃ, τί δέ σοι συμβήσεται· εἶτα γελᾷς ἀφροντίστως, καὶ εὐτραπελίζεις, καὶ ἄγεις σεαυτὸν ἀφόβως, δέον ἐγκεῖσθαι ταῖς πρὸς Θεὸν ἱκεσίαις, ἀγωνιᾷν δὲ ὑπὲρ τῶν μελλόντων, καὶ τρέμειν μὲν ὑπὲρ αὑτοῦ μή ποτε τῆς ἀρετῆς ἐκτραπῇς, φροντίζειν δὲ καὶ δεδοικέναι περὶ τῶν ἀπαντησομένων μὴ χαλεπώτερα καὶ μείζονα τῆς σῆς δυνάμεως ἐπέλθοι, τοσούτων καὶ τηλικούτων ἐν μέσῳ πολέμων ἀπειλημμένος; Ἀγῶνα ἐχέτω ἡ ψυχή σου· πολεμοῦσιν ἀοράτως δαίμονες, πολεμοῦσι προφανῶς ἄνθρωποι, πολεμεῖ τὰ τῆς ψυχῆς ἔνδον πάθη, αἱ διὰ σώματος ἐγειρόμεναι ἡδοναὶ, καὶ αἱ περὶ τὸ σῶμα ἔξωθεν συμφοραί.

Τοῖς γὰρ πλησίον οὐ συναλγεῖς, οὐκ ἀσθενεῖς μετὰ τῶν ἀσθενούντων, οὐ κλαίεις μετὰ τῶν κλαιόντων, οὐ δέδοικας περὶ τῶν μὴ βεβαίως περὶ τὴν πίστιν διακειμένων, μὴ μετακινηθῶσι καὶ πέσωσιν· οὐ θρηνεῖς τοὺς πεπτωκότας, οὐ χεῖρα ὀρέγεις τοῖς κειμένοις, οὐκ ἐπιλαμβάνῃ τοῦ γελῶντος ἔνδοθεν στεναγμοῖς, ἐπειδὴ ἐληθάργησε τὴν ἡτοιμασμένην κόλασιν· οὐκ ἀνατρέπει σου τὴν ἄκαιρον τρυφὴν ὁ τοῦ συνεσταλμένου καιροῦ λογισμὸς, οὐχὶ τῆς μελλούσης φοβερᾶς ἡμέρας παρουσία· ἀλλ᾽ ἐκείνους μὲν μεμίμησαι τοὺς μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντας, οἷς ἀντὶ τῆς εὐφροσύνης τὸ οὐαὶ ἠπείλησεν ὁ προφήτης. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐκήρυξα κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν κεφαλῆς, καὶ περίζωσιν σάκκου· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ χαρὰν λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν· καὶ ἀνακεκαλυμμένα εἰσὶ ταῦτα ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνωσιν.

Ἀκούων ταῦτα φοβήθητι καὶ στέναξον· μὴ μιμήσῃ τοὺς φαγόντας καὶ πιόντας, καὶ ἀναστάντας παίζειν· καὶ ἵνα τὸ πικρότερον εἴπω, θυσίαι καὶ τροφαὶ καὶ παίγνια τοῦ πρὸς Θεὸν ληθαργῆσαι φόβου ἐποίησαν, καὶ πρὸς εἰδωλολατρείαν ἐξείλκυσαν. Φοβήθητι μὴ σοῦ γελῶντος ὁ Δεσπότης ὀργίζηται, ὁ τοὺς μὲν κλαίοντας μακαρίσας, τοὺς δὲ γελῶντας ταλανίσας, μὴ τὴν παιγνίαν σου, καὶ τὸν ἐκκεχυμένον γέλωτα ἀφοβίαν περὶ Θεοῦ καὶ λήθην τῶν συμφερόντων ὁ διάβολος εὑρὼν ἐπιβῇ τῇ ψυχῇ σου, καὶ σπείρῃ τὰ ἑαυτοῦ ζιζάνια. Ἦν ὅτε ἄνεσιν εἶχον οἱ καιροὶ μᾶλλον ἐπιτηδείως· ἀλλ᾽ ὅμως καὶ τότε πολὺ παρὰ τοῖς ἁγίοις ἦν τὸ σκυθρωπὸν ἀντὶ τοῦ περιχαροῦς· καί φησιν ὁ ψαλμῳδός· Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, καὶ, Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· κατηφὴς ἐπὶ ταῖς ἁμαρτίαις γινόμενος, καὶ περὶ τῶν συμφορῶν ὀδυρόμενος, καὶ τὰς τῆς Ἱερουσαλὴμ συμφορὰς, κάθηται κλαίων ὁ προφήτης Ἱερεμίας. Καὶ σὺ τοίνυν μὴ καρηβαρίᾳ καὶ μέθῃ χρώμενος καὶ γελοίοις καὶ εὐτραπελίᾳ ἐκδώσῃς σεαυτόν· διὰ τοῦτο γάρ σου καὶ κιθάρα περιῄρηται, καὶ οὔτε τύμπανον ἔχεις ἐν χερσί· καὶ καρδίᾳ μᾶλλον ἢ τῷ στόματι ψάλλειν ὁ Παῦλος ἐδίδασκεν, ὁ πανταχόθεν συστέλλων τὸν ἄνθρωπον ἀπὸ πάσης ἐκλύσεως καὶ διαχύσεως.