Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ χρὴ τὰς παρθένους συνοικεῖν ἀνδράσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η αγγελική πολιτεία της παρθενίας έναντι της εσχατολογικής κατάκρισης της συνοίκησης

Επίκριση της ανατροπής της φυσικής τάξης, προβολή του υψηλού καλέσματος της αφιερωμένης παρθένου και εσχατολογική προειδοποίηση μέσω της παραβολής των δέκα παρθένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 9

Ἀλλ᾽ ἴσως δόξαν ἡγοῦνται αὐτὸ τοῦτο ᾑρηκέναι τοὺς ἄνδρας. Ἀλλ᾽ οὗτός ἐστιν ὁ πολὺς γέλως, καὶ ᾧ μάλιστα αἱ ἑταιριζόμεναι ἐγκαλλωπίζονται μόναι. Οὐ γὰρ δὴ γυναικῶν ἐλευθέρων οὐδὲ σωφρόνων τὸ τούτοις ἐναβρύνεσθαι τοῖς δικτύοις. Ἐπεὶ καὶ αὕτη πάλιν ἑτέρα ἀτιμίας ὑπόθεσις, καὶ ὅσῳπερ ἂν κρατῶσι τῶν ἀνδρῶν, καὶ χαλεπώτερα ἐπιτάττωσι, τοσούτῳ μᾶλλον ἑαυτὰς καταισχύνουσι μετ᾽ ἐκείνων. Οὐδὲ γὰρ ἡ δουλουμένη τοὺς ἄνδρας γυνὴ, ἀλλ᾽ ἡ αἰδουμένη αὕτη πᾶσίν ἐστιν αἰδέσιμός τε καὶ ἐπίσημος. Εἰ δὲ οὐκ ἀνέχοιντο τῶν ῥημάτων τῶν ἡμετέρων, ὁ τοῦ Θεοῦ νόμος αὐτὰς ἐπιστομίσαι δυνήσεται, λέγων οὕτως· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ.» Καὶ ἑτέρωθεν δὲ εὕροι τις ἂν πολλαχόθεν τοῦτο οὕτω νενομισμένον, καὶ ταύτην ἄνωθεν οὖσαν τὴν τάξιν. Ὥστε ἀσχημοσύνη μεγάλη, ὅταν τὰ ἄνω κάτω γίνηται, κάτω μὲν ἡ κεφαλὴ, τὸ σῶμα δὲ ἄνω. Εἰ δὲ ἐπὶ γάμου τοῦτο αἰσχρὸν, πολλῷ μᾶλλον ἐπὶ ταύτης τῆς συζυγίας, ἔνθα οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι νόμου παράβασίς ἐστι τὸ γινόμενον θείου, ἀλλ᾽ ὅτι πονηροτέραν καὶ τῇ γυναικὶ καὶ ἑαυτῷ περιτίθησι δόξαν. Εἰ γὰρ τὸ συνοικεῖν αἰσχρὸν, πολλῷ δήπου τὸ συνοικοῦσαν δουλοῦσθαι· οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ᾽ ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν.

Ὥστε, εἰ βούλει θαυμάζεσθαι παρ᾽ ἀνδράσι, μηδέν σοι κοινὸν ἔστω πρὸς αὐτούς· πόρρω καὶ συνουσίας καὶ ὄψεως καὶ συνοικήσεως γίνου τῆς ἐκείνων. Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσονται πάντες ὁμοῦ ἅτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως· τότε σε οὐχ οἱ οἰκεῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες, καὶ Ἰουδαῖοι, καὶ πᾶν τὸ τῶν ἀνθρώπων ἀποδέξεται γένος.

Ὥστε εἰ δόξαν ζηλοῖς, ταύτην ὅδευε τὴν ὁδὸν, μὴ τὴν ἐναντίαν· τότε σε οὐκέτι τὴν τοῦ δεῖνος καλέσουσι καὶ τοῦ δεῖνος, ἀλλὰ τὴν τοῦ Χριστοῦ· τούτου δὲ κόσμος ἕτερος ἴσος οὐκ ἄν σοί ποτε γένοιτο παρ᾽ οὐδενός. Ἢ μικρὰ ταῦτα, εἰπέ μοι, καθ᾽ ἑκάστην ᾀδόμενα τὴν ἡμέραν καὶ ἐν ἀγορᾷ καὶ ἐν οἰκίαις καὶ ἐν ἑτέραις πόλεσιν· Ἡ δεῖνα, κόρη τε οὖσα καὶ νέα κομιδῇ καὶ σφόδρα εὐπρόσωπος, πολλοὺς, εἴ γε ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστάτας, οὐκ ἠθέλησεν, ἀλλ᾽ εἵλετο πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, ἢ τὴν τοῦ Χριστοῦ προδοῦναι φιλίαν, καὶ τὸ τῆς σωφροσύνης ἄνθος ἀφανίσαι; Μακαρία καὶ δὶς καὶ τρὶς καὶ πολλάκις· ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθὸν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς ἀσωμάτους δυνάμεις; Ταῦτα καὶ τὰ τοιαῦτα περὶ αὐτῆς πάντες ἐροῦσιν, καὶ εἰς ζῆλον ταῖς ἑαυτῶν θυγατράσι προθήσουσιν· κἂν κοσμίως βιοῦσάν τις προτρέψαι, κἂν διεφθαρμένην σωφρονίσαι βουληθῇ, τὰ ταύτης ἐγκώμια πάλιν ἅπαντες εἰς μέσον οἴσουσιν· οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γένηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες καὶ πάντα πράξαντες ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες.

Καὶ αὕτη μὲν τοσαύτης καὶ πολλῷ πλείονος τῆς εἰρημένης ἀπολαύσεται δόξης· ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας τῶν ἐναντίων ἁπάντων. Καὶ πρῶτον μὲν ὅταν κατηγορῆται παρά τινων ἡ παρθενία μιαρῶν, ἥξουσι μὲν εἰς μνήμην ἀμφότεραι ἐν τοῖς τοιούτοις συλλόγοις, ἀλλ᾽ ἡ μὲν τὰ τῶν ἀπολογουμένων, ἡ δὲ τὰ τῶν κατηγορούντων ἀνοίγουσα στόματα. Ἔπειτα, ὅταν σωφρονισθῆναί τινα καὶ ῥυθμισθῆναι δέῃ, αὕτη μὲν καθάπερ φάρμακον ἐπιστῦφον, καὶ σηπεδόνα ἀναστέλλειν δυνάμενον, εἰς μέσον ἄγεται, καὶ τὸ τοῦ διδασκάλου στόμα κοσμεῖ· ἐκείνη δὲ μετὰ τῆς καταισχυνθείσης ἕστηκε, κἂν μὴ παρῇ, κολαζομένη καὶ καταισχυνομένη. Ἀνάγκη γὰρ καθ᾽ ἑκάστην διαμαρτάνουσαν κατηγορεῖσθαι καὶ ταύτην καὶ καταισχύνεσθαι πάλιν. Καὶ ὅπουπερ ἂν περὶ τοῦ πράγματος τούτου γίνηται λόγος, ὥσπερ ἐκείνη μακαρία, οὕτως ἀθλία αὕτη καὶ ταλαίπωρος καὶ πάντα τὰ τοιαῦτα ἀκούσεται· καὶ ὥσπερ ἐκείνην οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες καὶ μηδὲν εὐεργετηθέντες ᾄδουσι καὶ ἀνυμνοῦσιν, οὕτω καὶ ταύτην οἵ τε εἰδότες οἵ τε ἀγνοοῦντες οἵ τε μηδὲν παθόντες κακὸν κακίζουσι καὶ διαβάλλουσιν. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, οὐ παρὰ τῶν γνωρίμων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἀγνώστων, καὶ παρ᾽ αὐτῶν δὲ τῶν ἐχθρῶν ἐπαινοῦνται καὶ θαυμάζονται· οἱ δὲ διεφθαρμένοι καὶ φαῦλοι καὶ παρὰ τῶν φίλων κακίζονται.

Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐστὶ, τὸ τοσαύτην περὶ τὴν ἀρετὴν οἰκειότητα ἡμῖν ἐνθεῖναι, τοσαύτην δὲ περὶ τὴν κακίαν ἀλλοτρίωσιν, ὡς ἐκείνῃ μὲν πάντας ψηφίζεσθαι, καὶ τοὺς μὴ μετιόντας, τὴν δὲ κακίαν καταδικάζειν καὶ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ τοὺς διώκοντας. Ὅθεν δῆλον ὅτι τὰς ἠμελημένας ταύτας οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες ἀποστρέφονται, καὶ μάλιστα πάντων αὐτοὶ οἱ συνοικοῦντες. Κἂν γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖσθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ᾽ ἧς ἑστήκασιν. Τοσοῦτόν ἐστιν ἡ κακία κακόν· καὶ οἱ μάλιστα πάντων θεραπευόμενοι παρ᾽ ὑμῶν, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ καταγινώσκοντες, ἐπειδὴ καὶ μάλιστα πάντων τὰ ὑμέτερα ἴσασιν, εἰς τὰ ἐνδότατα εἰσαχθέντες, καὶ τὰ ἀπόρρητα ὑμῶν ἅπαντα διακωδωνίσαντες.

Καὶ ὅτι μισοῦσι δῆλον ἐκεῖθεν· μυριάκις γὰρ ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλύον ἡ συνήθεια, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή· ἐπεὶ καὶ ἐκείνου τοῦ νοσήματος εὔχονται μὲν ἀπαλλαγῆναι, καὶ μισοῦσιν αὐτὸ πάντες οἱ ἔχοντες, ἥδονται δὲ ὄντες ἐν αὐτῷ, καθάπερ ἐν τούτῳ. Κἂν γὰρ λίαν ἄθλιός τις ᾖ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελῆσαι ἐν ἀσχημοσύνῃ ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν ἐπὶ κακηγορίᾳ καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι κοινὸν, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις. Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρώσκουσα αὐτῶν τὴν διάνοιαν.

Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ᾽ ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἔννοια (τὰ γὰρ τούτων αἰσχρότερα παρίημι)· ὅταν οὖν πάντα ἁπλῶς ἐπὶ τῆς οἰκουμένης ἁπάσης γυμνὰ φαίνηται καὶ τετραχηλισμένα, πόσην ὑποστησόμεθα ἀσχημοσύνην καὶ κόλασιν καὶ τιμωρίαν; Τότε γὰρ, ἂν μὴ παραστῇ λάμπουσα οὕτως ἡμῶν ἡ ψυχὴ, ὡς εἰκὸς τὴν ἁρμοσθεῖσαν ἐκείνῳ τῷ νυμφίῳ, ἂν μὴ πάσης κηλῖδος καὶ ῥύπου καὶ ῥυτίδος ᾖ καθαρὰ, ἀπολεῖται, καὶ τὰ ἔσχατα πείσεται. Καὶ γὰρ ὁ τυχὼν μῶμος ἱκανὸς αὐτὴν ἐκβαλεῖν· εἰ δὲ ὁ τυχὼν μῶμος ἐκβάλλει, ὅταν πολὺς ὁ ῥύπος ᾖ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν τὰ ἕλκη, τίς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης; Εἰ γὰρ ἐνταῦθα οὕτω φαῦλον ὄζει παρὰ πᾶσι καὶ ἀηδὲς τῆς τοιαύτης ὁ βίος, ὡς πάντας αὐτὴν ἀποστρέφεσθαι καὶ φίλους καὶ ἐχθροὺς, πῶς τῶν βασιλικῶν ἐπιβῆναι δυνήσεται προθύρων ἀνακεχρωσμένη βορβόρῳ τοσούτῳ; Οὐχ ὁρᾷς ὅτι οὐδὲ ἐν οἰκίᾳ ἀνδρὸς ἰδιώτου καὶ εὐτελοῦς ἀνάσχοιτό τις ἂν ὗν ἐγκυλισθέντα βορβόρῳ παραδέξασθαι ἔνδον, ἀλλ᾽ ἀπελαύνουσιν καὶ διώκουσιν ἅπαντες, καὶ τὰς θύρας ἀποκλείουσιν, καὶ φεύγουσιν πόρρω;

Εἰ δὲ ἄλογον ζῷον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἅνθρωποι παραδέξασθαι οἴκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνὰς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρὰ, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσαι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν; Αἱ μὴ ἔχουσαι ἔλαιον ἀπεκλείσθησαν τοῦ νυμφῶνος, καὶ πῶς ὑμεῖς προσδοκᾶτε ἐπιβήσεσθαι τῶν ἀδύτων ἐκείνων; Καὶ γὰρ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον τὸ ἁμάρτημα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἴσον σωματικῆς μὴ μεταδοῦναι τροφῆς, καὶ ψυχὰς ἀπολέσαι πολλάς. Ἐκεῖναι μὲν γὰρ τοὺς πενομένους ἠδίκησαν μὲν οὐδὲν, ἐπειδὴ δὲ τῶν ἑαυτῶν αὐτοῖς οὐ μετέδωκαν, οὐδὲ ἀπήλλαξαν πενίας, ταῦτα ἔπαθον· σὺ δὲ καὶ ἠδίκησας καὶ ὦσας, καὶ οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα κατέβλαψας. Εἰ δὲ αἱ μὴ ὠφελοῦσαι τοσαύτην ἔδοσαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης, αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι ἑαυτὰς καὶ τοὺς συνοικοῦντας καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ τοῦ νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν;

Ἆρα ἴστε, ποῖον μεταχειρίζεσθε πρᾶγμα, πρὸς ποῖον ἀγῶνα ἀπεδύσασθε, ποῖον ἐλάχετε πολέμου μέρος, ποίαν ἐκληρώθητε τοῦ στρατοῦ τάξιν; Παρ᾽ αὐτὸν τὸν τοῦ πολέμου στρατηγὸν, μᾶλλον δὲ παρ᾽ αὐτὸν ἐσκήνωσθε τὸν βασιλέα καὶ στρατεύεσθε. Καθάπερ οὖν ἐν τοῖς πολέμοις τὸ στρατόπεδον ἅπαν οὐχ ἕνα χῶρον ἀπολαμβάνει, ἀλλ᾽ οἱ μὲν τὰ κέρατα ἔχουσι τῆς παρατάξεως, οἱ δὲ τὰ μέσα, καὶ οἱ μὲν τὰ ὀπίσω, οἱ δὲ τὸ μέτωπον κατακοσμοῦσι τῆς φάλαγγος, ἄλλοι δὲ ὅπουπερ ἂν ὁ βασιλεὺς φαίνηται, πανταχοῦ μετ᾽ αὐτοῦ φαίνονται καὶ συμπαραθέουσιν· οὕτω δὴ καὶ ὁ τῶν παρθένων χορὸς, οὐδεμίαν ἄλλην ἀλλ᾽ ἢ ταύτην τὴν τάξιν εἴληχεν. Οὐχ οὕτως οἱ τὰ χρυσᾶ φοροῦντες ἱμάτια, καὶ ἐφ᾽ ἵππων χρυσοφορούντων φερόμενοι, καὶ ἀσπίδας βαστάζοντες χρυσᾶς καὶ λιθοκολλήτους, τοῦ βασιλέως τὴν παρουσίαν ἐμφαίνειν ὀφείλουσιν, ὡς ἡ παρθένος τὴν τοῦ Χριστοῦ. Ἐκεῖνοι μὲν γὰρ παρ᾽ αὐτὸ φαίνονται τὸ ὄχημα τὸ βασιλικὸν, αὕτη δὲ καὶ ὄχημα γίνεται βασιλικὸν, καθάπερ τὰ Χερουβὶμ, ἂν ἐθέλῃ, καὶ παρέστηκεν αὐτῷ καθάπερ τὰ Σεραφίμ.

Δεῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν· καὶ ὡς ἂν, εἰ τῶν Χερουβὶμ αὐτῶν ἓν ἐπὶ τῆς γῆς ἐφάνη, πάντας ἀνθρώπους ἐπέστρεφεν, οὕτω καὶ τὴν παρθένον τοὺς ὁρῶντας ἅπαντας εἰς θαῦμα καὶ ἔκπληξιν τῆς ἁγιωσύνης αὐτῆς ἐμβάλλειν δεῖ. Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι᾽ ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ᾽ ἢ τὸν νυμφίον μόνον ὡς παρόντα καὶ φαινόμενον, ἀναχωρῇ δὲ οἴκαδε πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν· γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, καὶ ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα οὕτω ποιῇ, ὡς εἰκὸς ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ, τίς οὐ θαυμάσεται, τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν; τίς δὲ ὅλως τολμήσει προσελθεῖν, τίς δὲ ἅψασθαι πεπυρωμένης ψυχῆς ἄνθρωπος ὤν; Διὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται καὶ ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες.

Ἔχει μὲν γὰρ καὶ αὐτὴ ἡ τοῦ χρυσοῦ φύσις πολλὴν τὴν λαμπηδόνα· ὅταν δὲ καὶ τὴν ἀπὸ τοῦ πυρὸς προσλάβῃ, μεῖζον τὸ θαῦμα γίνεται καὶ φοβερώτερον.