Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ χρὴ τὰς παρθένους συνοικεῖν ἀνδράσιν

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική θεώρηση της ενδυμασίας και αποφυγή του καλλωπισμού

Ερμηνεία του σκοπού των ενδυμάτων ως υπενθύμισης της πτώσης του Αδάμ, με έμφαση στην εσωτερική ωραιότητα της ψυχής και αποδοκιμασία της κοσμικής ματαιοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

Εἰ δὲ ἐπὶ τοῦ σώματος τοῦτο, ὅταν ἐπὶ χρυσῆς συμβαίνῃ τοῦτο ψυχῆς, οὐκέτι ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις ποθεινὸν ἔσται θέαμα. Τί τοίνυν κοσμεῖς ἑαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον; Καὶ γὰρ τὰ ἱμάτια οὐχ ἵνα καλλωπιζώμεθα δέδοται, ἀλλ᾽ ἵνα τὴν ἀπὸ τῆς γυμνότητος αἰσχύνην κρύπτωμεν· οὐχ ἵνα τοιαῦτα ἐνδυώμεθα, ἃ τῶν γυμνῶν μᾶλλον ἡμᾶς καταισχῦναι δυνήσεται.

Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους ἐνέδυσεν ὁ Θεὸς καὶ τὴν ἐκείνου γυναῖκα· καίτοι γε ἐνῆν, εἴπερ ἐβούλετο, καλὰ περιθεῖναι ἱμάτια· ἀλλ᾽ ἄνωθεν ἡμῖν καὶ δι᾽ ἐκείνων δείκνυσιν ὅτι οὐ τρυφῆς ὁ παρὼν καιρὸς, ἀλλὰ τοῦ στένειν καὶ κόπτεσθαι. Εἰ δὲ αὐτὸ τὸ δεηθῆναι περιβολῆς αἰσχύνη καὶ κατάγνωσις, καὶ ἐξ ἁμαρτίας γέγονε, τί τῆς κατηγορίας ἐπιτείνεις τὸ αἴνιγμα; μὴ γὰρ οὐκ ἀρκεῖ δεῖξαι τὴν κατάπτωσιν ἡμῶν αὐτὸ τὸ δεηθῆναι περιβολῆς; τί μείζονα ποιεῖς τὴν διαβολήν; τί τὴν κατηγορίαν αὔξεις, ἐπιτείνουσα τὴν χρείαν;

Δέον γὰρ ὀδύρεσθαι καὶ στένειν καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον, ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἴ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκέπειν αὐτὰ καταστὰς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα.

Διὰ τοῦτο Ἠλίας, διὰ τοῦτο Ἰωάννης ἁπλῆν εἶχον ἐσθῆτα, καὶ δερματίνους χιτῶνας καὶ ἱμάτια τρίχινα περιβαλλόμενοι· ἠπείγοντο γὰρ καὶ ἐπεθύμουν τὸ ἔνδυμα τῆς ἀφθαρσίας λαβεῖν. Σὺ δὲ καὶ τὰς ἐν τῇ σκηνῇ παρατρέχεις γυναῖκας τῇ τῶν ἱματίων περιεργίᾳ, δι᾽ ἐκείνων τοῖς ἀνεπτερωμένοις τῶν νεῶν τιθεῖσα τὰς μηχανάς. Οὐχ οὕτω σὲ κοσμεῖσθαι καὶ καλλωπίζεσθαι βούλεται ὁ νυμφίος, ἀλλ᾽ ἐν τῇ ψυχῇ σου πᾶσαν ἀποκεῖσθαι αὐτοῦ τὴν δόξαν ἐκέλευσε· σὺ δὲ ἐκείνης μὲν ἀμελεῖς, τὸν δὲ πηλὸν καὶ τὴν τέφραν κατακοσμεῖς ποικίλως, καὶ ἐραστὰς ἕλκεις ἀκολάστους, καὶ μοιχοὺς ἐργάζῃ τοὺς ὁρῶντας, ὡς εἰπεῖν, ἅπαντας. Καὶ ὅτι μὲν πολὺ συνάγεις ἐντεῦθεν τὸ πῦρ, οὐδὲ αὐτὴν οἶμαί σε ἀντερεῖν· ὅτι δὲ καὶ ἀδοξία καὶ ὄνειδος ἐντεῦθεν ἕψεται, καὶ τοῦτο πειράσομαι ποιῆσαι φανερὸν ἀπ᾽ αὐτῶν τῶν ἐραστῶν. Ὅταν γὰρ ἡ μὲν τὴν ψυχὴν καλλωπίζουσα τὸν Θεὸν ἔχῃ τοῦ κάλλους ἐραστὴν, σὺ δὲ ἀνθρώπους, μᾶλλον δὲ μηδὲ ἀνθρώπους, ἀλλὰ χοίρους καὶ κύνας, καὶ εἴ τι τούτων ἀλογώτερον, τίς οὕτως ἀνόητος, ὡς σὲ μᾶλλον ἐκείνης κεκοσμῆσθαι φάναι τῆς τὸν Θεὸν εἰς ἐπιθυμίαν ἀγούσης τῆς εὐμορφίας τῆς ἔνδον; Ὥστε ὅσῳ ἂν ἐπιτείνῃς τὴν περιεργίαν, τοσούτῳ γέγονας βδελυκτὴ, καὶ τὸν μὲν Θεὸν ἀποτρέπουσα, τούτους δὲ ἐφελκομένη, καὶ ταύτῃ μειζόνως αἰσχροτέρα φαινομένη καὶ δυσειδής. Πῶς γὰρ οὐ δυσειδὴς ἡ μὴ δυναμένη τὸν Θεὸν ἐπισπάσασθαι;

Εἰ δὲ ἡ καλλωπιζομένη οὕτως ἀηδὴς, ὅταν ᾖ καὶ συνοικοῦντα ἔχουσα, ἐννόησον ὅσον ἐπιτείνει τὸ μῖσος.