Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ χρὴ τὰς παρθένους συνοικεῖν ἀνδράσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η ελευθερία της παρθενίας και η τελική προτροπή προς διόρθωση

Επίκριση της εκούσιας υποδούλωσης στις μέριμνες του βίου και προτροπή προς τις παρθένους να αποστραφούν τη συγκατοίκηση, προσβλέποντας στην αγάπη του ουράνιου Νυμφίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 9

Ἀπήλλαξέν σε τῆς ἐπαχθείας ταύτης ὁ Θεός· τὸ «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει» λέλυταί σοι διὰ τῆς παρθενίας· τί πάλιν ἐπισπᾶσαι τὴν δουλείαν; Ἐλευθέραν σε ἐποίησεν ὁ Χριστὸς, σὺ δὲ σαυτῇ ῥάπτεις πράγματα· ἀμέριμνόν σε ἐποίησε, σὺ δὲ ἐπινοεῖς φροντίδας.

Ἀλλὰ γὰρ ἐπειδὴ μερίμνης ἐμνημόνευσα, εὐκαίρως με ταῦτα λέγοντα εἰσῆλθε τὸ ἀποστολικὸν ἐκεῖνο. Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσιν γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπεν, «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι», ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς. Τί γὰρ βούλεσθε; φησίν· ἀνάπαυσιν, καὶ ἐλευθερίαν; Εἶτα οὐχ ὁρᾶτε τοὐναντίον ἐκβαῖνον, δουλείαν καὶ μόχθους καὶ ταλαιπωρίας πολλὰς ἀπὸ τοῦ συνοικεῖν ἀνδράσιν; Πολλαὶ γοῦν πολλάκις ἀποβαλοῦσαι τοὺς ἄνδρας διὰ τοῦτο οὐκ ἐγήμαντο πάλιν, ἵνα μὴ ὑπὸ ζυγὸν δουλείας ὦσιν. Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινὸν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβηκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσει πάσης. Εἰ δὲ δυσπόριστον τοῦτο εἶναι νομίζεις, ζήτησον σπουδαίως, καὶ πάντως εὑρήσεις· μᾶλλον δὲ οὐδὲ ζητεῖν ἀνάγκη. Ὥσπερ γὰρ τῷ φωτὶ προστρέχομεν ἅπαντες, οὕτως ἂν ἀναλάμψωσί σου τῆς πολιτείας αἱ ἀκτῖνες, πᾶσαι ἐπιδραμοῦνται ἀγαπῶσαι ἑκάστη διακόνου σοι τάξιν ἐπέχειν, καὶ τῆς ἰδίας οἰκίας ἀσφάλειάν σε ἡγήσονται εἶναι καὶ κόσμον τοῦ βίου καὶ στέφανον τῆς ζωῆς, κατὰ τὸν τοῦ Χριστοῦ λόγον· «Ζητεῖτε γὰρ, φησί, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν.»

Νυνὶ δὲ καὶ τοῦ τῶν βιωτικῶν ἐκπίπτειν ἡμεῖς αἴτιοι, τῶν οὐρανίων ἀμελοῦντες πραγμάτων. Ἡμεῖς δὲ ὅταν εἴπω, οὐκ ἄνδρας λέγω μόνον, ἀλλὰ καὶ ὑμᾶς, καὶ ὑμᾶς μᾶλλον ἢ ἄνδρας, ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο χαλεπωτέραν ἐδέξατο τιμωρίαν ἡ γυνὴ, ἐπειδὴ καὶ τὸ πλέον τῆς ἀπάτης εἰσήνεγκεν· διὸ καὶ τὴν ἀπατήσασαν τοῦ ἀπατηθέντος μᾶλλον ἐκόλασεν ὁ Θεός. ὃ καὶ νῦν ἔσται, ἂν μὴ βουληθῆτε διορθώσασθαι καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν εὐγένειαν. Διὰ γάρ τοι τοῦτο καὶ ἡ γυνὴ τότε ἐγκαλουμένη, ὅτι τῷ ἀνδρὶ ἔδωκεν ἐκ τοῦ καρποῦ, οὐκ ἐτόλμησεν εἰπεῖν ὅτι· «Ἐχρῆν μὲν αὐτὸν ἄνδρα ὄντα μὴ πεισθῆναι, μηδὲ ἀπατηθῆναι», ἀλλὰ ταύτην μὲν ὡς οὐδὲ οὖσαν ἀπολογίαν ἐσίγησεν, ἐφ᾽ ἑτέραν δὲ ἦλθεν, ἀσθενῆ μὲν καὶ αὐτὴν πλὴν ἀλλ᾽ ὅμως παρὰ ταύτην μᾶλλον ἔχουσαν λόγον. Ὅθεν δῆλον ὅτι μᾶλλον τοῖς ἠπατημένοις ἔξεστι προβαλέσθαι τοὺς ἀπατεῶνας, ἢ ἐκείνοις τοὺς ἠπατημένους. Ἡ πόρνη καλεῖ τὸν ὑβρίζοντα αὐτῆς τὸ σῶμα, καὶ συγκατακλίνασα πάλιν ἀφίησιν, σὺ δὲ τὸν ὑβρίζοντά σου τὴν ψυχὴν καὶ φθείροντα καλέσασα, κατακλείεις ἔνδον διὰ παντὸς, καὶ οὐ συγχωρεῖς ἐξιέναι, δεσμὰ περιβάλλουσα χαλεπὰ τῇ κολακείᾳ, τῇ θεραπείᾳ, ταῖς ἄλλαις ἴυγξιν, καὶ ἡγῇ καὶ δοξάζεσθαι, καταισχύνουσα σαυτήν; Εἶτα οὐκ ἐννοεῖς, εἰπέ μοι, τὸν παρόντα βίον, πῶς βραχὺς, πῶς ὀνείρασι προσέοικε, καὶ ἄνθεσι μαραινομένοις, καὶ σκιᾷ παρατρεχούσῃ;

Τί βούλει τρυφήσασα νῦν ἐν ὀνείρατι, κολάζεσθαι ἐν ἀληθείᾳ τότε;

Καίτοι γε οὐδὲ τρυφὴ τὸ πρᾶγμά ἐστιν· πῶς γάρ, ὅπου κατάγνωσις καὶ κατηγορίαι καὶ σκώμματα καὶ λοιδορίαι καὶ σκάνδαλα; Πλὴν ἀλλ᾽ εἰ καὶ τρυφὴ ἦν, τί σταγὼν ὕδατος μικρὰ πρὸς ἄπειρον πέλαγος; «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου», πρὸς τὴν οἰκουμένην ποτὲ κακῶς διακειμένην ἔλεγεν ὁ Δαυίδ. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐπᾴδομέν σοι, τὸ ῥῆμα μικρὸν παραλλάξαντες τοῦ προφήτου, καὶ ἐροῦμεν μετὰ τοῦ προφήτου· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς συνηθείας, καὶ τῶν ἐπὶ κακῷ συνοικούντων, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Τί σοι τούτου πλέον, τί δὲ ἴσον ἔχοιμεν ἂν εἰπεῖν, ἀλλ᾽ ἢ ὅταν τὸν οὐρανοῦ καὶ γῆς, καὶ ἀγγέλων τε καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων Δεσπότην ἐραστὴν λάβῃς, ἀπαλλαγεῖσα τούτων τῶν εὐτελῶν ὁμοδούλων καὶ καταισχυνόντων σου τὴν εὐγένειαν; Διὸ δὴ καὶ ἐνταῦθα καταλῦσαι τὸν λόγον καλόν· οὐδὲν γὰρ ἴσον εἰπεῖν ταύτης ἔχομεν τῆς τιμῆς.

Εἰ γὰρ Βασιλέα τῶν ἐπὶ γῆς λαβοῦσά τις νυμφίον, πάντων ἡγεῖται ἑαυτὴν εἶναι μακαριωτέραν, σὺ δὲ οὐ τὸν ἐπὶ γῆς, οὐδὲ τὸν ὁμόδουλον, ἀλλὰ τὸν ἐν τοῖς οὐρανοῖς, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τὸν ἐπάνω τῶν Χερουβὶμ καθήμενον, τὸν σείοντα τὴν γῆν, τὸν ἐκτείναντα τὸν οὐρανὸν, τὸν φοβερὸν μὲν τοῖς Χερουβὶμ, ἀπρόσιτον δὲ τοῖς Σεραφὶμ, οὐχὶ νυμφίον ἔχουσα μόνον, ἀλλὰ καὶ ἐραστὴν, καὶ ἐραστὴν παντὸς ἀνθρώπου σφοδρότερον, πῶς οὐ πάντα ἀφήσεις τὰ ἐνταῦθα, εἰ καὶ αὐτὴν δέοι προέσθαι τὴν ψυχήν; Ἐπεὶ οὖν τοῦτο ἀρκεῖ τὸ ῥῆμα μόνον καὶ τὸν μολύβδου παντὸς βαρύτερον ὀρθῶσαι, καὶ πρὸς τὰς ἄνω πτερῶσαι διατριβὰς, καὶ ἡμεῖς ἐνταῦθα καταλύομεν, καὶ σοὶ παραινοῦμεν; καθάπερ τινὰ θείαν ταύτην ἐπᾴδειν τὴν ἐπῳδὴν καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ὁδῷ καὶ ἐν θαλάμῳ, καὶ διὰ φωνῆς καὶ κατὰ διάνοιαν, καὶ συνεχῶς ἐπιλέγειν τῇ ψυχῇ· Ἄκουσον, ψυχή μου, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς σου συνηθείας, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου· κἂν τοῦτο ἐπιλέγῃς διηνεκῶς τὸ ῥῆμα, χρυσοῦ παντὸς καθαρωτέραν ἐργάσῃ τὴν ψυχὴν, πυρὸς σφοδρότερον τῆς λέξεως ταύτης τοῖς τῆς διανοίας ἐμπνεούσης λογισμοῖς, καὶ πᾶσαν ἐκκαθαιρούσης σου κηλῖδα. [