Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐδεὶς ἀδικεῖται εἰ μὴ ἀφ’ ἑαυτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα του πλούτου και η τυραννία της φιλαργυρίας

Εξέταση της φθοροποιού φύσης των κοσμικών ηδονών και του πλούτου, της υπεροχής της εγκράτειας έναντι της πολυφαγίας, και της πραγματικής τιμής που εδράζεται στην αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Ἀλλ᾽ ἑτέρως ἀδικοῦμαι, φησί, καὶ μὴ βλασφημήσω; τὰ χρήματα ἀφαιρεθείς, ἄχρηστος γίνομαι πρὸς τὴν ἐλεημοσύνην, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα. Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ᾽ οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας. Ὥστε οὐδὲ ἐνταῦθα ἠδίκησαι ἀλλὰ καὶ μειζόνως ἐκέρδανας, δι᾽ ὀλίγης εἰσφορᾶς τῶν τὰ πολλὰ καταθέντων λαμπροτέρους λαβὼν τοὺς στεφάνους.

Ἀλλ᾽ ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι, — τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου—οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ᾽ οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν.

Τοιοῦτον γὰρ ἡ τοιαύτη ζωή, ἡ τρυφαῖς καὶ πλούτῳ καὶ δυναστείαις προσέχουσα· τὸ αἰσχρὸν καὶ δυσειδὲς καὶ πολλῆς βδελυγμίας γέμον, τὸ ἀηδὲς καὶ φορτικὸν καὶ πικρίας ἐμπεπλησμένον. Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινὸς αὐτοῖς καὶ περισπούδαστός ἐστι. Καὶ μυρίων γέμων κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων καὶ φόνων καὶ φόβων καὶ τρόμων καὶ φθόνου καὶ βασκανίας καὶ ἐπιβουλῆς καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ᾽ ἢ κόλασιν καὶ τιμωρίαν καὶ τὸ διηνεκῶς βασανίζεσθαι, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος. Ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ πρὸς μὲν τὰ ἀθύρματα κέχηνε καὶ ἐπτόηται, τῶν δὲ τελείοις ἀνδράσι πρεπόντων πραγμάτων οὐδὲ αἴσθησιν λαβεῖν δύναιτ᾽ ἄν. Ἀλλ᾽ ἐκείνοις μὲν συγγνώμη διὰ τὸ τῆς ἡλικίας ἄωρον· οὗτοι δὲ ἀπολογίας ἐκβέβληνται, ἐν ἡλικίᾳ τελείᾳ παιδικὴν ἔχοντες γνώμην, κἀκείνων ἀνοητότερον διακείμενοι.

Διὰ τί γὰρ ζηλωτὸς ὁ πλοῦτος; εἰπέ μοι· καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι. Καὶ πρὸς αὐτὰς ἀνέβη λοιπὸν τὰς νεφέλας ἡ πυρὰ καὶ γῆν καὶ θάλατταν ἡ κάμινος αὕτη κατέλαβε καὶ ὁ μὲν σβεννύων τὴν φλόγα ταύτην οὐδείς· οἱ δὲ ἀνακαίοντες, ἅπαντες αὐτοί τε οἱ ἁλόντες ἤδη, οἵ τε μηδέπω ἁλόντες, ἵνα ἁλῶσι. Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι᾽ ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας. Ἀπὸ γὰρ τούτων ἀνάπτεσθαι πέφυκεν αὕτη τῆς φλογὸς ἡ φύσις. Οἵ τε γὰρ πλουτοῦντες οὐδαμοῦ τῆς ἀτόπου ταύτης ἵστανται ἐπιθυμίας, κἂν ἅπασαν περιβάλωνται τὴν οἰκουμένην· οἵ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς. Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς. Καὶ οὔτε φιλίας λόγος, οὔτε συγγενείας.

Τί λέγω φιλίας καὶ συγγενείας; οὐ γυναικὸς καὶ παίδων, οὗ τί γένοιτ᾽ ἂν ἀνδράσι ποθεινότερον; ἀλλὰ πάντα χαμαὶ ἔρριπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς.

Καὶ γὰρ, ὡς δέσποινα τούτων ἀπάνθρωπος καὶ ὡς τύραννος ἀπηνὴς καὶ ὡς βάρβαρος ὠμὴ καὶ ὡς πόρνη πάνδημος καὶ πολυτελής, καταισχύνει καὶ κατατείνει καὶ μυρίοις κολάζει κινδύνοις τε καὶ τιμωρίαις τοὺς ἑλομένους δουλεύειν αὐτῇ· καὶ φοβερά τις οὖσα καὶ ἀμείλικτος, ἀγρία καὶ ἀπηνὴς καὶ πρόσωπον ἔχουσα βαρβαρικόν, μᾶλλον δὲ θηριῶδες καὶ λύκου καὶ λέοντος ἀγριώτερον, προσηνής τις εἶναι δοκεῖ καὶ ποθεινὴ καὶ μέλιτος γλυκυτέρα τοῖς αἰχμαλωτισθεῖσιν ὑπ᾽ αὐτῆς. Ξίφος καὶ ὅπλα καθ᾽ ἑκάστην κατ᾽ αὐτῶν χαλκεύουσα τὴν ἡμέραν καὶ βάραθρα ἀνορύττουσα καὶ ἐπὶ κρημνοὺς ἄγουσα καὶ σκοπέλους καὶ μυρία αὐτοῖς πλέκουσα κολάσεως δίκτυα, ζηλωτοὺς αὐτοὺς νομίζεται ποιεῖν τοῖς τε ἑαλωκόσιν αὐτοῖς, τοῖς τε ἐπιθυμοῦσιν ἁλῶναι.

Καὶ καθάπερ ὗς ἀμάρᾳ καὶ βορβόρῳ ἐγκαλινδουμένη ἥδεται καὶ τρυφᾷ καὶ κάνθαροι κόπρον συνεχῶς ἀνελίττοντες, οὕτω δὴ καὶ οἱ τῇ φιλαργυρίᾳ ἁλόντες τῶν ζῴων τούτων εἰσὶν ἀθλιώτεροι. Καὶ γὰρ μείζων ἡ ἐνταῦθα βδελυγμία, καὶ ὁ βόρβορος δυσωδέστερος. Ἐνδιατρίβοντες γὰρ τῷ πάθει, πολλὴν νομίζουσιν ἡδονὴν ἐντεῦθεν καρποῦσθαι· ὅπερ οὐ τῆς φύσεως τοῦ πράγματός ἐστιν, ἀλλὰ τῆς τὴν τοιαύτην ἀλογίαν νοσούσης διανοίας.

Πῶς οὖν ἂν ἰασαίμεθα τοὺς οὕτω διακειμένους; Εἰ βουληθεῖεν ἀνοῖξαι τὰς ἀκοὰς καὶ ἁπλῶσαι τὴν διάνοιαν καὶ δέξασθαι τὰ λεγόμενα. Τὰ μὲν γὰρ ἄλογα μεταθεῖναι τῆς ἀκαθάρτου διατριβῆς οὐκ ἔνι· λογισμοῦ γάρ ἐστιν ἔρημα· τὸ δὲ ἡμερώτατον τοῦτο γένος καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη ῥᾳδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης.

Διὰ τί γὰρ ὁ πλοῦτος, ἄνθρωπε, περισπούδαστος εἶναί σοι δοκεῖ; διὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν; διὰ τὴν τιμὴν καὶ τὴν δορυφορίαν τὴν ἀπὸ τῶν θεραπευόντων; διὰ τὸ δύνασθαι τοὺς λυποῦντας ἀμύνασθαι καὶ πᾶσι εἶναι φοβερόν; Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ᾽ ἢ ἡδονὴν καὶ κολακείαν καὶ φόβον καὶ τιμωρίαν. Οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ποιεῖν εἴωθεν, οὐ χρηστόν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττονα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον· οὐ μετριάζειν παιδεύει, οὐ συνεστάλθαι διδάσκει, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγει καὶ καταφυτεύει. Οὐδ᾽ ἂν ἔχοις εἰπεῖν διὰ τί τούτων περισπούδαστος ἐστί σοι καὶ ποθεινὸς οὗτος. Οὐ γὰρ δὴ μόνον οὐδὲν οἶδε μεταφυτεύειν ἢ γεωργεῖν τῶν ἀγαθῶν, ἀλλὰ κἂν ἀποκείμενα εὕρῃ, λυμαίνεται καὶ κωλύει καὶ καταμαραίνει· ἔνια δὲ καὶ ἀνασπᾷ καὶ τὰ ἐναντία τούτων ἐπεισάγει, ἀκολασίαν ἄμετρον, θυμὸν ἄκαιρον, ὀργὴν ἄδικον, ἀπόνοιαν, ὑπερηφανίαν, ἄνοιαν. Ἀλλὰ μὴ εἴπω περὶ τούτων· οἱ γὰρ τῇ νόσῳ ταύτῃ ἑαλωκότες οὐκ ἂν ἀνασχοῖντο περὶ ἀρετῆς καὶ κακίας ἀκούοντες, τῆς ἡδονῆς ὄντες ὅλοι καὶ διὰ τοῦτο αὐτῆς γινόμενοι δοῦλοι, κατηγορουμένων αὐτῶν ὁμοῦ καὶ ἐλεγχομένων ἰδεῖν.

Φέρε οὖν τέως τὸν περὶ τούτων λόγον ἀφέντες, τὰ λοιπὰ εἰς μέσον ἀγάγωμεν καὶ ἴδωμεν εἴ τινα ἡδονὴν ὁ πλοῦτος ἔχει, εἴ τινα τιμήν. Τοὐναντίον γὰρ ἅπαν ὁρῶ καί, εἰ βούλεσθε, πρῶτον τὰς τραπέζας τῶν πλουτούντων καὶ πενομένων ἐξετάσωμεν καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονήν· οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες καὶ τὴν γαστέρα διαρρηγνύντες καὶ τὰς αἰσθήσεις πηροῦντες καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν καὶ, καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος, κατακλύζοντες αὐτὴν καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα, ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι;

ἢ οἱ νήφοντες καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες καὶ ἐξ οὐρίας πλέοντες καὶ μέγιστον ἥδυσμα τὸ πεινῆν καὶ διψῆν ἔχοντες ἐπί τε τῶν σιτίων, ἐπί τε τῶν ποτῶν;

Οὐδὲν γὰρ οὕτω καὶ ἡδονὴν καὶ ὑγίειαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα τῶν προκειμένων ἅπτεσθαι καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην καὶ μὴ ὑπερβαίνειν ταύτης τὰ σκάμματα, μηδὲ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.

Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ, κατάμαθε τὰ ἑκατέρων σώματα καὶ τὴν ἑκάστου ψυχήν. Οὐχὶ τὰ μὲν τῶν διαιτωμένων συμμέτρως—μὴ γάρ μοι τὸ σπανιάκις συμβαῖνον εἴπῃς, καὶ εἴ τινες ἀσθενεῖς εἶεν ἐκ περιστάσεως ἑτέρας τινός, ἀλλ᾽ ἀπὸ τῶν ἀεὶ καὶ συνεχῶς συμβαινόντων τὰς ψήφους λάμβανε—οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα καὶ τετρανωμέναι αἱ αἰσθήσεις, τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας· ἐκείνων δὲ πλαδαρὰ καὶ παντὸς κηροῦ μαλακώτερα καὶ ἑσμῷ νοσημάτων πολιορκούμενα; Καὶ γὰρ καὶ ποδάγραι ταχέως αὐτοῖς ἐφίπτανται καὶ τρόμος ἄκαιρος καὶ γῆρας ἄωρον καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πηρώσεις καὶ ὀρέξεως ἀναίρεσις καὶ διηνεκῶν δέονται ἰατρῶν καὶ συνεχῶν τῶν φαρμάκων καὶ καθημερινῆς τῆς θεραπείας. Ταῦτα οὖν ἡδονῆς; εἰπέ μοι. Καὶ τίς ἂν εἴποι τῶν εἰδότων ὅ τι ποτέ ἐστιν ἡδονή; Ἡδονὴ γὰρ γίνεται τότε, ὅταν ἐπιθυμίας ἡγουμένης ἀπολαύσῃς, ἐπεὶ ἐὰν ἀπόλαυσις μὲν ᾖ, ἐπιθυμία δὲ μηδαμοῦ φαίνηται, τὰ τῆς ἡδονῆς οἴχεται καὶ ἠφάνισται. Διά τοι τοῦτο καὶ οἱ νοσοῦντες καίτοι σιτίων περισπουδάστων αὐτοῖς προκειμένων, ναυτιῶντες καὶ ἐνοχλεῖσθαι δοκοῦντες, οὕτως αὐτῶν ἀπογεύονται, ἐπειδὴ ἐπιθυμία οὐκ ἔστιν, ἡ τὴν ἀπόλαυσιν ἡδίστην ποιοῦσα.

Οὔτε γὰρ ἡ τῶν σιτίων φύσις, οὔτε ἡ τῶν ποτῶν, ἀλλ᾽ ἡ τῶν ἑστιωμένων ὄρεξις τὴν ἐπιθυμίαν τίκτειν εἴωθε καὶ τὴν ἡδονὴν ἐργάζεσθαι πέφυκε. Διὰ τοῦτο καί τις σοφὸς ἀνὴρ τὰ περὶ τῆς ἡδονῆς ἀκριβῶς εἰδὼς καὶ φιλοσοφεῖν περὶ τούτων ἐπιστάμενος, ἔλεγε· «Ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει» δεικνὺς ὅτι οὐκ ἐν τῇ φύσει τῆς τραπέζης, ἀλλ᾽ ἐν τῇ διαθέσει τῶν ἑστιωμένων τὰ τῆς ἡδονῆς ἕστηκε. Διὰ τοῦτο καὶ ὁ προφήτης τὰ ἐν Αἰγύπτῳ θαύματα καὶ τὰ ἐν τῇ ἐρήμῳ καταλέγων, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἴρηκεν ὅτι «ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς», καίτοι γε οὐδαμοῦ μέλι φαίνεται πέτρα αὐτοῖς ἀναβλύσασα. Τί οὖν ἐστι τὸ εἰρημένον;

Ἐπειδὴ πολλῷ κατειργασμένοι τῷ καμάτῳ καὶ τῇ ὁδοιπορίᾳ καὶ σφοδρῷ κατεχόμενοι τῷ δίψει, ψυχροῖς τοῖς νάμασι προσέπιπτον, ἀντὶ ἡδύσματος μεγάλου τὸ διψῆν ἔχοντες, τὴν ἡδονὴν τῶν ναμάτων ἐκείνων παραστῆναι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως εἰς μέλι μεταβληθείσης, ἀλλ᾽ ὡς τῆς ἡδονῆς τοῦ ὕδατος ἁμιλλωμένης ἐκείνῃ τῇ γλυκύτητι διὰ τὸ διψῶντας προσπεσεῖν τοὺς ἀπολελαυκότας αὐτοῦ. Ὅταν τοίνυν ταῦτα τοῦτον ἔχῃ τὸν τρόπον καὶ μηδεὶς ἀντιλέγειν δύνηται, κἂν σφόδρα ἀναίσθητος ᾖ, οὐκ εὔδηλον ὅτι παρὰ ταῖς τῶν πενήτων τραπέζαις ἡ καθαρὰ καὶ εἰλικρινὴς καὶ σφόδρα ἡδονή, ἐν δὲ ταῖς τῶν πλουσίων ἀηδία καὶ βδελυγμία καὶ μολυσμός;

Καί, καθὼς εἶπεν ὁ σοφὸς ἐκεῖνος ἀνήρ, «καὶ τὰ ἡδέα παρενοχλεῖν δοκεῖ». Ἀλλὰ τιμᾶσθαι παρασκευάζει τοὺς ἔχοντας ὁ πλοῦτος, φησί, καὶ ἐχθροὺς ἀμύνασθαι μετ᾽ εὐκολίας. Διὰ τοῦτο οὖν εἰπέ μοι, ποθεινὸς ὑμῖν καὶ περιμάχητος εἶναι δοκεῖ ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον ἐξάγων καὶ τῆς δοξομανίας τοὺς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων καὶ πρὸς ἀπόνοιαν ἀλείφων τε καὶ διεγείρων;

Διὰ ταῦτα μὲν οὖν μάλιστα ἀμεταστρεπτὶ φεύγειν αὐτὸν χρή, ὅτι θήρια τινὰ ἄγρια καὶ χαλεπὰ εἰς τὴν διάνοιαν εἰσοικίζει τὴν ἡμετέραν, τῆς μὲν ὄντως τιμῆς τῆς παρὰ πάντων ἀποστερῶν, τὴν δὲ ἐναντίαν ἐκείνην τοῖς ἐκείνης χρώμασιν ἀναχρωννὺς καὶ οὕτω προσάγων τοῖς ἠπατημένοις καὶ πείθων ταύτην ἐκείνην εἶναι νομίζειν οὐκ οὖσαν τῇ φύσει, ἀλλὰ τῇ ὄψει δοκοῦσαν εἶναι. Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀποστέρηται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ δοκεῖν εἶναι ποιεῖ παρὰ τοῖς ἠπατημένοις, οὕτω δὴ καὶ ὁ πλοῦτος τὴν κολακείαν βιαζόμενος τιμὴν δεικνύει.

Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς—αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί—ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν. Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθεν ποιεῖν ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην.

Ἀλλ᾽ ἀμύνασθαι βούλει τοὺς λελυπηκότας; Καὶ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, καθάπερ ἔφθην εἰπών, φευκτὸς ὁ πλοῦτος. Κατὰ γὰρ σαυτοῦ τὸ ξίφος ὠθεῖν σε παρασκευάζεται καὶ βαρυτέρας τὰς ἐν τῷ μέλλοντί σοι καθίστησιν εὐθύνας καὶ ἀφορήτους ποιεῖ τὰς τιμωρίας. Τοσοῦτον γὰρ κακὸν τὸ ἀμύνασθαι, ὅτι καὶ θεοῦ φιλανθρωπίαν ἀνεκαλέσατο καὶ δοθεῖσαν ἤδη ἁμαρτημάτων ἀπείρων συγχώρησιν ἠκύρωσεν. Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ᾽ ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι, καθ᾽ ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε. Καὶ δι᾽ ἕτερον μὲν οὐδέν, διὰ τοῦτο δὲ μόνον καὶ τοῖς βασανισταῖς παρεδίδοτο καὶ ἐστρεβλοῦτο καὶ τὰ μυρία τάλαντα ἀπαιτεῖσθαι ἐκελεύετο καὶ συγγνώμης οὐδεμιᾶς οὐδὲ ἀπολογίας ἀπέλαυεν· ἀλλὰ τὰ ἀνήκεστα ἔπασχε, κελευσθεὶς ἅπαν καταθεῖναι τὸ χρέος, ὃ προλαβοῦσα ἡ τοῦ θεοῦ φιλανθρωπία συνεχώρησε. Διὰ τοῦτο οὖν, εἰπέ μοι, ὁ πλοῦτός σοι περισπούδαστος, ὅτι σε εἰς τοιαύτην ἁμαρτίαν μετ᾽ εὐκολίας ἐξάγει; καὶ μὴν διὰ τοῦτο αὐτὸν ὡς ἐχθρὸν καὶ πολέμιον καὶ μυρίων γέμοντα φόνων, ἀποστρέφεσθαι δεῖ.