Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐδεὶς ἀδικεῖται εἰ μὴ ἀφ’ ἑαυτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η ευθύνη της προαίρεσης και η πνευματική ωφέλεια των θλίψεων

Αντιπαραβολή βιβλικών προσώπων, όπως ο Ιώβ, ο Αδάμ και οι Απόστολοι, για να καταδειχθεί ότι οι εξωτερικές δοκιμασίες δεν βλάπτουν τον δίκαιο, ενώ οι θείες τιμωρίες επιβάλλονται εξαιτίας της ανθρώπινης κακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

Ἀλλ᾽ ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον—οὐ γὰρ οὕτως διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα— καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν—οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον· «Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι», καὶ πολλοὺς ἀπέτεινον κατ᾽ αὐτοῦ κατηγορίας λόγους—καὶ οὐχὶ τῆς πόλεως ἐξέβαλε μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν καὶ οἰκίαν αὐτῷ καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι᾽ ὧν ἐπεβούλευσεν ἀπέφηνεν. Ὁ δὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο καίτοι τοιαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο· καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.

Εἰ δὲ ὁ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων ὅτι «Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψε»; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα καὶ πάντα ἀφεὶς τὰ βέλη καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν ἀλλά, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε, πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ᾽ αὐτῶν, ἀλλ᾽ οὐχ ὡς οἴκοθεν ἠδικημένοι;

Τί οὖν; φησίν· τὸν Ἀδὰμ οὐκ ἠδίκησε καὶ ὑπεσκέλισε καὶ ἐξέβαλε τοῦ παραδείσου; Οὐχ οὗτος ἀλλ᾽ ἡ τοῦ ἀδικηθέντος ῥᾳθυμία καὶ τὸ μὴ νήφειν μηδὲ ἐγρηγορέναι. Ὁ γὰρ τοιαῦτα καὶ τοσαῦτα προσαγαγὼν μηχανήματα καὶ τὸν Ἰὼβ κατενεγκεῖν μὴ δυνηθείς, πῶς ἂν ἐξ ἐλαττόνων ἐκράτησε τοῦ Ἀδάμ, εἰ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτὸν προέδωκεν ἐκεῖνος; Τί οὖν; ὁ συκοφάνταις περιπεσὼν καὶ δημευθεὶς τὴν οὐσίαν οὐκ ἠδίκηται, καὶ τὰ ὄντα πάντα ἀφαιρεθεὶς καὶ πατρῴων ἐκπεσὼν καὶ πενίᾳ παλαίων ἐσχάτῃ; Οὐκ ἠδίκηται, ἀλλὰ καὶ ἐκέρδανεν, ἐὰν νήφῃ.

Τί γάρ, εἰπέ μοι, τοῦτο παρέβλαψε τοὺς ἀποστόλους; οὐ λιμῷ καὶ δίψει καὶ γυμνότητι συνεχῶς ἐπάλαιον; Καὶ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο καὶ σφόδρα ἦσαν λαμπροὶ καὶ ἐπίσημοι καὶ πολλὴν παρὰ τοῦ θεοῦ τὴν βοήθειαν ἐπεσπάσαντο.

Τί δὲ τὸν Λάζαρον ἡ νόσος καὶ τὰ ἕλκη καὶ ἡ πενία καὶ ἡ ἐρημία τῶν προστησομένων παρέβλαψεν; οὐκ ἐντεῦθεν αὐτῷ μειζόνως ἐπλάκησαν οἱ στέφανοι; Τί δὲ τὸν Ἰωσὴφ τὸ πονηρὰν δόξαν κτήσασθαι ἐπὶ τῆς οἰκείας καὶ ἐπὶ τῆς ἀλλοτρίας; Καὶ γὰρ καὶ μοιχὸς καὶ ἑταιρικὸς εἶναι ἐνομίζετο.

Τί δὲ ἡ δουλεία; τί δὲ τὸ τῆς πατρίδος ἐκπεσεῖν; Οὐ διὰ ταῦτα αὐτὸν μάλιστα θαυμάζομεν καὶ ἐκπληττόμεθα; Καὶ τί λέγω τὴν εἰς τὴν ὑπερορίαν μετάστασιν καὶ πενίαν καὶ πονηρὰν δόξαν καὶ δουλείαν; Αὐτὸς γὰρ ὁ θάνατος τί τὸν Ἄβελ παρέβλαψε, καὶ βίαιος καὶ ἄωρος γενόμενος καὶ ὑπὸ χειρὸς ἀδελφικῆς τολμηθείς; Οὐ διὰ τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται; Ὁρᾷς πῶς πλέον ἤπερ ὑπέσχετο ὁ λόγος ἀπέδειξε; Οὐ γὰρ δὴ μόνον οὐδένα παρ᾽ οὐδενὸς ἀδικούμενον ἀπέφηνεν, ἀλλὰ καὶ μειζόνως κερδαίνοντας τοὺς ἑαυτοῖς προσέχοντας. «Τίνος οὖν ἕνεκεν τιμωρίαι καὶ κολάσεις; φησί· τίνος ἕνεκεν γέεννα; τίνος ἕνεκεν ἀπειλαὶ τοσαῦται, εἰ μηδεὶς μήτε ἀδικεῖται, μήτε ἀδικεῖ»; Τί συγχέεις τὸν λόγον; οὐδὲ γὰρ εἶπον ὅτι οὐδεὶς ἀδικεῖ, ἀλλ᾽ ὅτι οὐδεὶς ἀδικεῖται.

Καὶ πῶς ἔνι, φησίν, ἀδικούντων πολλῶν μὴ ἀδικεῖσθαι; οὕτως ὡς ἐδίδαξα νῦν. Ἐπεὶ καὶ τὸν Ἰωσὴφ ἠδίκησαν μὲν οἱ ἀδελφοί, αὐτὸς δὲ οὐκ ἠδικήθη καὶ τῷ Ἄβελ ἐπεβούλευσε μὲν ὁ Κάιν, αὐτὸς δὲ οὐκ ἐπεβουλεύθη, διὰ τοῦτο τιμωρίαι καὶ κολάσεις. Οὐδὲ γὰρ διὰ τὴν τῶν πασχόντων ἀρετὴν ἀναιρεῖ τὰς τιμωρίας ὁ θεός, ἀλλὰ διὰ τὴν κακίαν τῶν πονηρευομένων τίθησι τὰς κολάσεις. Εἰ γὰρ καὶ λαμπρότεροι οἱ πάσχοντες κακῶς ἀπὸ τῶν ἐπιβούλων γίνονται, ἀλλ᾽ οὐ τῆς γνώμης τοῦτο τῶν ἐπιβουλευόντων ἐστί. Διὰ τοῦτο τοῖς μὲν τῆς φιλοσοφίας τὰ βραβεῖα, ἐκείνοις δὲ τῆς πονηρίας αἱ τιμωρίαι εὐτρεπίζονται καὶ παρασκευάζονται.

Ἀφῃρέθης τὰ χρήματα; λέγε· «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.» Καὶ προστίθει τὸ ἀποστολικόν· «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Ἤκουσας κακῶς καὶ μυρίαις σέ τινες ἔπλυναν λοιδορίαις; Ἀναμνήσθητι τῆς ῥήσεως ἐκείνης τῆς λεγούσης· «Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι» καὶ «Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι καθ᾽ ὑμῶν ὄνομα πονηρόν».

Πρὸς τὴν ὑπερορίαν μετῳκίσθης; Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατρίδα ἀλλ᾽, εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν. Ἀλλὰ νόσῳ παρεδόθης χαλεπῇ; Εἰπὲ τὸ ἀποστολικὸν ἐκεῖνο· «Ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ». Ἀλλὰ θάνατον ὑπέμεινέ τις βίαιον; Ἐννόησον τὸν Ἰωάννην καὶ τὴν ἀποτμηθεῖσαν ἐν δεσμωτηρίῳ κεφαλὴν ἐπὶ πίνακος ἐνεχθεῖσαν καὶ πορνικῆς ὀρχήσεως γενομένην μισθόν. Ἐννόησον τὰς ἐντεῦθεν ἀμοιβάς.

Ταῦτα γὰρ ἅπαντα τὰ παθήματα, ὅταν ἀδίκως παρά τινος ἐπάγηταί τινι, καὶ ἁμαρτήματα λύει καὶ δικαιοσύνην ἐργάζεται. Τοσοῦτον αὐτῶν τῆς ὠφελείας τὸ μέγεθος ἐπὶ τῶν γενναίως αὐτὰ φερόντων. Ὅταν οὖν μήτε ζημία χρημάτων μήτε συκοφαντίαι καὶ λοιδορίαι μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτὸ ὁ πάντων δοκεῖ φοβερότερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται; Ἐγὼ γὰρ τοὐναντίον ἀποδεῖξαι πειράσομαι, ὅτι οἱ μάλιστα ἀδικούμενοι καὶ ἐπηρεαζόμενοι καὶ τὰ ἀνήκεστα πάσχοντες, οἱ ταῦτα ποιοῦντές εἰσι. Τί γὰρ ἀθλιώτερον γένοιτ᾽ ἂν τοῦ Κάιν, τοῦ τοιαῦτα τὸν ἀδελφὸν διαθέντος; Τί δὲ τῆς Φιλίππου γυναικὸς ἐλεεινότερον τῆς τὸν Ἰωάννην ἀποτεμούσης; Τί δὲ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τῶν ἀπεμπολησάντων αὐτὸν καὶ πρὸς τὴν ὑπερορίαν μεταστησάντων; Τί δὲ τοῦ διαβόλου τοῦ τὸν Ἰὼβ τοσούτοις καταξάναντος κακοῖς; Οὐ γὰρ δὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ ταύτης οὐ τὴν τυχοῦσαν δώσει δίκην τῆς ἐπιβουλῆς.

Εἶδες πῶς κἀνταῦθα πλεῖον τῆς ὑποσχέσεως ὁ λόγος ἀπέδειξεν; Οὐ μόνον οὐδεμίαν λύμην ἀπὸ τῶν ἐπιβούλων τούτων ὑπομένοντας τοὺς ἐπηρεαζομένους, ἀλλὰ καὶ τὸ πᾶν εἰς τὴν τῶν ἐπιβουλευόντων περιτρεπόμενον κεφαλήν· ἐπειδὴ γὰρ οὔτε πλοῦτος, οὔτε τὸ ἐλεύθερον εἶναι οὔτε τὸ πατρίδα οἰκεῖν, οὔτε τὰ ἄλλα ἅπερ εἶπον, ἀνθρώπου εἰσὶν ἀρεταί, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα, εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπινὴ παραβλάπτεται ἀρετή.

Τί οὖν ἂν εἰς αὐτήν τις παραβλαβῇ τῆς ψυχῆς τὴν φιλοσοφίαν; οὐδὲ ἐνταῦθα ἂν βλαβῇ, παρ᾽ ἑτέρου βλάπτεται, ἀλλ᾽ οἴκοθεν καὶ παρ᾽ ἑαυτοῦ. Πῶς οἴκοθεν καὶ παρ᾽ ἑαυτοῦ; φησίν. Ὅταν μαστιχθῇ παρ᾽ ὁτουοῦν ἢ τὰ ὄντα ἀφαιρεθῇ ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξενεγκῇ, ἐβλάβη μὲν ἐνταῦθα καὶ βλάβην μεγίστην· οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας. Ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ.

Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον· ἀλλ᾽ ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ᾽ αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφείς, ὑποσκελίσαι καὶ καταβαλεῖν.

Τοσαύτη τῆς ψυχῆς ἐστιν ἡ εὐγένεια. Τί δὲ ὁ Παῦλος; οὐ τοσαῦτα ἔπαθε δεινά, ἃ μηδὲ καταλέξαι ῥᾴδιον; Δεσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις; Τί δεῖ τὰ πολλὰ λέγειν; καθ᾽ ἑκάστην ἀποθνῄσκων τὴν ἡμέραν, ἀλλ᾽ ὅμως τοσαῦτα πάσχων καὶ τηλικαῦτα, οὐ μόνον οὐδὲν ἐξήνεγκε ῥῆμα βλάσφημον, ἀλλ᾽ ἔχαιρεν ἐπὶ τούτοις καὶ ἐκαυχᾶτο. Καὶ νῦν μέν φησι· «Χαίρω ἐν τοῖς παθήμασί μου», νῦν δέ· «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν». Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε καὶ ἐκαυχᾶτο, τίνα ἔχεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν οὐ τὸ πολλοστὸν αὐτῶν ὑπομένων μέρος καὶ βλασφημῶν;