Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐδεὶς ἀδικεῖται εἰ μὴ ἀφ’ ἑαυτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και προσδιορισμός της αληθινής βλάβης

Παρουσίαση της κεντρικής θέσης ότι η πραγματική φθορά προέρχεται από την εσωτερική προαίρεση του ανθρώπου και όχι από εξωτερικά δεινά, με αναφορά στη φύση της αρετής και τις μεθοδείες του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐπιστολὴ γραφεῖσα ἀπὸ Κουκουσοῦ τῆς Κιλικίας, ὄντος αὐτοῦ ἐν ἐξορίᾳ, ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς παραβλάψαι δυνήσεται, πρὸς τὴν μακαρίαν Ὀλυμπιάδα καὶ πρὸς πάντας τοὺς πιστούς. Οἶδα μὲν ὅτι τοῖς παχυτέροις καὶ πρὸς τὰ παρόντα κεχηνόσιν καὶ τῇ γῇ προσηλωμένοις καὶ αἰσθηταῖς μὲν δουλεύουσιν ἡδοναῖς, τῶν δὲ νοερῶν οὐ σφόδρα ἀντεχομένοις, καινός τις καὶ παράδοξος ὁ λόγος οὗτος εἶναι δόξει καὶ γελάσονται δαψιλὲς καὶ καταγνώσονται ἡμῶν, ὡς ἀπίθανα λεγόντων ἐκ προοιμίων τῆς ὑποσχέσεως. Οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ἐπαγγελίας, ἀλλὰ καὶ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐπὶ τὰς ἀποδείξεις ὧν ὑπεσχόμεθα μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἂν γὰρ βουληθῶσιν οἱ οὕτω διακείμενοι μὴ θορυβεῖν μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν τοῦ λόγου τὸ τέλος, εὖ οἶδ᾽ ὅτι μεθ᾽ ἡμῶν στήσονται καὶ ἑαυτῶν καταγνώσονται ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον καὶ παλινῳδίαν ᾄσονται καὶ ἀπολογήσονται καὶ συγγνώμην αἰτήσονται ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον καὶ χάριν ἡμῖν εἴσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι τῶν τὸ σῶμα πολιορκούντων αὐτοῖς.

Μὴ γάρ μοι τὴν νῦν κατέχουσαν παρὰ σοὶ κρίσιν λέγε, ἀλλὰ ἀναμεῖνον καὶ τῶν λόγων τῶν ἡμετέρων τοὺς ἀγῶνας, καὶ τότε δυνήσῃ τὴν ψῆφον ἀδέκαστον ἐνεγκεῖν, οὐδὲν ἐξ ἀγνοίας εἰς τὸ τἀληθῆ κρίνειν παραβλαπτόμενος.

Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικαστῶν ἐστιν ἀρετή, τὰ παρ᾽ ἑκατέρων μαθόντας μετ᾽ ἀκριβείας ἁπάσης, τότε τὰ παρ᾽ ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα· «Πάντα, φησίν, ἄνω καὶ κάτω γέγονε, πολλῆς συγχύσεως τὸ τῶν ἀνθρώπων ἐμπέπλησται γένος καὶ πολλοὶ καθ᾽ ἑκάστην ἡμέραν οἱ ἀδικούμενοι, οἱ ἐπηρεαζόμενοι, οἱ βιαζόμενοι, οἱ βλαπτόμενοι, οἱ ἀσθενεῖς παρὰ τῶν δυνατωτέρων, οἱ πένητες παρὰ τῶν πλουσίων· καὶ ὥσπερ τὰ κύματα τῆς θαλάττης οὐκ ἔστιν ἀριθμεῖν, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ἐπιβουλευομένων, τῶν ἐπηρεαζομένων, τῶν κακῶς πασχόντων καὶ οὔτε νόμων διόρθωσις, οὔτε δικαστηρίων φόβος, οὔτε ἄλλο οὐδὲν τὸν λοιμὸν τοῦτον ἔστησε καὶ τὴν νόσον, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν αὐξάνεται τὸ κακὸν καὶ οἰμωγαὶ πανταχοῦ καὶ θρῆνοι καὶ δάκρυα τῶν ἀδικουμένων· καὶ οἱ ταχθέντες τὰ τοιαῦτα διορθοῦν δικασταὶ αὐτοὶ τὸν χειμῶνα ἐπιτείνουσι καὶ τὴν νόσον ἐπιτρίβουσι»· πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.

Καὶ γὰρ ἐπαγγέλλεται δείξειν, ἀλλὰ μὴ θορυβηθῆτε, οὐδένα τῶν ἀδικουμένων παρ᾽ ἑτέρου τινὸς ἀδικούμενον, ἀλλὰ παρ᾽ ἑαυτοῦ τοῦτο πάσχοντα.

Ἵνα δὲ σαφέστερος ὁ λόγος γένηται, φέρε, πρῶτον ἐξετάσωμεν τί ἐστιν ἀδικία καὶ περὶ ποίων πραγμάτων ὕλην συνίστασθαι πέφυκε· τί ποτέ ἐστιν ἀνθρωπίνη ἀρετὴ καὶ τί τὸ λυμαινόμενον ταύτην· καὶ τί ποτε δοκεῖ μὲν λυμαίνεσθαι, οὐ λυμαίνεται δέ. Οἷον, —δεῖ γὰρ ἐκ παραδειγμάτων ἐντελῆ ποιῆσαι τὸν λόγον—ἕκαστον τῶν πραγμάτων ἔχει τὸ λυμαινόμενον, ὁ σίδηρος τὸν ἰόν, τὸν σῆτα τὸ ἔριον, προβάτων ἀγέλαι τοὺς λύκους· καὶ οἴνου μὲν ἀρετῆς βλάβη, τὸ παρατραπῆναι καὶ εἰς ὀξίνην μεταπεσεῖν· μέλιτος δὲ τὸ τὴν σύμφυτον ἀπολέσαι γλυκύτητα, καὶ εἰς πικρὸν μετενεχθῆναι χυμόν· λυμαίνεται δὲ καὶ ληΐων κόμαις ἐρυσίβη καὶ αὐχμὸς καὶ ἀμπέλων καρπῷ καὶ φύλλοις καὶ κλήμασι τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον καὶ ἑτέροις δένδρεσιν ἡ κάμπη καὶ σώμασι δὲ ἀλόγοις ποίκιλα νοσήματα. Καὶ ἵνα μὴ πάντα ἐπεξιόντες μακρὸν ποιήσωμεν τὸν λόγον, καὶ τῇ σαρκὶ τῇ ἡμετέρᾳ καὶ πυρετοὶ καὶ παρέσεις καὶ ἕτερος νοσημάτων ἑσμός. Ὥσπερ οὖν τούτων ἕκαστον ἔχει τὸ λυμαινόμενον αὐτοῦ τῇ ἀρετῇ, φέρε, σκοπήσωμεν τί καὶ τὸ ἀνθρώπων βλάπτει γένος καὶ τί ποτέ ἐστι τὸ λυμαινόμενον ἀνθρώπου ἀρετήν. Οἱ μὲν οὖν πολλοὶ ἕτερα ἄλλα νομίζουσι.

Δεῖ γὰρ καὶ τὰς πεπλανημένας δόξας εἰπεῖν καὶ ἀνελόντα αὐτάς, οὕτω τὴν ὄντως λυμαινομένην ἡμῶν ταῖς ἀρεταῖς εἰς μέσον ἀγαγεῖν καὶ δεῖξαι σαφῶς ὅτι ταύτην ἡμᾶς οὐδεὶς δύναται ἀδικῆσαι τὴν ἀδικίαν, οὐδὲ λυμήνασθαι τὴν λύμην, εἰ μὴ αὐτοὶ ἑαυτοὺς προδοίημεν.

Οἱ μὲν οὖν πολλοὶ πεπλανημένας ἔχοντες δόξας ἕτερα νομίζουσιν εἶναι τὰ λυμαινόμενα ἡμῶν τῇ ἀρετῇ· οἱ μὲν πενίαν, οἱ δὲ νόσον σώματος, οἱ δὲ τὴν ἐν χρήμασι ζημίαν, ἕτεροι συκοφαντίαν, ἄλλοι θάνατον καὶ ταῦτα ἀποδυρόμενοι καὶ θρηνοῦντες διατελοῦσι καὶ τοὺς πάσχοντας ἐλεοῦντες καὶ δακρύοντες καὶ ἐκπληττόμενοι πρὸς ἀλλήλους λέγουσιν· «Οἷα πέπονθεν ὁ δεῖνα· ἀθρόον ἀφῃρέθη τὴν οὐσίαν ἅπασαν». Ἕτερος περὶ ἑτέρου πάλιν· «Ὁ δεῖνα ἀρρωστίᾳ χαλεπῇ περιπεσὼν ἀπέγνωσται παρὰ τῶν πρὸς αὐτὸν εἰσιόντων ἰατρῶν». Καὶ ὁ μὲν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, ὁ δὲ τοὺς τῆς πατρίδος ἐκπεσόντας καὶ πρὸς τὴν ὑπερορίαν μεταστάντας, ἄλλος τοὺς ἐλευθερίας ἐκπεπτωκότας, ἕτερος τοὺς ὑπὸ πολεμίων ἁρπαγέντας καὶ γενομένους αἰχμαλώτους, ἕτερος τὸν καταποντισθέντα ἢ καέντα, ἄλλος τὸν ὑπὸ οἰκίας καταχωσθέντα θρηνοῦσι καὶ ὀλοφύρονται· τοὺς δὲ ἐν πονηρίᾳ ζῶντας οὐδεὶς ἀλλ᾽, ὃ πάντων ἐστὶ χαλεπώτερον, πολλάκις αὐτοὺς μακαρίζουσιν, ὃ καὶ πάντων αἴτιόν ἐστι τῶν κακῶν.

Φέρε οὖν, ἀλλ᾽ ὅπερ ἐξ ἀρχῆς παρεκάλεσα, μὴ θορυβεῖτε, δείξωμεν ὡς οὐδὲν τῶν εἰρημένων ἀδικεῖ τὸν νήφοντα ἄνθρωπον, οὐδὲ τὴν ἀρετὴν αὐτοῦ λυμήνασθαι δύναιτ᾽ ἄν. Τί γάρ, εἰπέ μοι, τὸν τὰ αὐτοῦ πάντα ἀπολωλεκότα ἢ παρὰ συκοφαντῶν ἢ λῃστῶν ἢ καὶ οἰκείων κακούργων ἀφαιρεθέντα τὰ ὄντα ἔβλαψεν αὕτη ἡ ζημία εἰς ἀρετὴν τοῦ ἀνθρώπου; μᾶλλον δέ, εἰ δοκεῖ, πρῶτον ὑπογράψωμεν τί ποτέ ἐστιν ἀνθρώπου ἀρετή, ἐν ἑτέραις οὐσίαις πρότερον τὸν λόγον γυμνάσαντες ὥστε εὐμαθέστερον αὐτὸν ποιῆσαι καὶ σαφέστερον τοῖς πολλοῖς.

Τί ποτε οὖν ἐστιν ἵππου ἀρετή; ἆρα τὸ χρυσοῦν ἔχειν χαλινὸν καὶ τελαμῶνας τοιούτους καὶ στρωματόδεσμον ἐκ σηρικῶν νημάτων συγκείμενον καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους καὶ φάλαρα λιθοκόλλητα καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ καὶ βαδίζειν εὔρυθμα καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ καὶ ἀνδρείαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος καὶ τροπῆς γενομένης σῴζειν τὸν ἀναβάτην; Οὐκ εὔδηλον ὅτι ταῦτα ἵππου ἀρετή, οὐκ ἐκεῖνα; Τί δὲ ὄνων καὶ ἡμιόνων ποίαν φαίης ἀρετὴν εἶναι; Οὐ τὸ δύνασθαι μετ᾽ εὐκολίας ἀχθοφορεῖν καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν καὶ πόδας ἔχειν στερρότητα πέτρας μιμουμένους; Μὴ τὰ ἔξωθεν αὐτοῖς περικείμενα συντελεῖν τι πρὸς τὴν οἰκείαν ἀρετὴν αὐτῶν φήσομεν; οὐδαμῶς. Ἄμπελον δὲ ποίαν θαυμασόμεθα; τὴν τοῖς φύλλοις κομῶσαν καὶ τοῖς κλήμασιν ἢ τὴν τῷ καρπῷ βριθομένην; Ποίαν δὲ ἀρετὴν ἐλαίας εἶναί φαμεν; ὅταν μεγάλους ἔχῃ τοὺς κλάδους καὶ πολλὴν τὴν ἀπὸ τῶν φύλλων κόμην ἢ ὅταν τὸν οἰκεῖον καρπὸν δαψιλῆ καὶ πανταχοῦ διεσπαρμένον ἐμφαίνῃ; οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ποιῶμεν· διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνην, τὴν αὐτῇ λυμαινομένην.

Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου; οὐ χρήματα ἵνα πενίαν δείσῃς· οὐδὲ ὑγίεια, ἵνα φοβηθῇς ἀρρωστίαν· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῇ, ἵνα φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ᾽ ἡ τῶν ἀληθῶν δογμάτων ἀκρίβεια καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ.

Καὶ ταῦτα καὶ ὁ πονηρότατος καὶ ἄγριος δαίμων ἐκεῖνος οἶδε. Διὰ γάρ τοι τοῦτο καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰώβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ᾽ ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀρρωστίᾳ περιβάλῃ, ἀλλ᾽ ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν.