Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι τὸν τοῦ Χριστοῦ μαθητὴν ἐπιεικῆ εἶναι δεῖ

Ἰωάννης ὁ Χρυσόστομος

Η αποδέσμευση από τα κοσμικά αγαθά ως προϋπόθεση αοργησίας

Η απαλλαγή από τη φιλοχρηματία και τη φιλοδοξία ως αναγκαία συνθήκη για τη διατήρηση της εσωτερικής ειρήνης και την πνευματική ανακαίνιση της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Καταφρονείσθω δὲ ἡμῖν ἅπαντα τὰ τοῦ αἰῶνος τούτου πράγματα μᾶλλον, ἢ τὸ θεῖον πρόσταγμα· πολλὰ γὰρ τὰ εἰς ὀργὴν εἰσκαλούμενα τοὺς ὀξεῖς εἰς ὀργὴν, τοὺς εὐχερῶς παροξυνομένους. Ὁ δὲ τὸ πρόσταγμα τοῦ φοβεροῦ βασιλέως φοβούμενος, τοῦ κελεύσαντος ὅλως μὴ ὀργίζεσθαι, πάντων καταπτύσεται τῶν παροξύνειν θελόντων· εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι᾽ ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ᾽ αὐτῷ ὡρισμένην κόλασιν. Διὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παραδέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακωθῶμεν τὴν ψυχὴν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ χρημάτων καταφρονεῖν διδαχθεὶς, πῶς διὰ χρήματα παροξυνθήσεται, εἰ καὶ βούλεταί τις ἁρπάζειν; καὶ ὁ δόξης μὴ ὀρεγόμενος, πῶς διὰ δόξαν παροξυνθήσεται; Ἀπόδυσαι τοίνυν τὸ κοσμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι· ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον, ἵνα τὸν νέον ἐνδύσῃ. Διὰ τοῦτο γὰρ ἀναγέννησις λέγεται, καὶ βεβόηται παρὰ τοῖς θείοις γράμμασι.

Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ᾽ ὅ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν. Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως. Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι· Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον· ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων· ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής· τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόῤῥιψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς.