ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· τοὺς θλίβοντας ἐνταῦθα αἰνιττόμενος καὶ ἐπηρεάζοντας, καὶ εἰς δεσμωτήριον αὐτὸν ἐμβάλλοντας· τούτων γὰρ ἕκαστον Σατανᾶν καλεῖ. Συνεχωρήθην δὲ πειρασμοὺς, φησὶν, ὑπομένειν, ἵνα ἡ ἀπόνοιά μου καταστέλληται, καὶ μετριάζειν μάθω. Διὰ δὴ τοῦτο καὶ παρακαλέσας τὸν Θεὸν, οὐκ ἔτυχον τῆς αἰτήσεως· ἀλλ᾽ ἔμεινα διηνεκῶς ἐπιβουλευόμενος, φάρμακον ταπεινοφροσύνης τὴν θλίψιν ἔχων. Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπιστροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι. Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παραδόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ᾽ ἑκάστην ἡμέραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγόμενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμηνεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀναστάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παντὸς θηριωδέστερος ἦν· καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα, οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον.