Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε. Σὺ δέ μοι ἀκριβῶς πρόσεχε τῷ νοήματι· λεπτὸν γάρ ἐστι σφόδρα, πετεινοῦ ὀξύτερον, ῥᾳδίως δυνάμενον τὸ ὄμμα τῆς διανοίας παραδραμεῖν, καὶ τοὺς σφόδρα ὀξυδορκοῦντας. Ποσάκις ἐὰν εἰς ἐμὲ ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἑπτάκις; Ζητήσεως γὰρ ἄξιον, διὰ τί εἶπεν Ἕως ἑπτάκις ὁ Πέτρος, καὶ ὁ Κύριος ἡμῶν ἀπεκρίνατο, Ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλ᾽ ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βούλεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα. Προσεσχηκὼς γὰρ, ὅτι ὁ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσε, καὶ ἑπτὰ ἐγκλήμασιν ὑπέπεσε· πρῶτος γὰρ ἐφόνευσεν ἐν ἀνθρώποις, πρῶτος ὑπεκρίνατο, πρῶτος ἐψεύσατο, πρῶτος αἵματι τὴν γῆν ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν· οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἀνθρώπου, εἰ μὴ Κάϊν διὰ φθόνου ἐκύησε· προσεσχηκὼς οὖν Πέτρος, ὅτι τοῦ Κάϊν ὁ φόνος ἑπτὰ ἐγκλήμασιν ὑπόκειται, προσέρχεται τῷ Κυρίῳ μυστηριωδῶς ἐπερωτῶν, Ποσάκις, ἐὰν ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Τουτέστι, Κελεύεις ἐν τῷ βαπτίσματι τὰ τοῦ ἀδελφοκτόνου Κάϊν ἐγκλήματα ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος τί φησι πρὸς αὐτόν;