Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Η μερική γνώση του Θεού κατά τον απόστολο Παύλο
Ερμηνεία της παύλειας διδασκαλίας περί της καταργήσεως της μερικής γνώσεως και έλεγχος όσων ισχυρίζονται ότι κατέχουν την πλήρη γνώση της θείας ουσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μερική γνώση του Θεού κατά τον απόστολο Παύλο
Ερμηνεία της παύλειας διδασκαλίας περί της καταργήσεως της μερικής γνώσεως και έλεγχος όσων ισχυρίζονται ότι κατέχουν την πλήρη γνώση της θείας ουσίας.
Καὶ γάρ· «Ἐὰν παραδῶ τὸ σῶμά μου, φησίν, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ ἀλλαχοῦ πάλιν, ὅτι πάντων μείζων ἐστὶ καὶ κορυφὴ τῶν ἀγαθῶν παραδηλῶν, ἔλεγεν· «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη.» Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ξήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ γνῶσιν παύσασθαι, τοῦτό ἐστι τὸ ζητούμενον. Εἰπὼν γάρ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται», ἐπήγαγεν· «Εἴτε γνῶσις καταργηθήσεται.» Εἰ δὴ οὖν μέλλοι ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ᾽ ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν. «Τὸν γὰρ Θεὸν φοβοῦ, φησί, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος.»
Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τοῦτο δὲ ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθώς φησιν ὁ Παῦλος, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ᾽ ἡμᾶς δὲ πάντα οἰχήσεται καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τί οὖν ἐστιν ὅ φησιν ὁ Παῦλος καὶ περὶ τίνος ὅτι «Ἡ γνῶσις καταργηθήσεται»;
Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ᾽ αὐξανομένης τῆς ἡλικίας καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης, οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρά, φησίν, αὕτη οὐκέτι ἂν εἴη μικρά, διὰ τῶν ἑξῆς γενομένη μεγάλη. Τοῦτό ἐστι τὸ «καταργεῖται» καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ᾽ αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν «καταργεῖται», ἐπήγαγεν· «Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται», ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελές, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις.
Καὶ σκόπει μοι τὴν Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε· Μέρος γινώσκομεν, ἀλλά· «Ἐκ μέρους γινώσκομεν», τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖτε ἀκοῦσαι καὶ πόσον μέρος κατέχομεν καὶ πόσον ὑπολέλειπται καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλὰ τὸ ἑκατοστὸν ἢ τὸ μυριοστόν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνήν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατόν, πόσον ὑπολέλειπται καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή.
Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ τοσοῦτον ἐκείνη μείζων ταύτης ἐστίν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν» καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου», νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν· Ὅτε ἤμην παῖς (παῖς γὰρ καὶ ὁ δωδεκαέτης λέγεται), ἀλλά· «Ὅτε ἤμην νήπιος», τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ τοῦτον ἡ Γραφή φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα λέγει;
Εἶτα προορῶν τῷ πνεύματι τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν οὐχὶ τῷ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωϋσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην, οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν», δεύτερον τὸ τοῦ ἐσόπτρου καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Εἰπὼν γάρ· «Ὅτε ἤμην νήπιος», ἐπήγαγε· «Βλέπομεν δὲ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι.» Ἰδοὺ καὶ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ «ἐν αἰνίγματι». Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μέν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα πολλά, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα καὶ ὅτι ὅλως ἔστι πανταχοῦ· τὸ δὲ πῶς οὐκ οἶδα. Ὅτι ἄναρχός ἐστι καὶ ἀΐδιος οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα. Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ᾽ ἑαυτῆς μήτε παρ᾽ ἑτέρου τὸ εἶναι ἔχουσαν.
Οἶδα ὅτι Υἱὸν ἐγέννησεν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι. [Βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εἰς αἷμα, εἰς χυμόν, εἰς χολήν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ᾽ ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὐσίαν τοῦ Θεοῦ πολυπραγμονοῦμεν;] Ποῦ τοίνυν εἰσὶν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οἱ πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες;
Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης, εἴπερ αὕτη ἐστὶ κατ᾽ αὐτοὺς ἡ τελεία.
Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἕξουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβαλοῦσι; Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὅρων ὧν ἐξ ἀρχῆς ἡμῖν ἔταξεν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.