Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Η τέλεια γνώση του Πατρός από τον Μονογενή Υιό

Θεολογική ανάλυση της φανερώσεως του μυστηρίου μέσω της Εκκλησίας και ερμηνεία του «πατρικού κόλπου» ως απόδειξη της αποκλειστικής γνώσεως μεταξύ Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 17

Καὶ τοῦτο πάλιν ἀπ᾽ αὐτῶν τῶν ἀποστολικῶν ἀποδείξομεν ῥημάτων ὅτι οἰκονομίας αὐτοῦ τινας μεθ᾽ ἡμῶν ἔμαθον καὶ πρὸ ἡμῶν οὐκ ᾔδεσαν· οὐ μόνον δὲ μεθ᾽ ἡμῶν ἔμαθον, ἀλλὰ καὶ δι᾽ ἡμῶν. «Ἑτέραις γὰρ γενεαῖς οὐκ ἐγνωρίσθη, φησίν, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ—αἱ δὲ ἐπαγγελίαι τοῖς Ἰουδαίοις ἦσαν δεδομέναι—διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Καὶ πόθεν τοῦτο δῆλον ὅτι νῦν ἔμαθον αἱ ἄνω δυνάμεις; τὰ γὰρ εἰρημένα περὶ ἀνθρώπων εἴρηται. Ἄκουσον οὖν. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, φησί, ἐδόθη ἡ χάρις αὕτη εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Τί ἔστιν «ἀνεξιχνίαστον»; Μὴ δυνάμενον ζητηθῆναι· οὐ μόνον δὲ μὴ δυνάμενον εὑρεθῆναι, ἀλλ᾽ οὐδὲ ἀνιχνευθῆναι. Ἀκουέτωσαν πάλιν πῶς πυκνὰ καὶ ἐπάλληλα δίδωσιν αὐτοῖς τὰ βέλη. Εἰ γὰρ ὁ πλοῦτος ἀνεξιχνίαστος, πῶς ὁ δωρησάμενος τὸν πλοῦτον οὐκ ἀνεξιχνίαστος; «... καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ἤκουσας πῶς νῦν, οὐχὶ πρὸ τούτου, ἔγνωσαν ταῦτα αἱ δυνάμεις ἐκεῖναι; Ἃ γὰρ βασιλεὺς βουλεύεται, ὁ ὑπασπιστὴς οὐκ ἐπίσταται, «...

ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ὅρα ὅση τιμὴ πρὸς τὴν ἀνθρωπίνην ἐγένετο φύσιν, ὅτι καὶ μεθ᾽ ἡμῶν καὶ δι᾽ ἡμῶν αἱ ἄνω δυνάμεις ἔγνωσαν τὰ ἀπόρρητα τοῦ βασιλέως.

Ἀλλὰ πόθεν δῆλον ὅτι περὶ ἐκείνων τῶν ἐπουρανίων λέγει; Καὶ γὰρ ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς δαίμονας οἶδε καλεῖν λέγων· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.» Ἆρα οὖν μὴ καὶ ἐνταῦθα τοῦτο λέγει ὅτι οἱ δαίμονες τότε ἔγνωσαν; Οὐδαμῶς, ἀλλὰ περὶ ἐκείνων τῶν ἄνω δυνάμεων, εἰπὼν γάρ· «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», ἐπήγαγεν· «ἐν τοῖς ἐπουρανίοις». Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ἐπουράνιαι, αὗται δὲ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ὑπὸ τὸν οὐρανόν· διὰ τοῦτο καὶ κοσμοκράτορας αὐτοὺς καλεῖ, δεικνὺς ὅτι ἄβατος αὐτοῖς ἐστιν ὁ οὐρανὸς καὶ τὴν τυραννίδα πᾶσαν ἐν τῷ παρόντι κόσμῳ ἐπιδείκνυνται μόνον.

Εἶδες πῶς μεθ᾽ ἡμῶν καὶ δι᾽ ἡμῶν ἔγνωσαν ταῦτα; Ἀλλ᾽ ἐπὶ τὴν τοῦ χρέους καταβολὴν τὸν λόγον λοιπὸν ἀγάγωμεν, δεικνύντες ὅτι οὐκ ἴσασιν αὐτοῦ τὴν οὐσίαν οὔτε ἀρχαί, οὔτε ἐξουσίαι. Τίς οὖν ταῦτά φησιν; Οὐκέτι Παῦλος, οὐκέτι Ἡσαΐας, οὐκέτι Ἰεζεκιήλ, ἀλλ᾽ ἕτερον σκεῦος ἅγιον, αὐτὸς ὁ τῆς βροντῆς υἱός, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος ἀνακλιθεὶς τὸ δεσποτικὸν καὶ τὰς θείας πηγὰς ἐκεῖθεν ἀρυσάμενος. Τί οὖν οὗτός φησι; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ὄντως βροντῆς υἱός· σάλπιγγος γὰρ λαμπροτέραν ἀφῆκε φωνὴν ἱκανὴν καταισχῦναι πάντας τοὺς φιλονεικοῦντας.

Ἀλλ᾽ ἴδωμεν καὶ τὸ ἀντικροῦον. Τί λέγεις, εἰπέ μοι, Ἰωάννη; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Τί οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι εἶδον τὸν Θεόν; Ὁ μὲν γὰρ Ἡσαΐας φησίν· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὁ δὲ Δανιὴλ πάλιν· «Εἶδον ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο.» Ὁ δὲ Μιχαίας· «Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ» καὶ ἕτερος προφήτης πάλιν· «Εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπέ μοι· πάταξον ἐπὶ τὸ ἱλαστήριον.» Καὶ πολλὰς τοιαύτας ἔστι συνάγειν μαρτυρίας. Πῶς οὖν ὁ Ἰωάννης φησὶν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε»; Ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. Ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾶν. Ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ ἅπαντες σχήματα ἔβλεπον διάφορα.

Τοῦτο γοῦν αὐτὸ δι᾽ ἑτέρου προφήτου ἐμφαίνων πάλιν καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμήν, ἀλλὰ συγκατέβην, φησί, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. Ὁ μέντοι Ἰωάννης οὐ περὶ τῶν ἀνθρώπων φησὶ μόνον ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». Τοῦτο γὰρ δῆλον ἦν ἀπό τε τῶν εἰρημένων τούτων, τῆς προφητικῆς ῥήσεως λέγω ταύτης τῆς λεγούσης· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην» καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως. Ἐκείνου γὰρ ἐπιθυμοῦντος αὐτὸν ἰδεῖν ὀφθαλμοφανῶς, φησὶν ὁ Θεός· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Ὥστε τοῦτο δῆλον ἦν ἡμῖν καὶ ὡμολογημένον. Οὐ τοίνυν περὶ τῆς ἡμετέρας φύσεώς φησι μόνης τοῦτο, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων τὸ «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». Διὰ τοῦτο καὶ τὸν μονογενῆ διδάσκαλον εἰσάγει τοῦ δόγματος. Ἵνα γὰρ μή τις λέγῃ· «Πόθεν τοῦτο δῆλον;» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο», ἀξιόπιστον εἰσάγων τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον.

Καίτοι εἰ καὶ τὸ Μωϋσέως ἡμῖν παραδηλῶσαι ἐβούλετο, περιττὸν ἦν εἰπεῖν ὅτι ὁ μονογενὴς ἐξηγήσατο· οὐ γάρ· «Ὁ μονογενὴς αὐτὸς ἐξηγήσατο», ἀλλὰ καὶ πρὶν ἢ τὸν Ἰωάννην ταῦτα εἰπεῖν, ὡς παρὰ τοῦ μονογενοῦς ἀκηκοότα, δῆλον ἡμῖν ὁ προφήτης πεποίηκεν ὡς ἀκηκοὼς παρὰ τοῦ Θεοῦ. Ἀλλ᾽ ἐπειδὴ πλέον τῶν τότε εἰρημένων ἔμελλεν ἡμῖν ἐκκαλύπτειν ὅτι οὐδὲ αἱ ἄνω δυνάμεις αὐτὸν ὁρῶσι, διὰ τοῦτο εἰσάγει τὸν μονογενῆ διδάσκαλον.

Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε. Οὐ γὰρ δὴ κόραι καὶ ὄμματα καὶ βλεφαρίδες περὶ τὰς ἀσωμάτους δυνάμεις, ἀλλ᾽ ὅπερ ἐφ᾽ ἡμῶν ἐστιν ὅρασις, τοῦτο ἐπ᾽ ἐκείνων γνῶσις. Ὥστε ὅταν ἀκούσῃς ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ἐκεῖνο νόμιζε ἀκούειν ὅτι τὸν Θεὸν οὐδεὶς ἔγνω οὐσιωδῶς μετὰ ἀκριβείας ἁπάσης. Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε—σωμάτων γὰρ οὗτος ὁ σχηματισμός—ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. Ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν, οὐδὲν ἄλλο λέγει ἀλλ᾽ ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην καὶ ἀκριβῆ τῆς καταλήψεως ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ καὶ ἀκέραιον οὐσίαν, ἀλλ᾽ οὐδὲ πρὸς αὐτὴν τὴν συγκατάβασιν. Τὸ δὲ ἀτενὲς ἰδεῖν τὸ γνῶναί ἐστι.

Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστής, εἰδὼς ὡς οὐκ ἔστιν ἀνθρωπίνης φύσεως τὸ τὰ τοιαῦτα εἰδέναι καὶ ὅτι οὐδὲ ταῖς δυνάμεσι κατάληπτός ἐστιν ὁ Θεός, αὐτὸν τὸν ἐκ δεξιῶν αὐτοῦ καθήμενον καὶ ταῦτα ἀκριβῶς ἐπιστάμενον παράγει τοῦ δόγματος ἡμῖν τούτου διδάσκαλον· καὶ οὐδὲ ἁπλῶς εἶπεν «ὁ Υἱός», καίτοι καὶ εἰ τοῦτο εἰρήκει, ἱκανὸν ἦν ἐπιστομίσαι τὰ τῶν ἀναισχύντων στόματα.

Ὥσπερ γὰρ πολλοὶ χριστοί, ὁ δὲ Χριστὸς εἷς, καὶ πολλοὶ κύριοι λεγόμενοι, ὁ δὲ Κύριος εἷς, καὶ πολλοὶ θεοὶ λεγόμενοι, ὁ δὲ Θεὸς εἷς, οὕτω καὶ πολλοὶ υἱοὶ λεγόμενοι, ὁ δὲ Υἱὸς εἷς, καὶ ἡ τοῦ ἄρθρου προσθήκη ἱκανὴ τὸ ἐξαίρετον δεῖξαι τοῦ μονογενοῦς. Ἀλλ᾽ ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλ᾽ εἰπών· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Πρότερον εἶπε· «Μονογενὴς» καὶ τότε· «Υἱός»· ἐπειδὴ γὰρ πολλοὶ διὰ τὴν πρὸς τὸ ὄνομα κοινωνίαν ὑποτέμνονται αὐτοῦ τὴν δόξαν, ἕνα τῶν πολλῶν εἶναι αὐτὸν νομίζοντες—τὸ γὰρ υἱὸς τοῦτο κοινόν ἐστιν ὄνομα πάντων—ὅπερ ἐστὶν ἐξαίρετον αὐτοῦ καὶ ἴδιον καὶ οὐδενὶ τῶν ἄλλων προσὸν τέθεικε πρότερον, τὸ μονογενής, ἵνα ἀπὸ τούτου πιστεύσῃς ὅτι καὶ τὸ κοινὸν τοῦτο οὐκ ἔστι κοινόν, ἀλλ᾽ ἴδιον αὐτοῦ καὶ κύριόν ἐστι, καὶ οὐδενὶ τῶν ἄλλων οὕτως ὡς ἐκείνῳ προσόν.

Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, πλατύτερον αὐτὸ πάλιν ἐρῶ. Τὸ υἱὸς ὄνομα πρόσεστι καὶ ἀνθρώποις, πρόσεστι καὶ τῷ Χριστῷ, ἀλλ᾽ ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ κυριώς· τὸ δὲ μονογενὴς αὐτοῦ μόνον ἐστὶ καὶ οὐδενὶ τῶν ἄλλων οὐδὲ καταχρηστικῶς πρόσεστιν. Ἵνα οὖν ἀπὸ τῆς προσηγορίας τῆς οὐδενὶ προσούσης ἀλλ᾽ ἢ αὐτῷ μόνῳ καὶ τὴν ἄλλην τὴν τοῖς πολλοῖς προσοῦσαν αὐτοῦ κυρίαν εἶναι νομίσῃς, διὰ τοῦτο πρότερον εἶπεν· «Ὁ μονογενὴς» καὶ τότε· «Υἱός». Εἰ δὲ οὐκ ἀρκεῖ σοι οὐδὲ ταῦτα, φησί, λέγω καὶ ἕτερον τρίτον, παχὺ μὲν καὶ ἀνθρώπινον, ἱκανὸν δὲ καὶ τοὺς χαμαὶ ἕρποντας εἰς τὴν ἔννοιαν τῆς τοῦ μονογενοῦς δόξης ἀναγαγεῖν. Τί δὲ τοῦτό ἐστιν; «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Παχὺ τὸ ῥῆμα, ἀλλ᾽ ἱκανὸν ἐνδείξασθαι τὴν γνησιότητα, ἂν θεοπρεπῶς ἐκλάβωμεν.

Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ᾽ ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ᾽ ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε· τοῦ γὰρ ἐκ δεξιῶν καθῆσθαι τὸ τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ σαφέστερον ἡμῖν τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα δηλοῖ καὶ παρίστησιν. Οὔτε γὰρ ἂν ὁ Πατὴρ ἠνέσχετο ἐν τῷ κόλπῳ τὸν Υἱὸν ἔχειν, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἦν, οὔτ᾽ ἂν ἐκεῖνος ὑπέμεινεν ὑποδεεστέρας φύσεως ὢν ἐνδιαιτᾶσθαι τῷ κόλπῳ τῷ πατρικῷ.

Ὡς Υἱὸς τοίνυν καὶ μονογενὴς καὶ ἐν τῷ κόλπῳ διατρίβων τῷ πατρικῷ πάντα τὰ τοῦ Πατρὸς ἐπίσταται ἀκριβῶς· διὰ τοῦτο καὶ τούτων ἐδεήθη τῶν ῥημάτων ὁ εὐαγγελιστής, ἵνα τὴν ἀκριβῆ τοῦ Υἱοῦ παραστήσῃ γνῶσιν τὴν περὶ τοῦ Πατρός. Περὶ γὰρ γνώσεως ἦν ὁ λόγος· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, τίνος ἕνεκεν ὁ κόλπος παρείληπται; Εἰ γὰρ μήτε σῶμά ἐστιν ὁ Θεός—ὥσπερ οὖν οὐδέ ἐστι—μήτε τὴν γνησιότητα καὶ τὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα δηλοῖ, ἁπλῶς καὶ εἰκῇ τὸ ῥῆμα προσέρριπται, χρείαν ἡμῖν οὐδεμίαν πληροῦν. Ἀλλ᾽ οὐχ ἁπλῶς προσέρριπται, μὴ γένοιτο· οὐδὲν γὰρ εἰκῇ τὸ Πνεῦμα φθέγγεται, ἀλλὰ τὴν ἐγγύτητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα δηλοῖ. Ἐπειδὴ γὰρ μέγα ἀπεφήνατο ὁ εὐαγγελιστὴς ὅτι οὐδὲ ἡ ἄνω κτίσις αὐτὸν ὁρᾷ, τοῦτ᾽ ἔστι γινώσκει αὐτὸν μετὰ ἀκριβείας, βουλόμενος ἀξιόπιστον ἐπιστῆσαι τοῦ πράγματος διδάσκαλον, ταῦτα τὰ ῥήματα τέθεικεν, ἵνα καὶ ὡς Υἱῷ καὶ ὡς μονογενεῖ καὶ ὡς ἐνδιατρίβοντι τῷ κόλπῳ τῷ πατρικῷ περὶ πάντων πιστεύσῃς καὶ μηδὲν ἀμφιβάλῃς λοιπόν.

Εἰ δέ τις μὴ φιλονεικοίη, μηδὲ ἀναισχυντεῖν βούλοιτο, καὶ τοῦ ἀϊδίου τοῦτό φημι εἶναι παραστατικόν. Ὥσπερ γὰρ ἐξ ἐκείνης τῆς ῥήσεως τῆς πρὸς τὸν Μωϋσέα λεχθείσης· «Ἐγώ εἰμι ὁ ὤν», τὸ ἀΐδιον ἐκλαμβάνομεν, οὕτως καὶ ἐκ τῆς ῥήσεως ταύτης τῆς λεγούσης· «Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός», τὸ ἀϊδίως εἶναι ἐν τοῖς κόλποις τοῦ Πατρὸς δυνατὸν ἐκλαβεῖν.