Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο του πέμπτου λόγου και η ορθή χρήση των θείων ονομάτων

Εισαγωγή στον πέμπτο λόγο, ερμηνεία περιοριστικών αγιογραφικών όρων και ανάλυση της κοινής χρήσης των ονομάτων «Θεός» και «Κύριος» για τις θείες υποστάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 17

Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος εʹ. Ἐπειδὰν μέλλῃ τις μακροτέρας ὑποθέσεως ἅπτεσθαι καὶ πολλῶν δεομένης λόγων καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ καὶ δύο καὶ τρισίν, ἀλλ᾽ ἐν πολλῷ πλείοσι περαιουμένης, ἀναγκαῖον εἶναι νομίζω τῷ τοιούτῳ μὴ πᾶσαν ἀθρόως μηδὲ ὑφ᾽ ἓν ἐπιτιθέναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὴν διδασκαλίαν, ἀλλ᾽ εἰς πολλὰ τὸ ὅλον κατατέμνοντα μέρη κοῦφον καὶ εὔληπτον τῷ κατακερματισμῷ τοῦτο ποιεῖν τὸ τοῦ λόγου φορτίον.

Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητηρίων ἡμῖν μέτρα καὶ κανόνας καὶ ὅρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τούτους ὑπερβῆναι τίς ποτε τοὺς ὅρους καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως. Τί γὰρ γλυκύτερον φωτός, εἰπέ μοι; τί δὲ ἥδιον ἀκτῖνος; ἀλλ᾽ ὅμως τὸ γλυκὺ τοῦτο καὶ ἡδύ, ὅταν ὑπὲρ τὸ μέτρον ἡμῶν ὁμιλήσῃ, τοῖς ὄμμασιν ἐπαχθὲς γίνεται καὶ φορτικόν. Διὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμοὺς καταστείλῃ τὰ βλέφαρα, κοιμήσῃ τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ. Διὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός.

Οὕτως ἡ ἀμετρία πανταχοῦ βαρὺ καὶ ἐπαθχές, καὶ τὸ σύμμετρον ἡδὺ καὶ χρήσιμον ἡμῖν καὶ προσηνές. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπόν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπόντες πάλιν ἀναπαῦσαι τὴν διάνοιαν ὑμῶν ἐγνώκαμεν.

Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν; ἀνάγκη γὰρ ἐκεῖθεν αὐτὸν ἀνελέσθαι πάλιν, ἐπειδὴ μία τίς ἐστι διδασκαλίας ἀκολουθία. Ἐλέγομεν τότε ὅτι τῆς βροντῆς ὁ υἱὸς εἶπεν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Τήμερον ἀναγκαῖον μαθεῖν ποῦ τοῦτο αὐτὸς ἐξηγήσατο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. «Ἀπεκρίθη, φησί, τοῖς Ἰουδαίοις καὶ εἶπεν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει.

Καὶ οὐκ εἶπεν ἁπλῶς ὅτι «Οὐδεὶς οἶδε τὸν Πατέρα» καὶ ἐσίγησεν, ἵνα μή τις περὶ ἀνθρώπων τοῦτο λέγεσθαι νομίζῃ μόνον, ἀλλὰ βουλόμενος δεῖξαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε αἱ ἄνω δυνάμεις, τῇ ἐπαγωγῇ τοῦτο δῆλον ἐποίησεν. Εἰπὼν γάρ· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε πώποτε», ἐπήγαγεν· «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς· Οὐδείς, πολλοὶ τῶν ἀκουσάντων ἴσως ἂν περὶ τῆς ἡμετέρας ἐνόμισαν αὐτὸ φύσεως εἰρῆσθαι μόνον· νῦν δὲ εἰπών «Οὐδεὶς» καὶ προσθείς· «εἰ μὴ ὁ Υἱὸς», τῇ προσθήκῃ τοῦ μονογενοῦς ἅπασαν τὴν κτίσιν ἀπέκλεισε. Τί οὖν, φησί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐδαμῶς· οὐδὲ γὰρ τῆς κτίσεως τοῦτο μέρος· τὸ δὲ «Οὐδεὶς», τοῦτο ἀεὶ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως κεῖται μόνης· καὶ οὔτε, ἂν περὶ Πατρὸς λέγηται, τὸν Υἱὸν ἐξωθεῖται, οὔτε, ἂν περὶ Υἱοῦ, τὸ Πνεῦμα ἐκβάλλει.

Καὶ ἵνα αὐτὸ τοῦτο ἐντεῦθεν ἤδη ποιήσω φανερὸν ὅτι τὸ «οὐδεὶς» οὐ πρὸς ἀθέτησιν τοῦ Πνεύματος, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως εἴρηται περὶ αὐτῆς ταύτης τῆς γνώσεως, ἣν μόνου τοῦ Υἱοῦ φησιν εἶναι, ἀκούσωμεν τί διαλεγόμενος Παῦλος Κορινθίοις φησί. Τί οὖν φησί; «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὥσπερ οὖν ἐνταῦθα τὸ «οὐδεὶς» λεγόμενον οὐκ ἐκβάλλει τὸν Υἱόν, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ «οὐδεὶς» τεθὲν οὐκ ἐξωθεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δῆλον ὡς ἀληθὲς τὸ εἰρημένον.

Εἰ γὰρ λέγων ὅτι «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ἐκ τοῦ Θεοῦ ὤν», τὸ Πνεῦμα ἐξωθεῖτο, περιττῶς Παῦλος ἔλεγεν ὅτι ὥσπερ ἄνθρωπος τὰ ἑαυτοῦ οἶδεν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐπίσταται.

Οὕτω καὶ τὸ «εἷς» εἴρηται· τὴν γὰρ αὐτὴν ἰσχὺν ἔχει τούτῳ καὶ δύναμιν. Σκόπει δέ· «Εἷς Θεός, φησίν, ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα.» Εἰ γὰρ τὸ ἕνα λέγεσθαι Θεὸν τὸν Πατέρα, ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος καὶ τὸ ἕνα λέγεσθαι Κύριον τὸν Υἱόν, ἐκβάλλει τὸν Πατέρα τῆς κυριότητος· ἀλλὰ μὴν οὐκ ἐκβάλλει τῆς κυριότητος τὸν Πατέρα τὸ λέγεσθαι ὅτι «εἷς Κύριος Ἰησοῦς Χριστός». Οὐκ ἄρα οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τῆς θεότητος τὸ λέγεσθαι ὅτι εἷς Θεὸς ὁ Πατήρ.

Εἰ δὲ λέγοιεν πάλιν ὅτι διὰ τοῦτο εἷς Θεὸς λέγεται ὁ Πατήρ, ἐπειδὴ Θεὸς μέν ἐστιν ὁ Υἱός, οὐ τοιοῦτος δὲ Θεὸς οἷος ὁ Πατήρ, ἕπεται ἐκεῖνο εἰπεῖν, ἐξ ὧν αὐτοὶ τιθέασι λημμάτων—οὐ γὰρ δὴ ἡμεῖς ἂν εἴποιμεν—, ὅτι διὰ τοῦτο λέγεται εἷς Κύριος ὁ Υἱός, ἐπειδὴ Κύριος μὲν ὁ Πατὴρ οὐ τοιοῦτος δὲ Κύριος οἷος ὁ Υἱός. Εἰ δὲ τοῦτο ἀσεβές, οὐδὲ τὸ πρότερον ἂν ἔχοι λόγον· ἀλλ᾽ ὥσπερ τὸ «εἷς Κύριος» οὐκ ἐξωθεῖται τὸν Πατέρα τῆς ἀκριβοῦς κυριότητος οὐδὲ εἰς τὸν Υἱὸν περιίστησιν αὐτὸ μόνον, οὕτως οὐδὲ τὸ «εἷς Θεὸς» ἐκβάλλει τὸν Υἱὸν τῆς ἀληθοῦς καὶ γνησίας θεότητος, οὐδὲ τοῦ Πατρὸς αὐτὸ μόνον ἀποδείκνυσιν.

Ὅτι γὰρ Θεὸς ὁ Υἱὸς καὶ τοιοῦτος Θεὸς οἷος ὁ Πατήρ, μένων μέντοι Υἱός, ἐξ αὐτῆς τῆς προσθήκης δῆλον. Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ᾽ ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὂν καὶ γνωριστικόν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη· ἤρκει γὰρ εἰπεῖν «εἷς Θεὸς» καὶ ἐγνωρίζομεν τίς ἦν ὁ λεγόμενος, ἀλλ᾽ ἐπειδὴ τὸ Θεὸς ὄνομα κοινὸν Πατρὸς καὶ Υἱοῦ καὶ εἰπών· «εἷς Θεὸς» οὐκ ἐδήλου τίνα φησὶν ὁ Παῦλος, διὰ τοῦτο ἐδεήθη τῆς τοῦ Πατρὸς προσθήκης, ἵνα δηλώσῃ ὅτι περὶ τῆς πρώτης ὑποστάσεως καὶ ἀγεννήτου λέγει, ὡς οὐκ ἀρκούσης τῆς τοῦ Θεοῦ προσηγορίας αὐτὴν ἐνδείξασθαι, ἐπειδὴ κοινὸν τοῦτο αὐτῷ πρὸς τὸν Υἱόν.

Τῶν γὰρ ὀνομάτων τὰ μέν ἐστι κοινά, τὰ δὲ ἴδια· κοινὰ μέν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δέ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων. Τὸ μὲν οὖν «Πατὴρ» καὶ «Υἱὸς» ἴδιον ἑκάστης ὑποστάσεως, τὸ δὲ «Θεὸς» καὶ «Κύριος» κοινόν. Ἐπειδὴ οὖν τέθεικε ὄνομα κοινὸν τὸ «εἷς Θεός», ἐδεήθη καὶ τοῦ ἰδιάζοντος, ἵνα γνωρίσῃς τίνα φησίν, ὥστε ἡμᾶς μὴ ἐμπεσεῖν εἰς τὴν Σαβελλίου μανίαν.

Ὅτι γὰρ οὔτε τὸ «Θεὸς» ὄνομα μεῖζον τοῦ «Κύριος», οὔτε τὸ «Κύριος» ἔλαττον τοῦ «Θεός», δῆλον ἐκεῖθεν. Ἐν τῇ Παλαιᾷ πάσῃ συνεχῶς ὁ Πατὴρ Κύριος λέγεται· «Κύριος ὁ Θεός σου», φησί, «Κύριος εἷς ἐστιν», καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ πάλιν· «Μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», καὶ πάλιν· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος.» Πάλιν εἰ τὸ Θεὸς μεῖζον ἦν τοῦ Κύριος καὶ σεμνότερον, οὐκ ἔδει τὸν κατ᾽ αὐτοὺς ἐλάττονα Υἱὸν ἀπὸ τοῦ προσήκοντος ὀνόματος τῷ Πατρὶ καλεῖσθαι, ὃ καὶ μόνον ἴδιον ἦν ἐκείνου. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ὑποδεέστερος, οὔτε τὸ Κύριος ὄνομα τοῦ Θεὸς εὐτελέστερον. Διὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή.

Καθάπερ οὖν ἠκούσατε τὸν Πατέρα Κύριον καλούμενον, φέρε δείξωμεν ὑμῖν καὶ τὸν Υἱὸν λεγόμενον Θεόν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἔστι μεθερμηνευόμενον· μεθ᾽ ἡμῶν ὁ Θεός.» Εἶδες πῶς καὶ τῷ Πατρὶ ὄνομα τὸ Κύριος καὶ τῷ Υἱῷ ὄνομα τὸ Θεός; Ὥσπερ γὰρ ἐκεῖ φησι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος», οὕτω καὶ ἐνταῦθά φησι· «Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Καὶ πάλιν· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής.» Καὶ σκόπει μοι προφητῶν σύνεσιν καὶ πνευματικὴν σοφίαν. Ἵνα γὰρ μὴ ἁπλῶς εἰπόντες Θεόν, νομισθῶσι περὶ τοῦ Πατρὸς λέγειν, τῆς οἰκονομίας πρότερον μέμνηνται· οὐ γὰρ δὴ ὁ Πατὴρ διὰ παρθένου ἐγεννήθη, οὐδὲ παιδίον ἐγένετο.

Πάλιν ἕτερος προφήτης οὑτωσί πώς φησι περὶ αὐτοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ περὶ τίνος τοῦτό φησιν; ἆρα μὴ περὶ τοῦ Πατρός; Οὐδαμῶς· ἄκουσον γὰρ πῶς καὶ οὗτος περὶ τῆς οἰκονομίας ἐμνήσθη· εἰπὼν γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», ἐπήγαγεν· «Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὁ Παῦλος δέ· «Ἐξ ὧν ὁ Χριστός, τὸ κατὰ σάρκα, φησίν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν», καὶ πάλιν· «Πᾶς πόρνος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ», καὶ πάλιν· «Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ Ἰωάννης δὲ οὕτως αὐτὸν καλεῖ λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.» Ναί, φησίν, ἀλλ᾽ ἐκεῖνο δεῖξον, ποῦ μετὰ τοῦ Πατρὸς αὐτὸν συντάττουσα ἡ Γραφὴ Κύριον τὸν Πατέρα καλεῖ.

Ἐγὼ δὲ οὐ τοῦτο δείκνυμι μόνον, ἀλλ᾽ ὅτι καὶ Κύριον τὸν Πατέρα καλεῖ καὶ Κύριον τὸν Υἱὸν καὶ ὅτι Θεὸν τὸν Πατέρα καλεῖ καὶ ὅτι Θεὸν τὸν Υἱόν, ὁμοῦ τιθεὶς ἑκάτερα τὰ ὀνόματα. Ποῦ οὖν τοῦτό ἐστιν εὑρεῖν; Διαλεγόμενός ποτε τοῖς Ἰουδαίοις ὁ Χριστός φησι· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;» Οἱ δὲ λέγουσιν αὐτῷ· «τοῦ Δαυίδ». Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου;» Ἰδοὺ «Κύριος» καὶ «Κύριος».

Βούλει μαθεῖν ποῦ Θεὸν καὶ Θεὸν καλεῖ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοῦ τιθεῖσα ἡ Γραφή; ἄκουσον καὶ τοῦ προφήτου Δαυὶδ καὶ τοῦ ἀποστόλου Παύλου τοῦτο αὐτὸ δηλούντων ἡμῖν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καὶ ὁ Παῦλος πάλιν τὴν μαρτυρίαν ταύτην παρήγαγεν εἰπὼν ὅτι «Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱόν· ὁ θρόνος σου, ὦ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τίνος οὖν ἕνεκεν ἐνταῦθα, φησί, τὸν μὲν Θεὸν Πατέρα ἐκάλεσε, τὸν δὲ Υἱὸν Κύριον; Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ᾽ ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας. Ἵν᾽ οὖν μὴ λέγωσιν ὅτι ἡμῖν ἐγκαλῶν ὡς πολλοὺς θεοὺς λέγουσι καὶ πολλοὺς κυρίους, αὐτὸς ἁλίσκῃ τοῖς ἐγκλήμασι τούτοις θεοὺς λέγων, καὶ οὐ Θεόν· διὰ τοῦτο συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἑτέρῳ καλεῖ τὸν Υἱὸν ὀνόματι τὴν αὐτὴν δύναμιν ἔχοντι.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνωθεν ἀναγνῶμεν αὐτὸ τὸ χωρίον, καὶ εἴσεσθε σαφῶς ὅτι οὐχ ἡμέτερός ἐστι στοχασμὸς τὸ λεγόμενον· «Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.» Ὁρᾷς ὅτι πρὸς ἐκείνους ἀποτεινόμενος ταῦτα λέγει τοὺς πολλοὺς νομίζοντας εἶναι θεούς;

Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς—πάλιν πρὸς ἐκείνους μάχεται —ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί—τοῦτ᾽ ἔστι λεγόμενοι—ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.

Διὰ τοῦτο καὶ τὸ «εἷς» προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι βουλόμενος λαβήν. Τοῦτο γοῦν καὶ αἴτιον γέγονε τοῦ μὴ σαφῶς μηδὲ φανερῶς, ἀλλ᾽ ἀμυδρῶς πως καὶ σπανίως διὰ τῶν προφητῶν γνωρισθῆναι τοῖς Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεόν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον.

Διὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι «Εἷς Θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν», οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι.