Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Προτροπή σε πραότητα και μίμηση του Χριστού
Ποιμαντική ομιλία για την αναγκαιότητα της επιείκειας προς τους ετεροδόξους και την αποφυγή επιβλαβών συναναστροφών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προτροπή σε πραότητα και μίμηση του Χριστού
Ποιμαντική ομιλία για την αναγκαιότητα της επιείκειας προς τους ετεροδόξους και την αποφυγή επιβλαβών συναναστροφών.
Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ᾽ ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δέ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, ἔμελλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ᾽ ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τέως ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαρρῶν ἀπεδυσάμην λοιπὸν καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα βάλω τοὺς ἐναντίους, ἀλλ᾽ ἵνα ἀναστήσω κειμένους· αὕτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλὰ θεραπεύει νοσήματα.
Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. Διὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τούτου τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγων· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας.» Οὐκ εἶπε πρὸς τοὺς ἀδελφοὺς μόνον, ἀλλὰ πρὸς πάντας. Καὶ πάλιν· «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω», οὐκ εἶπε· τοῖς ἀδελφοῖς, ἀλλὰ «Πᾶσιν ἀνθρώποις». Τί γάρ, φησίν, ὄφελος, ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε; Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον· κἂν ὀφθαλμὸς ᾖ, ἐξόρυξον· «Ἐὰν γάρ, φησίν, ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν», οὐ περὶ σώματος λέγων· πῶς γάρ; Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν· ἄλλως δὲ οὐχ ἕνα ἐξορύττειν ἐχρῆν· κἂν γὰρ ὁ ἀριστερὸς ὑπολειφθῇ, ὁμοίως σκανδαλίζει τὸν ἔχοντα. Ἀλλὰ ἵνα μάθῃς ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιόν, δεικνὺς ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐάν σε σκανδαλίζῃ. Τί γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος;
Ἂν μὲν οὖν, ὅπερ ἔφην, βλάπτωσιν αἱ φιλίαι, φεύγωμεν καὶ ἀποπηδῶμεν· ἐὰν δὲ μηδὲν ἡμᾶς εἰς τὸν τῆς εὐσεβείας ἀδικῶσι λόγον, ἕλκωμεν καὶ ἐπισπώμεθα πρὸς ἑαυτοὺς ἐκείνους· εἰ δὲ μήτε αὐτὸν ὠφελεῖς καὶ τὴν παρ᾽ ἐκείνου δέχῃ βλάβην, κέρδανον τὸ μεῖναι διὰ τῆς ἐκκοπῆς ἀσινὴς καὶ φεῦγε αὐτῶν τὰς φιλίας, ἂν βλάπτωσι· φεῦγε μόνον, μὴ μάχου, μηδὲ πολέμει. Οὕτω καὶ Παῦλος παραινεῖ λέγων· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Δοῦλος εἶ τοῦ τῆς εἰρήνης Θεοῦ· ἐκεῖνος τοὺς δαίμονας ἐκβάλλων καὶ μυρία ἐργαζόμενος ἀγαθά, ἐπειδὴ δαιμονῶντα αὐτὸν ἐκάλεσαν, οὐκ ἀφῆκε σκηπτόν, οὐ συνέτριψε τοὺς λοιδοροῦντας, οὐ κατέκαυσε τὴν γλῶτταν τὴν οὕτως ἀναίσχυντον καὶ ἀγνώμονα, καίτοι πάντα ταῦτα δυνάμενος, ἀλλ᾽ ἀπεκρούσατο τὴν κατηγορίαν μόνον εἰπών· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πέμψαντά με.» Ἐπειδὴ δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως αὐτὸν ἐτύπτησεν, τί φησιν; «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Ὁ Δεσπότης τῶν ἀγγέλων ἀπολογεῖται καὶ εὐθύνας δίδωσιν οἰκέτῃ· οὐ χρεία μακροτέρων λόγων. Ταῦτα μόνον στρέφε τὰ ῥήματα ἐν τῇ διανοίᾳ καὶ συνεχῶς αὐτὰ μελέτα καὶ λέγε· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;»
Καὶ ἐννόησον τὸν λέγοντα καὶ πρὸς τίνα φησὶ καὶ τίνος ἕνεκεν, καὶ ἔσται σοι θεία τις ἐπῳδὴ καὶ διηνεκὴς τὰ ῥήματα ταῦτα καὶ πᾶσαν δυνήσεται φλεγμονὴν καταστεῖλαι· ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οὐ γὰρ ἐλοιδορήσατο μόνον, ἀλλὰ καὶ ἐτύπτησε· καὶ οὐκ ἐτύπτησεν ἁπλῶς, ἀλλὰ καὶ ἐρράπισεν· οὐδὲν δὲ ταύτης τῆς πληγῆς ἀτιμότερον· ἀλλ᾽ ὅμως ἅπαντα ἤνεγκεν, ἵνα ἐκ περιουσίας μάθῃς σὺ σωφρονεῖν.
Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν, ἀλλὰ καὶ ὅταν καιρὸς ᾖ, αὐτῶν μνημονεύωμεν. Ἐπῃνέσατε τὰ λεγόμενα, ἀλλ᾽ ἐπὶ τῶν ἔργων δείξατέ μοι τὸν ἔπαινον. Καὶ γὰρ ὁ παλαιστὴς ἐν τῇ παλαίστρᾳ γυμνάζεται, ἵνα ἐπὶ τῶν ἀγώνων δείξῃ τῆς ἐκεῖ γυμνασίας τὴν ὠφέλειαν· καὶ σὺ τοίνυν τῆς ἐνταῦθα ἀκροάσεως, ὅταν ἐπέλθῃ θυμός, δεῖξον τὸ κέρδος καὶ τοῦτο συνεχῶς λέγε τὸ ῥῆμα· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Τοῦτο ἔγγραψον τῇ διανοίᾳ· διὰ τοῦτο συνεχῶς ὑπομιμνήσκω τούτων τῶν λόγων ὑμᾶς, ὥστε ἐντεθῆναι ὑμῶν τῇ ψυχῇ τὰ εἰρημένα ἅπαντα, ὥστε ἀνεξάλειπτον μεῖναι τὴν μνήμην καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν. Ἂν γὰρ ἔχωμεν ἐγγεγραμμένα τὰ ῥήματα ταῦτα ἐπὶ τὸ πλάτος τῆς διανοίας τῆς ἡμετέρας, οὐδεὶς οὕτω λίθινος καὶ ἀγνώμων καὶ ἀναίσθητος ὡς ἐξενεχθῆναί ποτε πρὸς ὀργήν· ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι καὶ ποιῆσαι μετριάζειν διηνεκῶς καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.