Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ᾽ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. Νῦν μὲν γάρ φησιν· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας», νῦν δέ φησιν· «Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου ἐναντίον αὐτοῦ.» Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ᾽ ἀνάπτυξον τὸ εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοὺς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ᾽ ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη «... ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ». Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπέ μοι, ὅτι περιεργάζῃ τὸν Θεὸν ᾧ «πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου»;