δʹ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τοῦτο δὴ καὶ ἐνταῦθα αἰνιττόμενος ἔλεγεν, ὅτι Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· ἀσθενέστερον τὸ σῶμα γίνεται, φησὶν, ἀλλὰ δυνατωτέρα ἡ ψυχὴ καὶ ἰσχυροτέρα, καὶ πτεροῦται μᾶλλον. Καὶ καθάπερ στρατιώτης βαρύνοντα μὲν ἔχων ὅπλα, κἂν σφόδρα γενναῖος ᾖ καὶ πολεμικὸς, οὐκ ἂν γένοιτο τοῖς πολεμίοις φοβερὸς, τῆς τῶν ὅπλων βαρύτητος τῇ τῶν ποδῶν ταχύτητι καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ λυμαινομένης· εἰ δὲ κοῦφα λάβοι καὶ εὐμεταχείριστα, πτηνοῦ παντὸς δίκην ἐπέρχεται τοῖς ἐναντίοις· οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ τῇ πολλῇ τῶν θλίψεων ὑπομονῇ κουφοτέραν καὶ λεπτοτέραν κατασκευάζων, καθάπερ τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων ἐμπίπτων φάλαγγας, καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας δυνάμεις, καὶ ὑποχειρίους ποιεῖ.