Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς σοι τὴν κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους, ὅτι τοὺς παρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δίκαια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι ἔδει. Τί ἴσον τοῦ οὕτω φιλανθρώπου καὶ προσηνοῦς Θεοῦ; Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν τὰς αἰτίας λέγειν πολλάκις· αὐτὸς δὲ ἂν μὴ πρότερόν σε διδάξῃ, ἂν μὴ πρότερόν σε πείσῃ, καὶ τὴν παρὰ σοῦ λάβῃ ψῆφον, ὅτι δικαίως ἐπάγει τὴν κόλασιν, οὐ τιμωρεῖται τοὺς πάλαι κολάσεως καὶ τιμωρίας ἀξίους, καὶ εὐθύνας σοι πολλαχοῦ παρέχειν ἕτοιμός ἐστι, καὶ κρίνεται πρός σε καὶ δικάζεσθαι οὐκ ὀκνεῖ. Ὁρᾷς τοὺς προφήτας τούτων ἐμπεπλησμένους τῶν λόγων· πανταχοῦ δικαστήρια Θεοῦ πρὸς ἀνθρώπους. Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ, πολλάκις δὲ τὴν κτίσιν καθημένην ἐπὶ τῆς ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν δικαιωμάτων· οὔτε αὐτὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται εἰς κρίσιν καλεῖν ὁ Θεός· ὅπερ ἡμῖν ἔθος ἐστὶ ποιεῖν, ὅταν θαῤῥῶμεν τοῖς οἰκείοις δικαίοις. Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ· καὶ πάλιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε.