Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξαμένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ κυβερνήτην, καὶ ναύτας καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Καθάπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ λογισμῶν πλῆθος, οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσίαι καὶ συμβουλίαι, οὐκ ἄλλο οὐδὲν, οὐ φόρος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων, οὐκ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν· ἀλλ᾽ ἐπικρατεῖ πάντων ἡ ἀμετρία, καὶ ἄκοντα καὶ ἑκόντα λοιπὸν ὑποβρύχιον τὸν τὰ τοιαῦτα νοσοῦντα καταφέρουσα, καὶ ναυάγιον ἐργαζομένη χαλεπὸν, ὅθεν οὐδὲ ἀνενεγκεῖν ῥᾴδιον.